← 斯特拉波

地理学

§13.4.1-13.4.2

帕加马的地势与阿塔罗斯王朝兴衰

阐述帕加马在内陆地区的重要性,并详细叙述从创始人菲莱泰罗斯到历代阿塔罗斯王朝国王的历史,以及该国最终并入罗马成为亚细亚行省的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.4.1

ἔχει δέ τινα ἡγεμονίαν πρὸς τοὺς τόπους τούτους τὸ Πέργαμον, ἐπιφανὴς πόλις καὶ πολὺν συνευτυχήσασα χρόνον τοῖς Ἀτταλικοῖς βασιλεῦσι· καὶ δὴ καὶ ἐντεῦθεν ἀρκτέον τῆς ἑξῆς περιοδείας, καὶ πρῶτον περὶ τῶν βασιλέων ὁπόθεν ὡρμήθησαν καὶ εἰς ἃ κατέστρεψαν ἐν βραχέσι δηλωτέον. ἦν μὲν δὴ τὸ Πέργαμον Λυσιμάχου γαζοφυλάκιον τοῦ Ἀγαθοκλέους, ἑνὸς τῶν Ἀλεξάνδρου διαδόχων, αὐτὴν τὴν ἄκραν τοῦ ὄρους συνοικουμένην ἔχον· ἔστι δὲ στροβιλοειδὲς τὸ ὄρος εἰς ὀξεῖαν κορυφὴν ἀπολῆγον. ἐπεπίστευτο1 δὲ τὴν φυλακὴν τοῦ ἐρύματος τούτου καὶ τῶν χρημάτων (ἦν δὲ τάλαντα ἐνακισχίλια) φιλέταιρος, ἀνὴρ Τιανός, θλιβίας ἐκ παιδός· συνέβη γὰρ ἔν τινι ταφῇ θέας οὔσης καὶ πολλῶν παρόντων ἀποληφθεῖσαν ἐν τῷ ὄχλῳ τὴν κομίζουσαν τροφὸν τὸν Φιλέταιρον ἔτι νήπιον συνθλιβῆναι μέχρι τοσοῦδε ὥστε πηρωθῆναι τὸν παῖδα.2 ἦν μὲν δὴ εὐνοῦχος, τραφεὶς δὲ καλῶς ἐφάνη τῆς πίστεως ταύτης ἄξιος. τέως μὲν οὖν εὔνους διέμεινε τῷ Λυσιμάχῳ, διενεχθεὶς δὲ πρὸς Ἀρσινόην τὴν γυναῖκα αὐτοῦ διαβάλλουσαν αὐτὸν ἀπέστησε τὸ χωρίον καὶ πρὸς τοὺς καιροὺς ἐπολιτεύετο ὁρῶν ἐπιτηδείους πρὸς νεωτερισμόν· ὅ τε γὰρ Λυσίμαχος κακοῖς οἰκείοις περιπεσὼν ἠναγκάσθη τὸν υἱὸν ἀνελεῖν Ἀγαθοκλέα, Σέλευκός τε ἐπελθὼν ὁ Νικάτωρ ἐκεῖνόν τε κατέλυσε καὶ αὐτὸς κατελύθη δολοφονηθεὶς ὑπὸ Πτολεμαίου τοῦ Κεραυνοῦ. τοιούτων δὲ θορύβων ὄντων διεγένετο μένων ἐπὶ τοῦ ἐρύματος ὁ εὐνοῦχος, καὶ πολιτευόμενος διʼ ὑποσχέσεων καὶ τῆς ἄλλης θεραπείας ἀεὶ πρὸς τὸν ἰσχύοντα καὶ ἐγγὺς παρόντα· διετέλεσε γοῦν ἔτη εἴκοσι κύριος ὢν τοῦ φρουρίου καὶ τῶν χρημάτων.

帕加马对这些地方拥有某种支配权,它是一座显赫的城市,并与阿塔罗斯王朝的国王们共同享有长期的繁荣。因此,接下来的巡回考察也应当从这里开始,首先必须简要说明这些国王的由来以及他们的结局。帕加马最初是亚历山大继承者之一阿加托克利斯之子莱西马科斯的宝库,其山顶本身就是居民定居点;该山呈圆锥形,收窄为陡峭的山峰。这处要塞及资金(共计九千塔兰特)的守卫工作曾托付给菲莱泰罗斯,他是一名蒂乌姆人,自幼便是阉人;因为在某次葬仪上举行观摩活动且众人聚集时,抱着尚在襁褓中的菲莱泰罗斯的乳母被困在人群中,遭到挤压,以至于该男童致残。他虽是阉人,但因受到良好的抚养,显出配得上这份信任。因此,他起初对莱西马科斯保持忠诚,但后来与诽谤他的莱氏之妻阿尔西诺伊发生冲突,便使该地反叛,并审时度势地进行政治活动,因他看到局势有利于变革;因为莱西马科斯陷入家族不幸,被迫杀死了儿子阿加托克利斯,而入侵的塞琉古·尼卡托尔虽推翻了莱氏,自己却也被托勒密·克劳诺斯暗杀而覆灭。在这种混乱之中,该阉人坚守在要塞中,通过承诺及其他奉承手段,始终向那些有权势且近在身边的人示好,从而得以维持生存;总之,他连续二十年掌握着这座堡垒和资金。

§13.4.2

ἦσαν δʼ αὐτῷ δύο ἀδελφοί, πρεσβύτερος μὲν Εὐμένης νεώτερος δʼ Ἄτταλος· ἐκ μὲν οὖν τοῦ Εὐμένους ἐγένετο ὁμώνυμος τῷ πατρὶ Εὐμένης, ὅσπερ καὶ διεδέξατο τὸ Πέργαμον, καὶ ἦν ἤδη δυνάστης τῶν κύκλῳ χωρίων ὥστε καὶ περὶ Σάρδεις ἐνίκησε μάχῃ συμβαλὼν Ἀντίοχον τὸν Σελεύκου· δύο δὲ καὶ εἴκοσιν ἄρξας ἔτη τελευτᾷ τὸν βίον. ἐκ δὲ Ἀττάλου καὶ Ἀντιοχίδος τῆς Ἀχαιοῦ γεγονὼς Ἄτταλος διεδέξατο τὴν ἀρχήν, καὶ ἀνηγορεύθη βασιλεὺς πρῶτος νικήσας Γαλάτας μάχῃ μεγάλῃ. οὗτος δὲ καὶ Ῥωμαίοις κατέστη φίλος καὶ συνεπολέμησε πρὸς Φίλιππον μετὰ τοῦ Ῥοδίων ναυτικοῦ· γηραιὸς δὲ ἐτελεύτα βασιλεύσας ἔτη τρία καὶ τετταράκοντα, κατέλιπε δὲ τέτταρας υἱοὺς ἐξ Ἀπολλωνίδος Κυζικηνῆς γυναικός, Εὐμένη Ἄτταλον Φιλέταιρον Ἀθήναιον. οἱ μὲν οὖν νεώτεροι διετέλεσαν ἰδιῶται, τῶν δʼ ἄλλων ὁ πρεσβύτερος Εὐμένης ἐβασίλευσε· συνεπολέμησε δὲ οὗτος Ῥωμαίοις πρός τε Ἀντίοχον τὸν μέγαν καὶ πρὸς Περσέα, καὶ ἔλαβε παρὰ τῶν Ῥωμαίων ἅπασαν τὴν ὑπʼ Ἀντιόχῳ τὴν ἐντὸς τοῦ Ταύρου. πρότερον δʼ ἦν τὰ περὶ Πέργαμον οὐ πολλὰ χωρία μέχρι τῆς θαλάττης τῆς κατὰ τὸν Ἐλαΐτην κόλπον καὶ τὸν Ἀδραμυττηνόν. κατεσκεύασε δʼ οὗτος τὴν πόλιν καὶ τὸ Νικηφόριον ἄλσει κατεφύτευσε, καὶ ἀναθήματα καὶ βιβλιοθήκας καὶ τὴν ἐπὶ τοσόνδε κατοικίαν τοῦ Περγάμου τὴν νῦν οὖσαν ἐκεῖνος προσεφιλοκάλησε· βασιλεύσας [δὲ] ἔτη τετταράκοντα καὶ ἐννέα ἀπέλιπεν υἱῷ τὴν ἀρχὴν Ἀττάλῳ, γεγονότι ἐκ Στρατονίκης τῆς Ἀριαράθου θυγατρὸς τοῦ Καππαδόκων βασιλέως. ἐπίτροπον δὲ κατέστησε καὶ τοῦ παιδὸς νέου τελέως ὄντος καὶ τῆς ἀρχῆς τὸν ἀδελφὸν Ἄτταλον.3 ἓν δὲ καὶ εἴκοσιν ἔτη βασιλεύσας γέρων οὗτος τελευτᾷ κατορθώσας πολλά· καὶ γὰρ Δημήτριον τὸν Σελεύκου συγκατεπολέμησεν Ἀλεξάνδρῳ τῷ Ἀντιόχου καὶ συνεμάχησε Ῥωμαίοις ἐπὶ τὸν Ψευδοφίλιππον, ἐχειρώσατο δὲ καὶ Διήγυλιν τὸν Καινῶν βασιλέα στρατεύσας εἰς τὴν Θρᾴκην, ἀνεῖλε δὲ καὶ Προυσίαν ἐπισυστήσας αὐτῷ Νικομήδη τὸν υἱόν, κατέλιπε δὲ τὴν ἀρχὴν τῷ ἐπιτροπευθέντι Ἀττάλῳ· βασιλεύσας δὲ οὗτος ἔτη πέντε καὶ κληθεὶς Φιλομήτωρ ἐτελεύτα νόσῳ τὸν βίον, κατέλιπε δὲ κληρονόμους Ῥωμαίους· οἱ δʼ ἐπαρχίαν ἀπέδειξαν τὴν χώραν Ἀσίαν προσαγορεύσαντες ὁμώνυμον τῇ ἠπείρῳ. παραρρεῖ δʼ ὁ Κάικος τὸ Πέργαμον, διὰ τοῦ Καΐκου πεδίου προσαγορευομένου σφόδρα εὐδαίμονα γῆν διεξιὼν σχεδὸν δέ τι καὶ τὴν ἀρίστην τῆς Μυσίας.

他有两个兄弟,兄长为欧墨尼斯,弟弟为阿塔罗斯。从欧墨尼斯那里生下了与父亲同名的欧墨尼斯,也就是他继承了帕加马,并成为周围地区的统治者,以至于他在萨尔迪斯附近与塞琉古之子安条克交战并取得胜利;在统治二十二年后,他结束了生命。而阿塔罗斯与阿凯乌斯之女安条克斯所生的阿塔罗斯继承了政权,并在大战中击败加拉太人后,首次宣布自己为国王。他还成为了罗马人的盟友,并与罗得岛人的海军一同对抗腓力。他在统治四十三年后以高龄去世,留下了与基济科斯女子阿波罗妮丝所生的四个儿子:欧墨尼斯、阿塔罗斯、菲莱泰罗斯、阿特奈乌斯。其中较年幼的儿子们始终作为平民度日,而其他人中长子欧墨尼斯继位为王。他与罗马人一同对抗大安条克和珀尔修斯,并从罗马人那里获得了托罗斯山脉以内原属安条克统治的所有领土。在此之前,帕加马周边的领土并不多,仅延伸至埃莱亚湾和阿德拉米蒂翁湾附近的海岸。他建设了这座城市,为尼克福里翁种植了圣林,并出于对美的热爱,增建了献纳物、图书馆以及如今帕加马如此规模的居住区。在统治四十九年后,他将王位留给了他与卡帕多西亚国王阿里亚拉塞斯之女斯特拉托妮科所生的儿子阿塔罗斯。由于该子尚且完全年幼,他任命自己的兄弟阿塔罗斯为孩子及王国的摄政。这位阿塔罗斯统治了二十一年,在成就了许多功绩后以高龄去世;因为他曾协助安条克之子亚历山大共同对抗塞琉古之子德米特里,并在对抗伪腓力时与罗马人结盟,还出兵色雷斯征服了凯尼人的国王迪吉里斯,又通过扶植其子尼科梅德斯而推翻了普鲁西阿斯,最后将王位留给了曾受其监护的阿塔罗斯。这位阿塔罗斯统治了五年,被称为菲洛米托尔(爱母者),因病去世,并将罗马人列为继承人;罗马人将该地区设为行省,并用与大陆相同的名字称其为亚细亚。凯科斯河流经帕加马,穿过被称为凯科斯平原的极其肥沃的土地,这几乎是密细亚最好的一片土地。

语法注3 条
  1. 13.4.1ἐπεπίστευτο

    动词 πιστεύω 的被动语态。在主动语态中,该动词通常带双宾语结构 πιστεύω τί τινι(将某物[宾格]委托给某人[与格])。在被动语态中,原与格宾语(此处为 Φιλέταιρος)上升为主语(主格),而原宾格宾语(τὴν φυλακὴν ... καὶ τῶν χρημάτων)则作为保留宾格继续维持宾格形式。

  2. 13.4.1συνέβη γὰρ ἔν τινι ταφῇ θέας οὔσης καὶ πολλῶν παρόντων ἀποληφθεῖσαν ἐν τῷ ὄχλῳ τὴν κομίζουσαν τροφὸν τὸν Φιλέταιρον ἔτι νήπιον συνθλιβῆναι μέχρι τοσοῦδε ὥστε πηρωθῆναι τὸν παῖδα.

    无人称动词 συνέβη(发生)的主语是以不定式 συνθλιβῆναι(被挤压)为核心的整个不定式从句。该不定式的逻辑主语是带冠词的分词短语 τὴν κομίζουσαν τροφὸν(携带……的乳母)。τὸν Φιλέταιρον ἔτι νήπιον(尚在婴儿期的菲莱泰罗斯)是 κομίζουσαν 的宾语。ἀποληφθεῖσαν 是修饰 τροφόν 的同格分词。θέας οὔσης καὶ πολλῶν παρόντων 为属格独立结构。

  3. 13.4.2ἐπίτροπον δὲ κατέστησε καὶ τοῦ παιδὸς νέου τελέως ὄντος καὶ τῆς ἀρχῆς τὸν ἀδελφὸν Ἄτταλον.

    句子的核心骨架为 κατέστησε τὸν ἀδελφὸν Ἄτταλον ἐπίτροπον(他任命其弟阿塔罗斯为监护人)。受 ἐπίτροπον 支配的属格是由 καὶ ... καί 引导的并列结构 καὶ τοῦ παιδὸς ... καὶ τῆς ἀρχῆς(孩子和国家两者)。在此之间插入了修饰 παιδός 的属格分词短语 νέου τελέως ὄντος(因孩子尚且完全年幼),这使得句子结构变得稍微复杂。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.4.1-13.4.2