← 斯特拉波

地理学

§14.1.34-14.1.37

希奥斯岛与克拉佐门尼及斯弥尔纳的地志

本段记述了厄立特里亚的西比拉等著名人物,希奥斯岛的地理及其产生的杰出文人(如伊翁和霍美路斯后裔),并阐述了克拉佐门尼和斯弥尔纳的历史重建以及美丽但缺乏排水系统的城市街道结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1.34

ἐκ δʼ Ἐρυθρῶν Σίβυλλά ἐστιν, ἔνθους καὶ μαντικὴ γυνὴ τῶν ἀρχαίων τις·1 κατʼ Ἀλέξανδρον δὲ ἄλλη ἦν τὸν αὐτὸν τρόπον μαντική, καλουμένη Ἀθηναΐς, ἐκ τῆς αὐτῆς πόλεως· καὶ καθʼ ἡμᾶς Ἡρακλείδης Ἡροφίλειος ἰατρὸς συσχολαστὴς Ἀπολλωνίου τοῦ Μυός.

厄立特里亚人中有一位西比拉,她是古代的一位神魂超拔、具有预言能力的女子。在亚历山大时代,还有另一位同样具有预言能力的女子,名叫阿特奈丝,也来自同一个城市。在我们的时代,则有赫罗菲洛斯学派的医生赫拉克利德斯,他是“老鼠”阿波罗尼奥斯的同窗。

§14.1.35

ἡ δὲ Χίος τὸν μὲν περίπλουν ἐστὶ σταδίων ἐνακοσίων παρὰ γῆν φερομένῳ,2 πόλιν δʼ ἔχει εὐλίμενον καὶ ναύσταθμον ναυσὶν ὀγδοήκοντα. ἐν δὲ τῷ περίπλῳ δεξιὰν τὴν νῆσον ἔχοντι ἀπὸ τῆς πόλεως πρῶτον μέν ἐστι τὸ Ποσείδιον, εἶτα Φάναι λιμὴν βαθύς, καὶ νεὼς Ἀπόλλωνος καὶ ἄλσος φοινίκων· εἶτα Νότιον ὕφορμος αἰγιαλός· εἶτα Λαΐους, καὶ οὗτος ὕφορμος αἰγιαλός, ὅθεν εἰς τὴν πόλιν ἑξήκοντα σταδίων ἰσθμός· περίπλους δὲ τριακοσίων ἑξήκοντα ὃν ἐπήλθομεν. εἶτα Μέλαινα ἄκρα, καθʼ ἣν τὰ Ψύρα νῆσος ἀπὸ πεντήκοντα σταδίων τῆς ἄκρας, ὑψηλή, πόλιν ὁμώνυμον ἔχουσα· κύκλος δὲ τῆς νήσου τετταράκοντα στάδιοι. εἶθʼ ἡ Ἀριουσία χώρα τραχεῖα καὶ ἀλίμενος σταδίων ὅσον τριάκοντα, οἶνον ἄριστον φέρουσα τῶν Ἑλληνικῶν. εἶτα τὸ Πελιναῖον ὄρος ὑψηλότατον τῶν ἐν τῇ νήσῳ. ἔχει δʼ ἡ νῆσος καὶ λατόμιον μαρμάρου λίθου. ἄνδρες δὲ Χῖοι γεγόνασιν ἐλλόγιμοι Ἴων τε ὁ τραγικὸς καὶ Θεόπομπος ὁ συγγραφεὺς καὶ Θεόκριτος ὁ σοφιστής· οὗτοι δὲ καὶ ἀντεπολιτεύσαντο ἀλλήλοις. ἀμφισβητοῦσι δὲ καὶ Ὁμήρου3 Χῖοι, μαρτύριον μέγα τοὺς Ὁμηρίδας καλουμένους ἀπὸ τοῦ ἐκείνου γένους προχειριζόμενοι, ὧν καὶ Πίνδαρος μέμνηται "ὅθεν περ καὶ Ὁμηρίδαι ῥαπτῶν ἐπέων τὰ πόλλʼ ἀοιδοί" ἐκέκτηντο δὲ καὶ ναυτικόν ποτε Χῖοι, καὶ ἀνθήπτοντο τῆς κατὰ θάλατταν ἀρχῆς καὶ ἐλευθερίας. ἐκ Χίου δʼ εἰς Λέσβον νότῳ τετρακόσιοί που στάδιοι.

关于希奥斯,对于沿岸航行的人来说,绕行一周的距离是九百斯塔迪翁;它拥有一座港口良好的城市,以及可容纳八十艘船的军港。在绕行时,若从城市出发将岛屿置于右手边,首先是波塞迪翁,然后是深水港法奈、阿波罗神庙以及一片棕榈树圣林;接着是诺蒂翁,一个可锚泊的海岸;然后是莱乌斯,这也是一个可锚泊的海岸,从那里到城市有一段六十斯塔迪翁的地峡,而我们所经历的绕行航程则是三百六十斯塔迪翁。接着是梅莱纳角,其对面是普叙拉岛,距离该角五十斯塔迪翁,岛地势高耸,拥有一座同名的城市;该岛的周长为四十斯塔迪翁。接着是阿里乌西亚地区,这是一片崎岖且无港口的土地,延展约三十斯塔迪翁,出产希腊最优质的葡萄酒。接着是培利奈翁山,这是岛上的最高峰。该岛还拥有大理石采石场。著名的希奥斯人有悲剧诗人伊翁、历史学家狄奥蓬波斯和智者狄奥克里托斯;后两人在政治上也相互对立。希奥斯人还争夺着霍美路斯的归属,他们提出了所谓的“霍美路斯后裔”作为重要证据,声称他们源于他的家族,品达也曾提及他们: "ὅθεν περ καὶ Ὁμηρίδαι ῥαπτῶν ἐπέων τὰ πόλλʼ ἀοιδοί" 希奥斯人曾经也拥有一支海军,并在海上争夺霸权与自由。从希奥斯顺着南风到莱斯沃斯大约有四百斯塔迪翁。

§14.1.36

ἐκ δὲ τοῦ Ὑποκρήμνου Χύτριόν ἐστι τόπος, ὅπου πρότερον ἵδρυντο Κλαζομεναί· εἶθʼ ἡ νῦν πόλις νησία ἔχουσα προκείμενα ὀκτὼ γεωργούμενα· Κλαζομένιος δʼ ἦν ἀνὴρ ἐπιφανὴς Ἀναξαγόρας ὁ φυσικός, Ἀναξιμένους ὁμιλητὴς τοῦ Μιλησίου· διήκουσαν δὲ τούτου Ἀρχέλαος ὁ φυσικὸς καὶ Εὐριπίδης ὁ ποιητής. εἶθʼ ἱερὸν Ἀπόλλωνος καὶ θερμὰ ὕδατα καὶ ὁ Σμυρναίων κόλπος καὶ ἡ πόλις.

在希波克雷姆诺斯之后是许特里翁地方,这里曾是克拉佐门尼最初建立的地方;接着是现在的城市,其前方有八个被耕作的小岛;著名的克拉佐门尼人有自然哲学家阿那克萨哥拉,他是米利都人阿那克西美尼的门徒;而自然哲学家阿克劳斯和诗人欧里庇得斯曾是他的学生。接着是一座阿波罗神庙和温泉,然后是斯弥尔纳湾以及该城市。

§14.1.37

ἑξῆς δὲ ἄλλος κόλπος, ἐν ᾧ ἡ παλαιὰ Σμύρνα ἀπὸ εἴκοσι σταδίων τῆς νῦν. Λυδῶν δὲ κατασπασάντων τὴν Σμύρναν περὶ τετρακόσια ἔτη διετέλεσεν οἰκουμένη κωμηδόν· εἶτα ἀνήγειρεν αὐτὴν Ἀντίγονος, καὶ μετὰ ταῦτα Λυσίμαχος, καὶ νῦν ἐστι καλλίστη τῶν πασῶν, μέρος μέν τι ἔχουσα ἐπʼ ὄρει τετειχισμένον, τὸ δὲ πλέον ἐν πεδίῳ πρὸς τῷ λιμένι καὶ πρὸς τῷ μητρῴῳ καὶ πρὸς γυμνασίῳ. ἔστι δʼ ἡ ῥυμοτομία διάφορος ἐπʼ εὐθειῶν εἰς δύναμιν καὶ αἱ ὁδοὶ λιθόστρωτοι στοαί τε μεγάλαι τετράγωνοι, ἐπίπεδοί τε καὶ ὑπερῷοι· ἔστι δὲ καὶ βιβλιοθήκη καὶ τὸ Ὁμήρειον, στοὰ τετράγωνος, ἔχουσα νεὼν Ὁμήρου καὶ ξόανον· μεταποιοῦνται γὰρ καὶ οὗτοι διαφερόντως τοῦ ποιητοῦ, καὶ δὴ καὶ νόμισμά τι χαλκοῦν παρʼ αὐτοῖς Ὁμήρειον λέγεται. ῥεῖ δὲ πλησίον τοῦ τείχους ὁ Μέλης ποταμός. ἔστι δὲ πρὸς τῇ ἄλλῃ κατασκευῇ τῆς πόλεως καὶ λιμὴν κλειστός. ἓν δʼ ἐλάττωμα τῶν ἀρχιτεκτόνων οὐ μικρόν, ὅτι τὰς ὁδοὺς στορνύντες ὑπορρύσεις οὐκ ἔδωκαν αὐταῖς, ἀλλʼ ἐπιπολάζει τὰ σκύβαλα καὶ μάλιστα ἐν τοῖς ὄμβροις ἐπαφιεμένων τῶν ἀποσκευῶν.4 ἐνταῦθα Δολοβέλλας Τρεβώνιον ἐκπολιορκήσας ἀνεῖλεν, ἕνα τῶν δολοφονησάντων Καίσαρα τὸν θεόν, καὶ τῆς πόλεως παρέλυσε πολλὰ μέρη.

接下来是另一个湾,其中有旧斯弥尔纳,距离现在的城市二十斯塔迪翁。在吕底亚人摧毁斯弥尔纳后,大约有四百年的时间,它一直以村落的形式维持着居住状态;后来安提柯重建了它,此后是利西马科斯,现在它是所有城市中最美丽的,有一部分在山上筑有城墙,但大部分位于靠近港口、母神庙和体育场的平原上。街道的规划非常出色,尽可能呈直线,道路铺有石块,并建有巨大的四方形柱廊,包括单层和双层的。此外还有图书馆和霍美路斯殿,这是一个四方形柱廊,内有霍美路斯神庙和木雕像;因为他们也特别强烈地争夺这位诗人的归属,事实上,他们的一种青铜货币也被称为“霍美路斯币”。梅莱斯河流经城墙附近。除了城市的其他建设,还有一个封闭的港口。但建筑师有一个不小的缺陷:在铺设道路时,没有为它们设置下水坡度,以至于垃圾漂浮在路面,特别是在下雨、污物被冲刷流出的时候。在这里,多拉贝拉攻陷并杀死了特雷波尼乌斯,后者是刺杀神圣恺撒的凶手之一,多拉贝拉还摧毁了该市的许多部分。

语法注4 条
  1. 14.1.34τῶν ἀρχαίων τις

    意为“古代人中的一位”。不定代词 τις 在语法上与阴性单数主格的 γυνή(“女性”)一致,但在语义上起到了从复数属格 τῶν ἀρχαίων(“古代人”)中挑选出特定一人的作用。

  2. 14.1.35τὸν μὲν περίπλουν ἐστὶ σταδίων ἐνακοσίων παρὰ γῆν φερομένῳ

    与格分词 φερομένῳ 用作“判断与格”或“关系与格”,意为“对于沿着陆地航行(被运载)的人而言”。περίπλουν 是关系宾格,而衡量属格 σταδίων ἐνακοσίων 作表语,整句结构为“就绕行而言,希奥斯为九百斯塔迪翁”。

  3. 14.1.35ἀμφισβητοῦσι δὲ καὶ Ὁμήρου

    动词 ἀμφισβητέω(争夺、争论)通常接表示争端或索求对象的属格(Ὁμήρου)。在此处,它表示希奥斯人争夺霍美路斯的归属,声称其为本邦公民。

  4. 14.1.37ἐπαφιεμένων τῶν ἀποσκευῶν

    属格独立结构。复数属格名词 τῶν ἀποσκευῶν(源自 ἀποσκευή,在此指家务废弃物或垃圾)作为被动语态现在分词属格 ἐπαφιεμένων(源自 ἐπαφίημι,意为排放、倾倒)的意义上主语,意为“当垃圾、污物被排放出来时”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.1.34-14.1.37