- 底本
- Strabo. Strabonis Geographica, Vols. 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.1.61-13.1.63
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-24
作者根据荷马史诗的记载,考证了埃埃提翁统治的底比斯和缪内斯统治的吕尔涅索斯的位置,并从地理和距离的角度驳斥了关于克律萨和基拉实际位置的通俗误解。
τοῦ μὲν οὖν Ἠετίωνος1 λέγει πόλιν Θήβην "ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος" τούτου δὲ καὶ τὴν Χρῦσαν [τὴν ἔχουσαν] τὸ ἱερὸν τοῦ Σμινθέως Ἀπόλλωνος ἐμφαίνει, εἴπερ ἡ Χρυσηὶς ἐκ τῆς Θήβης ἑάλω· ᾠχόμεθα γάρ, φησίν, "ἐς Θήβην· τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα. καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν [υἷες Ἀχαιῶν], ἐκ δʼ ἕλον Ἀτρείδῃ Χρυσηίδα." τοῦ δὲ Μύνητος τὴν Λυρνησσόν· ἐπειδὴ "Λυρνησσὸν διαπορθήσας καὶ τείχεα Θήβης" τόν τε Μύνητα καὶ τὸν Ἐπίστροφον ἀνεῖλεν Ἀχιλλεύς, ὥστε ὅταν φῇ ἡ Βρισηίς "οὐδέ μʼ ἔασκες, ὅτʼ ἄνδρʼ ἐμὸν ὠκὺς Ἀχιλλεὺς ἔκτεινεν, πέρσεν δὲ πόλιν θείοιο Μύνητος," οὐ τὴν Θήβην λέγοι ἄν2 (αὕτη γὰρ Ἠετίωνος) ἀλλὰ τὴν Λυρνησσόν· ἀμφότεραι δʼ ἦσαν ἐν τῷ κληθέντι μετὰ ταῦτα Θήβης πεδίῳ, ὃ διὰ τὴν ἀρετὴν περιμάχητον γενέσθαι φασὶ Μυσοῖς μὲν καὶ Λυδοῖς τὸ πρότερον, τοῖς δʼ Ἕλλησιν ὕστερον τοῖς ἐποικήσασιν ἐκ τῆς Αἰολίδος καὶ τῆς Λέσβου. ἔχουσι δὲ νῦν Ἀδραμυττηνοὶ τὸ πλέον· ἐνταῦθα γὰρ καὶ ἡ Θήβη καὶ ἡ Λυρνησσός, ἐρυμνὸν χωρίον· ἔρημοι δʼ ἀμφότεραι· διέχουσι δὲ Ἀδραμυττίου σταδίους ἡ μὲν ἑξήκοντα ἡ δὲ ὀγδοήκοντα καὶ ὀκτὼ ἐπὶ θάτερα.
因此,他[荷马]说埃埃提翁的城市是底比斯: “我们前往底比斯,埃埃提翁的圣城,” 如果克律塞伊斯确实是在底比斯被捕的,那么诗人的话也暗示了克律萨(即斯敏修斯·阿波罗的神殿所在地)属于此人;因为他说道: “因为我们前往了,” 他说道, “底比斯;我们掠夺了那里,并将一切带到这里。他们把这些在彼此间作了妥善的分配,并为阿特雷德斯挑选出了克律塞伊斯。” 而他说吕尔涅索斯属于缪内斯,因为在阿喀琉斯 “掠夺了吕尔涅索斯和底比斯的城墙” 并杀害了缪内斯和埃庇斯特洛福斯之后,因此当布里塞伊斯说道: “在足捷的阿喀琉斯杀害我的丈夫、毁灭神圣的缪内斯之城时,你甚至不容许我哭泣,” 她所指的应该不是底比斯(因为这是埃埃提翁的),而是吕尔涅索斯。这两座城市都在后来被称为底比斯平原的地方,据说这片平原因为肥沃,起初在缪西亚人和吕底亚人之间、后来在从艾奥里斯和莱斯博斯移居于此的希腊人之间,成为了争夺的对象。如今,阿德拉米蒂翁人占有了其中的大部分;因为底比斯和吕尔涅索斯(一处险要之地)都在这里,但两处如今都已荒废。它们距离阿德拉米蒂翁,一处为六十斯塔迪翁,另一处在相反方向为八十八斯塔迪翁。
ἐν δὲ τῇ Ἀδραμυττηνῇ ἔστι καὶ ἡ Χρῦσα καὶ ἡ Κίλλα· πλησίον οὖν τῆς Θήβης ἔτι νῦν Κίλλα τις τόπος λέγεται, ἐν ᾧ Κιλλαίου Ἀπόλλωνος ἔστιν ἱερόν· παραρρεῖ δʼ αὐτῷ ἐξ Ἴδης φερόμενος ὁ Κίλλαιος ποταμός· ταῦτα δʼ ἐστὶ κατὰ τὴν Ἀντανδρίαν· καὶ τὸ ἐν Λέσβῳ δὲ Κίλλαιον ἀπὸ ταύτης τῆς Κίλλης ὠνόμασται· ἔστι δὲ καὶ Κίλλαιον ὄρος μεταξὺ Γαργάρων καὶ Ἀντάνδρου. φησὶ δὲ Δάης ὁ Κολωναεὺς ἐν Κολωναῖς ἱδρυθῆναι πρῶτον ὑπὸ τῶν ἐκ τῆς Ἑλλάδος πλευσάντων Αἰολέων τὸ τοῦ Κιλλαίου Ἀπόλλωνος ἱερόν· καὶ ἐν Χρύσῃ δὲ λέγουσι Κίλλαιον Ἀπόλλωνα ἱδρῦσθαι, ἄδηλον εἴτε τὸν αὐτὸν τῷ Σμινθεῖ εἴθʼ ἕτερον.
在阿德拉米蒂翁境内,也有克律萨和基拉;因此,即使在今天,底比斯附近仍有一个被称为基拉的地方,其中有基拉乌斯·阿波罗的神殿;从伊达山奔流而下的基拉乌斯河就在其旁流过。这些地方都靠近安坦德罗斯领地;莱斯博斯的基拉乌姆也是因这个基拉而得名;在加尔加拉和安坦德罗斯之间也有一座基拉乌姆山。科洛奈人达埃斯说,基拉乌斯·阿波罗的神殿最初是由从希腊航行而来的艾奥里斯人在科洛奈建立的;人们还说在克律萨也建立了基拉乌斯·阿波罗神殿,但尚不清楚他与斯敏修斯是同一神祇还是不同的神祇。
ἡ δὲ Χρῦσα ἐπὶ θαλάττῃ πολίχνιον ἦν ἔχον λιμένα, πλησίον δὲ ὑπέρκειται ἡ Θήβη· ἐνταῦθα δʼ ἦν καὶ τὸ ἱερὸν τοῦ Σμινθέως Ἀπόλλωνος καὶ ἡ Χρυσηίς· ἠρήμωται δὲ νῦν τὸ χωρίον τελέως· εἰς δὲ τὴν νῦν Χρῦσαν τὴν κατὰ Ἁμαξιτὸν μεθίδρυται τὸ ἱερόν, τῶν Κιλίκων τῶν μὲν εἰς τὴν Παμφυλίαν ἐκπεσόντων τῶν δὲ εἰς Ἁμαξιτόν.3 οἱ δʼ ἀπειρότεροι τῶν παλαιῶν ἱστοριῶν ἐνταῦθα τὸν Χρύσην καὶ τὴν Χρυσηίδα γεγονέναι φασὶ καὶ τὸν Ὅμηρον τούτου τοῦ τόπου μεμνῆσθαι. ἀλλʼ οὔτε λιμήν ἐστιν ἐνταῦθα, ἐκεῖνος δέ φησιν "οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο," οὔτʼ ἐπὶ θαλάττῃ τὸ ἱερόν ἐστιν, ἐκεῖνος δʼ ἐπὶ θαλάττῃ ποιεῖ τὸ ἱερόν "ἐκ δὲ Χρυσηὶς νηὸς βῆ ποντοπόροιο· τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς πατρὶ φίλῳ ἐν χερσὶ τίθει" οὔτε Θήβης πλησίον, ἐκεῖνος δὲ πλησίον· ἐκεῖθεν γοῦν ἁλοῦσαν λέγει τὴν Χρυσηίδα. ἀλλʼ οὐδὲ Κίλλα τόπος οὐδεὶς ἐν τῇ Ἀλεξανδρέων χώρᾳ δείκνυται, οὐδὲ Κιλλαίου Ἀπόλλωνος ἱερόν· ὁ ποιητὴς δὲ συζεύγνυσιν "ὃς Χρύσην ἀμφιβέβηκας Κίλλαν τε ζαθέην" ἐν δὲ τῷ Θήβης πεδίῳ δείκνυται πλησίον· ὅ τε πλοῦς ἀπὸ μὲν τῆς Κιλικίου Χρύσης ἐπὶ τὸ ναύσταθμον ἑπτακοσίων που σταδίων ἐστὶν ἡμερήσιός πως, ὅσον φαίνεται πλεύσας ὁ Ὀδυσσεύς. ἐκβὰς γὰρ εὐθὺς παρίστησι τὴν θυσίαν τῷ θεῷ καὶ τῆς ἑσπέρας ἐπιλαβούσης μένει αὐτόθι, πρωὶ δὲ ἀποπλεῖ· ἀπὸ δὲ Ἁμαξιτοῦ τὸ τρίτον μόλις τοῦ λεχθέντος διαστήματός ἐστιν, ὥστε παρῆν τῷ Ὀδυσσεῖ αὐθημερὸν ἀναπλεῖν ἐπὶ τὸ ναύσταθμον τελέσαντι τὴν θυσίαν. ἔστι δὲ καὶ Κίλλου μνῆμα περὶ τὸ ἱερὸν τοῦ Κιλλαίου Ἀπόλλωνος, χῶμα μέγα· ἡνίοχον δὲ τοῦτον Πέλοπός φασιν ἡγησάμενον τῶν τόπων, ἀφʼ οὗ ἴσως ἡ Κιλικία ἢ ἔμπαλιν.
克律萨曾是海边一个拥有港口的小镇,底比斯则紧邻其上方的平原;这里也曾有斯敏修斯·阿波罗的神殿和克律塞伊斯;但现在该地已完全荒废。当基利基亚人一部分被驱逐到庞非利亚,另一部分迁往哈马克西托斯时,神殿被迁至如今靠近哈马克西托斯的克律萨。但那些对古代历史不甚熟悉的人说,克律塞斯和克律塞伊斯曾居住在那里,荷马所提到的也是这个地方。然而这里并没有港口,而荷马却说: “当他们来到极深的港口内部时,” 神殿也不在海边,而荷马却将神殿设在海边: “克律塞伊斯从远洋的船上走下;足智多谋的奥德修斯随后将她领到祭坛前,交到她亲爱的父亲手中。” 这里也不在底比斯附近,而荷马却将其设在附近;无论如何,他说克律塞伊斯是从底比斯被捕的。此外,在亚历山大人的领地上,既没有展示出名为基拉的地方,也没有展示出基拉乌斯·阿波罗的神殿;但诗人将它们结合在一起: “守护着克律萨和极神圣的基拉的你,” 而在底比斯平原,它们被展示在附近。而且,从基利基亚的克律萨到船只停泊处的航程大约是七百斯塔迪翁,约一天的航程,这正符合奥德修斯显而易见的航行距离。因为他一登陆就立刻向神献祭,待到傍晚来临便留在原地,清晨便起航返回。而从哈马克西托斯出发,航程勉强只有上述距离的三分之一,因此奥德修斯本可以在完成献祭后于当天返回船只停泊处。在基拉乌斯·阿波罗神殿周围还有一个基洛斯的陵墓,是一个巨大的土丘;人们说他是佩洛普斯的御者,曾统领这些地方,基利基亚也许就是因他而得名,或者反之亦然。
- 13.1.61τοῦ μὲν οὖν Ἠετίωνος
Ἠετίωνος 是属格,修饰其后的名词 πόλιν,表示所有或归属。此处指作为 λέγει 的宾语的城市底比斯属于埃埃提翁。
- 13.1.61λέγοι ἄν
希求语气加上 ἄν(潜在/推测用法),表示高度可能性的推论或猜测(“她应该是指……”),而非陈述客观事实。
- 13.1.63τῶν Κιλίκων τῶν μὲν εἰς τὴν Παμφυλίαν ἐκπεσόντων τῶν δὲ εἰς Ἁμαξιτόν
伴随分词 ἐκπεσόντων 的属格独立(绝对属格)结构。它呈现出“整体与部分”(schēma kath' holon kai meros)的构造,其中整体主语 τῶν Κιλίκων 被细分为 τῶν μὲν... τῶν δὲ...(一部分……另一部分……)。
