← 斯特拉波

地理学

§15.1.41-15.1.43

第三阶级牧人猎人与野象的捕获驯养

本文叙述了第三阶层(牧人和猎人)的生活,捕获野象的合作方法、驯化过程、大象的生态与医疗,以及它们在社会和军事上的价值。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§15.1.41

τρίτον τὸ τῶν ποιμένων καὶ θηρευτῶν, οἷς μόνοις ἔξεστι θηρεύειν καὶ θρεμματοτροφεῖν ὤνιά τε παρέχειν καὶ μισθοῦ ζεύγη· ἀντὶ δὲ τοῦ τὴν γῆν ἐλευθεροῦν θηρίων καὶ τῶν σπερμολόγων ὀρνέων μετροῦνται παρὰ τοῦ βασιλέως σῖτον,1 πλάνητα καὶ σκηνίτην νεμόμενοι βίον. ἵππον δὲ καὶ ἐλέφαντα τρέφειν οὐκ ἔξεστιν ἰδιώτῃ· βασιλικὸν δʼ ἑκάτερον νενόμισται τὸ κτῆμα, καὶ εἰσὶν αὐτῶν ἐπιμεληταί.

第三个阶层由牧人和猎人组成,只有他们被允许狩猎、饲养牲畜、将其出售或出租役畜。作为清除土地上的野兽和啄食种子的鸟类的报偿,他们从国王那里领到配给的粮食,过着游牧和帐篷生活。私人不允许饲养马和象;这两者都被规定为国王的财产,并且设有专门的管理人员。

§15.1.42

θήρα δὲ τῶν θηρίων τούτων τοιάδε. χωρίον ψιλὸν ὅσον τεττάρων ἢ πέντε σταδίων τάφρῳ περιχαράξαντες βαθείᾳ γεφυροῦσι τὴν εἴσοδον στενωτάτῃ γεφύρᾳ· εἶτʼ εἰσαφιᾶσι θηλείας τὰς ἡμερωτάτας τρεῖς ἢ τέτταρας, αὐτοὶ δʼ ἐν καλυβίοις κρυπτοῖς ὑποκάθηνται λοχῶντες· ἡμέρας μὲν οὖν οὐ προσίασιν οἱ ἄγριοι, νύκτωρ δʼ ἐφʼ ἕνα ποιοῦνται τὴν εἴσοδον· εἰσιόντων δὲ κλείουσι τὴν εἴσοδον λάθρᾳ, εἶτα τῶν ἡμέρων ἀθλητῶν τοὺς ἀλκιμωτάτους εἰσάγοντες διαμάχονται πρὸς αὐτούς, ἅμα καὶ λιμῷ καταπονοῦντες· ἤδη δὲ καμνόντων2 οἱ εὐθαρσέστατοι τῶν ἡνιόχων λάθρᾳ καταβαίνοντες ὑποδύνουσιν ἕκαστος τῇ γαστρὶ τοῦ οἰκείου ὀχήματος· ὁρμώμενος δʼ ἐνθένδε ὑποδύνει τῷ ἀγρίῳ καὶ σύμποδα δεσμεῖ· γενομένου δὲ τούτου κελεύουσι τοῖς τιθασοῖς τύπτειν τοὺς συμποδισθέντας ἕως ἂν πέσωσιν εἰς τὴν γῆν, πεσόντων δʼ ὠμοβοΐνοις ἱμᾶσι προσλαμβάνονται τοὺς αὐχένας αὐτῶν πρὸς τοὺς τῶν τιθασῶν· ἵνα δὲ μὴ σειόμενοι τοὺς ἀναβαίνειν ἐπʼ αὐτοὺς ἐπιχειροῦντας ἀποσείοιντο, τοῖς τραχήλοις αὐτῶν ἐμβάλλονται κύκλῳ τομὰς καὶ κατʼ αὐτὰς τοὺς ἱμάντας περιτιθέασιν ὥσθʼ ὑπʼ ἀλγηδόνων εἴκειν τοῖς δεσμοῖς καὶ ἡσυχάζειν· τῶν δʼ ἁλόντων ἀπολέξαντες τοὺς πρεσβυτέρους ἢ νεωτέρους τῆς χρείας3 τοὺς λοιποὺς ἀπάγουσιν εἰς τοὺς σταθμούς, δήσαντες δὲ τοὺς μὲν πόδας πρὸς ἀλλήλους τοὺς δὲ αὐχένας πρὸς κίονα εὖ πεπηγότα, δαμάζουσι λιμῷ· ἔπειτα χλόῃ καλάμου καὶ πόας ἀναλαμβάνουσι· μετὰ δὲ ταῦτα πειθαρχεῖν διδάσκουσι, τοὺς μὲν διὰ λόγου τοὺς δὲ μελισμῷ τινι καὶ τυμπανισμῷ κηλοῦντες· σπάνιοι δʼ οἱ δυστιθάσευτοι· φύσει γὰρ διάκεινται πράως καὶ ἡμέρως, ὥστʼ ἐγγὺς εἶναι λογικῷ ζῴῳ· οἱ δὲ καὶ ἐξαίμους τοὺς ἡνιόχους ἐν τοῖς ἀγῶσι πεσόντας ἀνελόμενοι σώζουσιν ἐκ τῆς μάχης, τοὺς δὲ ὑποδύντας μεταξὺ τῶν προσθίων ποδῶν ὑπερμαχόμενοι διέσωσαν· τῶν δὲ χορτοφόρων καὶ διδασκάλων εἴ τινα παρὰ θυμὸν ἀπέκτειναν, οὕτως ἐπιποθοῦσιν ὥσθʼ ὑπʼ ἀνίας ἀπέχεσθαι τροφῆς, ἔστι δʼ ὅτε καὶ ἀποκαρτερεῖν.

捕猎这些野兽[象]的方法如下。他们用一条深沟围起一片大约四到五斯塔德宽的空旷土地,并在入口处架起一座极窄的桥。然后,放进三到四头最驯服的雌象,而人们自己则隐藏在遮蔽的棚屋中伏击。白日里野生的大象并不接近,但到了夜间,它们便排成单行从入口进来。当它们进入后,人们便悄悄关闭入口,接着引入驯服的战象中最强壮者与它们搏斗,同时用饥饿折磨它们。当它们已经疲惫不堪时,车夫中最勇敢的人便悄悄下来,各自钻到自己坐骑的腹部下方;并从那里出发,钻到野象的腹部下方,将它的双脚绑在一起。完成这一步骤后,他们便命令驯象抽打被绑住的野象,直到它们倒在地上。当它们倒下后,用生牛皮带将它们的脖子与驯象的脖子系在一起。为了不让它们因身体摇晃而甩掉企图骑上它们的人,人们在它们的颈部环绕割出伤口,并顺着伤口缠上皮带,使其因疼痛而顺从束缚并安静下来。在捕获的象中,剔除那些因太老或太年轻而不合用者,将剩余的带回圈舍,把脚彼此绑住,脖子绑在牢固立起的柱子上,用饥饿降服它们。随后,用绿色的芦苇和草料使其恢复体力。在此之后,教导它们服从,有的是通过言语,有的是通过某种音乐和击鼓声来安抚它们。难以驯服的是极少数;因为它们天性温和顺从,以至于接近理性的动物。有的象甚至在战斗中抱起失血倒地的车夫,将其从战斗中救出;有的象则通过在它们的前腿之间奋战,救出了钻到下方的人。如果它们在愤怒中杀死了某些饲养员或驯导师,它们会因极度思念和悲伤而绝食,有时甚至绝食而死。

§15.1.43

βιβάζονται δὲ καὶ τίκτουσιν ὡς ἵπποι τοῦ ἔαρος μάλιστα· καιρὸς δʼ ἐστὶ τῷ μὲν ἄρρενι, ἐπειδὰν οἴστρῳ κατέχηται καὶ ἀγριαίνῃ· τότε δὴ καὶ λίπους τι διὰ τῆς ἀναπνοῆς ἀνίησιν, ἣν ἴσχει παρὰ τοὺς κροτάφους· ταῖς δὲ θηλείαις, ὅταν ὁ αὐτὸς οὗτος πόρος ἀνεῳγὼς τυγχάνῃ. κύουσι δὲ τοὺς μὲν πλείστους ὀκτωκαίδεκα μῆνας ἐλαχίστους δʼ ἑκκαίδεκα· τρέφει δʼ ἡ μήτηρ ἓξ ἔτη· ζῶσι δʼ ὅσον μακροβιώτατοι ἄνθρωποι οἱ πολλοί, τινὲς δὲ καὶ ἐπὶ διακόσια διατείνουσιν ἔτη· πολύνοσοι δὲ καὶ δυσίατοι. ἄκος δὲ πρὸς ὀφθαλμίαν μὲν βόειον γάλα προσκλυζόμενον, τοῖς πλείστοις δὲ τῶν νοσημάτων ὁ μέλας οἶνος πινόμενος, τραύμασι δὲ ποτὸν μὲν βούτυρον (ἐξάγει γὰρ τὰ σιδήρια), τὰ δʼ ἕλκη σαρξὶν ὑείαις πυριῶσιν. Ὀνησίκριτος δὲ καὶ ἕως τριακοσίων ἐτῶν ζῆν φησι, σπάνιον δὲ καὶ ἕως πεντακοσίων, κρατίστους δʼ εἶναι περὶ τὰ διακόσια ἔτη, κυΐσκεσθαι δὲ δεκαετίαν. μείζους δὲ τῶν Λιβυκῶν καὶ ἐρρωμενεστέρους ἐκεῖνός τε εἴρηκε καὶ ἄλλοι· ταῖς γοῦν προβοσκίσιν ἐπάλξεις καθαιρεῖν καὶ δένδρα ἀνασπᾶν πρόρριζα διανισταμένους εἰς τοὺς ὀπισθίους πόδας. Νέαρχος δὲ καὶ ποδάγρας ἐν ταῖς θήραις τίθεσθαι κατά τινας συνδρόμους φησί, συνελαύνεσθαι δʼ ὑπὸ τῶν τιθασῶν τοὺς ἀγρίους εἰς ταύτας, κρειττόνων ὄντων καὶ ἡνιοχουμένων. οὕτως δʼ εὐτιθασεύτους εἶναι, ὥστε καὶ λιθάζειν ἐπὶ σκοπὸν μανθάνειν καὶ ὅπλοις χρῆσθαι νεῖν τε κάλλιστα· μέγιστόν τε νομίζεσθαι κτῆμα ἐλεφάντων ἅρμα· ἄγεσθαι δʼ ὑπὸ ζυγὸν * καὶ καμήλους· γυναῖκα δʼ εὐδοκιμεῖν εἰ λάβοι παρὰ ἐραστοῦ δῶρον ἐλέφαντα. οὗτος [δʼ] ὁ λόγος οὐχ ὁμολογεῖ τῷ φήσαντι μόνων βασιλέων εἶναι κτῆμα ἵππον καὶ ἐλέφαντα.

它们的交配和生产与马相似,主要在春季。对于雄象而言,时期是在其受发情支配并变得狂暴之时;那时它也会通过它太阳穴旁的呼吸孔排出一些脂状物。对于雌兽而言,则是这同一个通道刚好敞开的时候。它们的孕期,最多为十八个月,最少为十六个月。母象抚育小象六年。大多数象的寿命与最长寿的人一样,有的甚至可以活到两百岁。但它们极易生病且难以医治。治疗眼炎的良药是用牛奶清洗,而对于大多数疾病则是饮用黑葡萄酒,对于伤口则是饮用黄油(因为这能排出铁器),而对于溃疡则用猪肉进行热敷。奥内西克里托斯则说,它们甚至能活到三百岁,罕见的甚至能到五百岁,在两百岁左右最为强壮,且孕期达十年之久。他和其他人都说,它们比非洲的象体型更大、力量更强。至少,它们能用鼻子拆毁胸墙,并用后腿站立将树木连根拔起。内阿克斯说,在捕猎时,会在某些通道上设置足套陷阱,野象会被那些更强壮且有车夫驾驶的驯象赶入其中。它们是如此容易驯服,以至于甚至能学会向目标投掷石头、使用武器以及极好地游泳。而且,象战车被视为最珍贵的财产。此外,【……】和骆驼也被驾于轭下。如果一个女人能从情人那里获得一头大象作为礼物,她就会获得极高的声誉。这一说法与那些声称马和象仅为国王财产的人的论点并不一致。

语法注3 条
  1. 15.1.41μετροῦνται παρὰ τοῦ βασιλέως σῖτον

    动词 μετρέω(计量分发)的被动语态。在主动语态中带物之宾格的动词变为被动语态时,表示事物的宾格(σῖτον)被保留(保留宾格)。因此,该句字面意思是“他们从国王那里被配给量好的粮食”。

  2. 15.1.42ἤδη δὲ καμνόντων

    使用现在分词 καμνόντων(疲惫)的属格独立结构,但分词的主语(野象)被省略。由于从前句提及野象(οἱ ἄγριοι)的语境中非常清楚其主语,因而作了省略。

  3. 15.1.42τοὺς πρεσβυτέρους ἢ νεωτέρους τῆς χρείας

    属格 τῆς χρείας(需用、使用)是比较属格,修饰比较级形容词 πρεσβυτέρους(更老的)和 νεωτέρους(更年轻的)。字面意思是“比实用所需的限度更老或更年轻”,即指“太老或太年轻以至于不合实用”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:15.1.41-15.1.43