← 斯特拉波

地理学

§14.1.25-14.1.28

以弗所的名人与科洛丰的传说

本节介绍了以弗所的著名人物(如赫拉克利特和赫尔莫多鲁斯),讲述了围绕塞利努西亚湖税收的斗争,并描述了邻近的科洛丰及其阿波罗圣林、预言家卡尔卡斯与莫普索斯的智斗传说,以及科洛丰的历史与名人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1.25

ἄνδρες δʼ ἀξιόλογοι γεγόνασιν ἐν αὐτῇ τῶν μὲν παλαιῶν Ἡράκλειτός τε ὁ σκοτεινὸς καλούμενος καὶ Ἑρμόδωρος, περὶ οὗ ὁ αὐτὸς οὗτός φησιν "ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀπάγξασθαι, οἵτινες Ἑρμόδωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέβαλον,1 φάντες ἡμέων μηδὲ εἷς ὀνήιστος ἔστω, εἰ δὲ μή, ἄλλῃ τε καὶ μετʼ ἄλλων.2" δοκεῖ δʼ οὗτος ὁ ἀνὴρ νόμους τινὰς Ῥωμαίοις συγγράψαι. καὶ Ἱππῶναξ δʼ ἐστὶν ὁ ποιητὴς ἐξ Ἐφέσου καὶ Παρράσιος ὁ ζωγράφος καὶ Ἀπελλῆς, τῶν δὲ νεωτέρων [Ἀρτεμίδωρος καὶ] Ἀλέξανδρος ῥήτωρ ὁ Λύχνος προσαγορευθείς, ὃς καὶ ἐπολιτεύσατο καὶ συνέγραψεν ἱστορίαν καὶ ἔπη κατέλιπεν, ἐν οἷς τά τε οὐράνια διατίθεται καὶ τὰς ἠπείρους γεωγραφεῖ, καθʼ ἑκάστην ἐκδοὺς ποίημα.

这座城市孕育了许多杰出的人物。在古代人物中,有被称为“晦涩者”的赫拉克利特,以及赫尔莫多鲁斯,关于后者,赫拉克利特本人曾这样说: “以弗所人应当悉数自缢,从青年开始,因为他们驱逐了他们中最有用的男人赫尔莫多鲁斯,并说:‘我们中间不许有任何一个最有用的人;如果有,就让他去别处,与其他人在一块。’” 据说此人曾为罗马人起草过一些法律。诗人希波纳克斯也来自以弗所,还有画家帕拉西乌斯和阿佩莱斯。而在较近代的人物中,有被称为“灯火”的雄辩家亚历山大,他曾参与政治,撰写历史,并留下了叙事诗,在诗中他阐述了天体的运行并绘制了大陆的地理,就每个主题各发表了一首诗。

§14.1.26

μετὰ δὲ τὴν ἐκβολὴν τοῦ Καΰστρου λίμνη ἐστὶν ἐκ τοῦ πελάγους ἀναχεομένη (καλεῖται δὲ Σελινουσία) καὶ ἐφεξῆς ἄλλη σύρρους αὐτῇ μεγάλας ἔχουσαι προσόδους, ἃς οἱ βασιλεῖς μὲν ἱερὰς οὔσας ἀφείλοντο τὴν θεόν,3 Ῥωμαῖοι δʼ ἀπέδοσαν· πάλιν δʼ οἱ δημοσιῶναι βιασάμενοι περιέστησαν εἰς ἑαυτοὺς τὰ τέλη, πρεσβεύσας δὲ ὁ Ἀρτεμίδωρος, ὥς φησι, τάς τε λίμνας ἀπέλαβε τῇ θεῷ καὶ τὴν Ἡρακλεῶτιν ἀφισταμένην ἐξενίκησε κριθεὶς ἐν Ῥώμῃ· ἀντὶ δὲ τούτων εἰκόνα χρυσῆν ἀνέστησεν ἡ πόλις ἐν τῷ ἱερῷ. τῆς δὲ λίμνης ἐν τῷ κοιλοτάτῳ βασιλέως ἐστὶν ἱερόν· φασὶ δʼ Ἀγαμέμνονος ἵδρυμα.

在凯斯特罗斯河的河口之后,有一个从海中涌入的湖泊(被称为塞利努西亚),紧接着是另一个与之相通的湖泊。它们能带来巨大的收入,虽然这些收入是神圣的,但国王们却夺走了女神的这份财产,而罗马人将其归还;然而,征税人再次通过武力将这些税收据为己有。但据阿尔特米多鲁斯说,他作为使节前往,为女神收回了这些湖泊,并在罗马接受审判后,成功保住了企图脱离的赫拉克里奥蒂斯的权利。为了回报这些功绩,城市在神庙中为他立了一尊金像。在湖最深洼的地方,有一座国王的神庙,据说是由阿伽门农建立的。

§14.1.27

εἶτα τὸ Γαλλήσιον ὄρος καὶ ἡ Κολοφὼν πόλις Ἰωνικὴ καὶ τὸ πρὸ αὐτῆς ἄλσος τοῦ Κλαρίου Ἀπόλλωνος, ἐν ᾧ καὶ μαντεῖόν ἐστι παλαιόν. λέγεται δὲ Κάλχας ὁ μάντις μετʼ Ἀμφιλόχου τοῦ Ἀμφιαράου κατὰ τὴν ἐκ Τροίας ἐπάνοδον πεζῇ δεῦρο ἀφικέσθαι, περιτυχὼν δʼ ἑαυτοῦ κρείττονι μάντει κατὰ τὴν Κλάρον, Μόψῳ τῷ Μαντοῦς τῆς Τειρεσίου θυγατρός, διὰ λύπην ἀποθανεῖν. Ἡσίοδος μὲν οὖν οὕτω πως διασκευάζει τὸν μῦθον· προτεῖναι γάρ τι τοιοῦτο τῷ Μόψῳ τὸν Κάλχαντα "θαῦμά μʼ ἔχει κατὰ θυμόν, ὅσους ἐρινειὸς ὀλύνθους οὗτος ἔχει μικρός περ ἐών· εἴποις ἂν ἀριθμόν;" τὸν δʼ ἀποκρίνασθαι "μύριοί εἰσιν ἀριθμόν, ἀτὰρ μέτρον γε μέδιμνος· εἷς δὲ περισσεύει, τὸν ἐπενθέμεν οὔ κε δύναιο. ὣς φάτο· καί σφιν ἀριθμὸς ἐτήτυμος εἴδετο μέτρου.4 καὶ τότε δὴ Κάλχανθʼ ὕπνος θανάτοιο κάλυψε." Φερεκύδης δέ φησιν ὗν προβαλεῖν ἔγκυον τὸν Κάλχαντα πόσους ἔχει χοίρους, τὸν δʼ εἰπεῖν ὅτι τρεῖς, ὧν ἕνα θῆλυν· ἀληθεύσαντος δʼ ἀποθανεῖν ὑπὸ λύπης. οἱ δὲ τὸν μὲν Κάλχαντα προβαλεῖν τὴν ὗν φασι τὸν δὲ ἐρινεόν, καὶ τὸν μὲν εἰπεῖν τἀληθὲς τὸν δὲ μή, ἀποθανεῖν δὲ ὑπὸ λύπης καὶ κατά τι λόγιον. λέγει δʼ αὐτὸ Σοφοκλῆς ἐν Ἑλένης ἀπαιτήσει ὡς εἱμαρμένον εἴη ἀποθανεῖν, ὅταν κρείττονι ἑαυτοῦ μάντει περιτύχῃ· οὗτος δὲ καὶ εἰς Κιλικίαν μεταφέρει τὴν ἔριν καὶ τὸν θάνατον τοῦ Κάλχαντος. τὰ μὲν παλαιὰ τοιαῦτα.

接着是加莱西乌斯山,以及爱奥尼亚城市科洛丰,在它前面是克拉里乌斯阿波罗的圣林,其中还有一座古老的预测所。据说,预言家卡尔卡斯与阿姆菲阿拉乌斯之子阿姆菲洛科斯一起,在从特洛伊返回的途中步行来到这里,并在克拉罗斯附近遇到了一个比自己更优秀的预言家,即提瑞西阿斯之女曼托的儿子莫普索斯,因悲伤而死去。赫西俄德大致是这样改编这个神话的:卡尔卡斯向莫普索斯提出了这样一个问题: “我的心中充满惊异,这棵无花果树虽然如此矮小,却结了多少野无花果?你能说出数量吗?” 而莫普索斯回答说: “数量是一万个,但测量的容量是一麦地姆诺斯;还剩下一个,你是无法把它放上去的。” 他这样说,而升斗的准确数量呈现给他们。就在那时,死亡之眠笼罩了卡尔卡斯。 但费雷库德斯说,卡尔卡斯指向一只怀孕的母猪,问它怀了多少只小猪,而莫普索斯说是三只,其中一只是母的;当莫普索斯说了真话后,卡尔卡斯因悲伤而死。另一些人说,卡尔卡斯提出了母猪的问题,而莫普索斯提出了无花果树的问题,其中一人说了真话,另一人没有,而卡尔卡斯根据某种神谕因悲伤而死。索福克勒斯在《索要海伦》中说,当他遇到比自己更强的预言家时,命定要死;他也将这场争端和卡尔卡斯的死亡移到了基里基亚。古代的传说就是这样。

§14.1.28

ἐκτήσαντο δέ ποτε καὶ ναυτικὴν ἀξιόλογον δύναμιν Κολοφώνιοι καὶ ἱππικήν, ἐν ᾗ τοσοῦτον διέφερον τῶν ἄλλων ὥσθʼ, ὅπου ποτὲ ἐν τοῖς δυσκαταλύτοις πολέμοις τὸ ἱππικὸν τῶν Κολοφωνίων ἐπικουρήσειε, λύεσθαι τὸν πόλεμον· ἀφʼ οὗ καὶ τὴν παροιμίαν ἐκδοθῆναι τὴν λέγουσαν τὸν Κολοφῶνα ἐπέθηκεν ὅταν τέλος ἐπιτεθῇ βέβαιον τῷ πράγματι. ἄνδρες δʼ ἐγένοντο Κολοφώνιοι τῶν μνημονευομένων Μίμνερμος αὐλητὴς ἅμα καὶ ποιητὴς ἐλεγείας, καὶ Ξενοφάνης ὁ φυσικός, ὁ τοὺς σίλλους ποιήσας διὰ ποιημάτων· λέγει δὲ Πίνδαρος καὶ Πολύμναστόν τινα τῶν περὶ τὴν μουσικὴν ἐλλογίμων "φθέγμα μὲν πάγκοινον ἔγνωκας;Πολυμνάστου Κολοφωνίου ἀνδρός." καὶ Ὅμηρον δέ τινες ἐντεῦθεν εἶναί φασιν. Εὐθυπλοίᾳ μὲν οὖν ἑβδομήκοντα στάδιοί εἰσιν ἐξ Ἐφέσου, ἐγκολπίζοντι δὲ ἑκατὸν καὶ εἴκοσι.

科洛丰人曾拥有引人注目的海军和骑兵力量。在骑兵方面,他们远胜于其他人,以至于在难以平息的战争中,只要科洛丰的骑兵前去增援,战争就会得以解决。由此也产生了一句谚语说: “他放上了科洛丰,”每当一件事情得到了确定的结局时就会这样说。在被铭记的科洛丰人中,有既是长笛手又是哀歌诗人的米姆内尔莫斯,以及用诗歌创作《讽刺诗》的自然哲学家色诺芬尼。平达也提到了在音乐界享有盛名的波柳姆纳斯托斯: “你了解科洛丰人波柳姆纳斯托斯那广为人知的歌声。” 也有人说荷马也是这里的人。那么,如果走直线航路,从以弗所出发是七十斯塔迪翁;如果沿着海湾航行,则是一百二十斯塔迪翁。

语法注4 条
  1. 14.1.25ἄξιον Ἐφεσίοις ἡβηδὸν ἀπάγξασθαι, οἵτινες Ἑρμόδωρον ἄνδρα ἑωυτῶν ὀνήιστον ἐξέβαλον

    ἄξιον 为无人称句构,带有与格 Ἐφεσίοις(对以弗所人而言)和不定式 ἀπάγξασθαι(自缢),意为“以弗所人应当自缢”。随后的 οἵτινες 起引导原因的作用(“因为他们驱逐了……”),表明他们被判自缢的原因。

  2. 14.1.25εἰ δὲ μή, ἄλλῃ τε καὶ μετʼ ἄλλων

    赫拉克利特残篇中的话。εἰ δὲ μή(否则/如果不是这样)在此否定了前述的否定命令,意为“但如果存在(这样一个有用的人)”。在后半句 ἄλλῃ τε καὶ μετʼ ἄλλων 中,最自然的读法是补充省略的动词 ἔστω(“让他存在”),解释为“让他去别处,与其他人在一块”。

  3. 14.1.26ἃς οἱ βασιλεῖς μὲν ἱερὰς οὔσας ἀφείλοντο τὴν θεόν

    动词 ἀφαιρέομαι(夺走)采用双宾格结构,分别以被夺者(人/神)和被夺物为宾格。在此处,τὴν θεόν(从女神那里)和关系代名词 ἃς(指收入)皆为宾格。ἱερὰς οὔσας 是修饰 ἃς 的叙述分词,意为“尽管它们是神圣的/作为神圣之物”。

  4. 14.1.27ὣς φάτο· καί σφιν ἀριθμὸς ἐτήτυμος εἴδετο μέτρου.

    引用自叙事诗(赫西俄德)。σφιν 为第三人称复数与格(对他们而言),指代卡尔卡斯和莫普索斯。εἴδετο 为被动/中间语态,意为“显现/被看见”。ἀριθμὸς ... μέτρου 意为“测量的数量”,整句表示“(莫普索斯回答的)数量在他们面前显现为升斗的准确数量(证明其完全正确)”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:14.1.25-14.1.28