- 底本
- Strabo. Strabonis Geographica, Vols. 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:13.1.52-13.1.53
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-24
概述了斯凯普西斯的起源、迁移及政体演变,并通过比较德米特里乌斯的观点、流行的阿埃内阿斯流浪传说与荷马的记载,探讨了关于阿埃内阿斯命运的不同学说。
ἔστι δʼ ἡ μὲν Παλαίσκηψις ἐπάνω Κεβρῆνος κατὰ τὸ μετεωρότατον τῆς Ἴδης ἐγγὺς Πολίχνας· ἐκαλεῖτο δὲ τότε Σκῆψις, εἴτʼ ἄλλως εἴτʼ ἀπὸ τοῦ περίσκεπτον εἶναι τὸν τόπον, εἰ δεῖ τὰ παρὰ τοῖς βαρβάροις ἐν τῷ τότε ὀνόματα ταῖς Ἑλληνικαῖς ἐτυμολογεῖσθαι φωναῖς·1 ὕστερον δὲ κατωτέρω σταδίοις ἑξήκοντα εἰς τὴν νῦν Σκῆψιν μετῳκίσθησαν ὑπὸ Σκαμανδρίου τε τοῦ Ἕκτορος καὶ Ἀσκανίου τοῦ Αἰνείου παιδός· καὶ δύο γένη ταῦτα βασιλεῦσαι πολὺν χρόνον ἐν τῇ Σκήψει λέγεται· μετὰ ταῦτα δʼ εἰς ὀλιγαρχίαν μετέστησαν, εἶτα Μιλήσιοι συνεπολιτεύθησαν αὐτοῖς καὶ δημοκρατικῶς ᾤκουν· οἱ δʼ ἀπὸ τοῦ γένους οὐδὲν ἧττον ἐκαλοῦντο βασιλεῖς, ἔχοντές τινας τιμάς· εἶτʼ εἰς τὴν Ἀλεξάνδρειαν συνεπόλισε τοὺς Σκηψίους Ἀντίγονος, εἶτʼ ἀπέλυσε Λυσίμαχος, καὶ ἐπανῆλθον εἰς τὴν οἰκείαν.
另一方面,帕莱斯凯普西斯位于克布雷内上方,靠近波吕克纳的伊达山最高处。当时它被称为凯普西斯,或许是出于其他原因,或许是因为该地“视野开阔”,如果当时异族人的名称确实必须用希腊语来作语源解释的话。但后来,他们被赫克托耳之[子]斯卡曼德里奥斯和阿埃内阿斯之子阿斯卡尼奥斯迁移到下方六十斯塔德的今天的斯凯普西斯。据说这两个家族在斯凯普西斯统治了很长一段时间。此后,他们转向寡头政体,随后米利都人加入了他们的公民共同体,他们便在民主政体下生活。尽管如此,这两个家族的后裔仍被称为国王,并享有某些特权。后来,安提柯将斯凯普西斯人合并到亚历山大里亚,但利西马科斯释放了他们,他们又回到了自己的祖国。
οἴεται δʼ ὁ Σκήψιος καὶ βασίλειον τοῦ Αἰνείου γεγονέναι τὴν Σκῆψιν, μέσην οὖσαν τῆς τε ὑπὸ τῷ Αἰνείᾳ καὶ Λυρνησσοῦ, εἰς ἣν φυγεῖν εἴρηται διωκόμενος ὑπὸ τοῦ Ἀχιλλέως· φησὶ γοῦν ὁ Ἀχιλλεύς "ἢ οὐ μέμνῃ, ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι, κεῖθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν πέρσα, μεθορμηθείς." οὐχ ὁμολογεῖ δὲ τῷ περὶ τῶν ἀρχηγετῶν τῆς Σκήψεως λόγῳ τῷ λεχθέντι νῦν τὰ περὶ τοῦ Αἰνείου θρυλούμενα. περιγενέσθαι γὰρ δὴ τοῦτόν φασιν ἐκ τοῦ πολέμου διὰ τὴν πρὸς Πρίαμον δυσμένειαν· "ἀεὶ γὰρ Πριάμῳ ἐπεμήνιε δίῳ, οὕνεκʼ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν οὔ τι τίεσκε," τοὺς δὲ συνάρχοντας Ἀντηνορίδας καὶ αὐτὸν τὸν Ἀντήνορα2 διὰ τὴν Μενελάου παρʼ αὐτῷ ξενίαν. Σοφοκλῆς γοῦν ἐν τῇ ἁλώσει τοῦ Ἰλίου παρδαλέαν φησὶ πρὸ τῆς θύρας τοῦ Ἀντήνορος προτεθῆναι σύμβολον τοῦ ἀπόρθητον ἐαθῆναι τὴν οἰκίαν. τὸν μὲν οὖν Ἀντήνορα καὶ τοὺς παῖδας μετὰ τῶν περιγενομένων Ἑνετῶν εἰς τὴν Θρᾴκην περισωθῆναι κἀκεῖθεν διαπεσεῖν εἰς τὴν λεγομένην κατὰ τὸν Ἀδρίαν Ἑνετικήν, τὸν δὲ Αἰνείαν μετʼ Ἀγχίσου τοῦ πατρὸς καὶ τοῦ παιδὸς Ἀσκανίου λαὸν ἀθροίσαντα πλεῦσαι· καὶ οἱ μὲν οἰκῆσαι περὶ τὸν Μακεδονικὸν Ὄλυμπον φασίν, οἱ δὲ περὶ Μαντίνειαν τῆς Ἀρκαδίας κτίσαι Καπύας, ἀπὸ Κάπυος θέμενον τοὔνομα τῷ πολίσματι, οἱ δʼ εἰς Αἴγεσταν κατᾶραι τῆς Σικελίας σὺν Ἐλύμῳ Τρωὶ καὶ Ἔρυκα καὶ Λιλύβαιον κατασχεῖν, καὶ ποταμοὺς περὶ Αἴγεσταν προσαγορεῦσαι Σκάμανδρον καὶ Σιμόεντα· ἔνθεν δʼ εἰς τὴν Λατίνην ἐλθόντα μεῖναι κατά τι λόγιον τὸ κελεῦον μένειν ὅπου ἂν τὴν τράπεζαν καταφάγῃ· συμβῆναι δὲ τῆς Λατίνης περὶ τὸ Λαουίνιον τοῦτο, ἄρτου μεγάλου τεθέντος ἀντὶ τραπέζης κατὰ ἀπορίαν καὶ ἅμα ἀναλωθέντος τοῖς ἐπʼ αὐτῷ κρέασιν. Ὅμηρος μέντοι συνηγορεῖν οὐδετέροις ἔοικεν,3 οὐδὲ τοῖς περὶ τῶν ἀρχηγετῶν τῆς Σκήψεως λεχθεῖσιν· ἐμφαίνει γὰρ μεμενηκότα τὸν Αἰνείαν ἐν τῇ Τροίᾳ καὶ διαδεδεγμένον τὴν ἀρχὴν καὶ παραδεδωκότα παισὶ παίδων τὴν διαδοχὴν αὐτῆς, ἠφανισμένου τοῦ τῶν Πριαμιδῶν γένους· "ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων. νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται." οὕτω δʼ οὐδʼ ἡ τοῦ Σκαμανδρίου διαδοχὴ σώζοιτʼ ἄν. πολὺ δὲ μᾶλλον τοῖς ἑτέροις διαφωνεῖ τοῖς μέχρι καὶ Ἰταλίας αὐτοῦ τὴν πλάνην λέγουσι καὶ αὐτόθι ποιοῦσι τὴν καταστροφὴν τοῦ βίου. τινὲς δὲ γράφουσιν "Αἰνείαο γένος πάντεσσιν ἀνάξει, καὶ παῖδες παίδων," τοὺς Ῥωμαίους λέγοντες.
而斯凯普西斯人(德米特里乌斯)认为,斯凯普西斯也是阿埃内阿斯的王宫所在地,因为它位于阿埃内阿斯统治下的领地与吕尔内索斯之间,据说他在被阿喀琉斯追赶时曾逃往吕尔内索斯。无论如何,阿喀琉斯说: “难道你不记得吗?当你离开牛群,独自一人时, 我用疾步将你赶下伊达山, 你从那里逃到了吕尔内索斯?但我发起了进攻, 将其摧毁。 “ 但关于阿埃内阿斯的世俗传闻与刚才提到的关于斯凯普西斯建立者的说法并不一致。因为他们说他能从战争中幸存下来,是因为他对普里阿摩斯的敌意: “ 因为他总是对高贵的普里阿摩斯怀有愤怒, 因为尽管他在众人中十分英勇,普里阿摩斯却一点也不重用他。 “ 而共同统治者安特诺尔的儿子们以及安特诺尔本人,则是因为他在家热情款待了墨涅拉俄斯而得以幸存。索福克勒斯在《伊利翁的陷落》中说,一张豹皮被挂在安特诺尔的门前,作为他的房屋不被掠夺的标志。因此,安特诺尔和他的孩子们与幸存的埃内蒂人一起安全逃往色雷斯,并从那里渡海到达亚得里亚海沿岸所谓的埃内蒂(威尼托)地区。而阿埃内阿斯则与他的父亲安喀塞斯和儿子阿斯卡尼奥斯一起,聚集起民众,扬帆起航。有人说他们定居在马其顿的奥林匹斯山附近,而另一些人则说他们在阿卡迪亚的曼蒂内亚附近建立了卡皮亚,并根据卡皮斯的名字为这座小城镇命名。还有人说他们与特洛伊人埃利莫斯一起在西西里的埃杰斯塔登陆,占领了埃里克斯和莉莉贝乌姆,并将埃杰斯塔周围的河流命名为斯卡曼德罗斯和西摩伊斯。他们从那里来到拉丁姆地区,根据一条神谕留在了那里,该神谕命令他留在吃掉餐桌的地方。而这发生在拉丁姆的拉维尼姆附近,由于贫困,一块大面包被用来代替桌子,并与上面的肉一起被吃掉了。然而,荷马似乎既不同意这两种说法,也不同意关于斯凯普西斯建立者的说法。因为他表明阿埃内阿斯留在了特洛伊,继承了统治权,并将其传给了子子孙孙,而普里阿摩斯的家族已经消亡: “ 因为克罗诺斯之子已经憎恨普里阿摩斯的家族。 但现在,强壮的阿埃内阿斯将统治特洛伊人, 以及他的子子孙孙,即那些此后出生的人。 “ 这样一来,斯卡曼德里奥斯的继承权也将无法保留。而且,荷马与另一派人的分歧要大得多,那一派人说他的流浪一直延伸到意大利,并在那里结束了他的生命。但有些人写道: “ 阿埃内阿斯的家族将统治万民, 以及子子孙孙, “ 意指罗马人。
- 13.1.52εἰ δεῖ τὰ παρὰ τοῖς βαρβάροις ἐν τῷ τότε ὀνόματα ταῖς Ἑλληνικαῖς ἐτυμολογεῖσθαι φωναῖς
“εἰ δεῖ...” 是一个条件从句,使用连词 εἰ 与无人称动词 δεῖ,意思是“如果确实必须……”。这表达了斯特拉波对使用希腊语词汇对当时的异族专有名词进行语源解释(ἐτυμολογεῖσθαι)这一做法的怀疑态度(在这种情况下,是将“凯普西斯”与意为“视野开阔的” περίσκεπτος 联系起来)。
- 13.1.53τοὺς δὲ συνάρχοντας Ἀντηνορίδας καὶ αὐτὸν τὸν Ἀντήνορα
这个宾格短语在结构上与前句的“主格/宾格与不定式”结构“περιγενέσθαι... φασιν”(据说他幸存了下来)并列。因此,不定式 “περιγενέσθαι” 和支配动词 “φασιν” 被省略,意思是“并且[据说]共同统治者安特诺尔的儿子们以及安特诺尔本人[也幸存了下来]”。
- 13.1.53Ὅμηρος μέντοι συνηγορεῖν οὐδετέροις ἔοικεν
与格代词 οὐδετέροις(两者都不)指的是前面提到的关于阿埃内阿斯命运的两个主要对立传统:(1) 将其家族与斯凯普西斯的建立者联系起来的传统,以及 (2) 他流浪到意大利或其他异国他乡并死在那里的传统。此处指出荷马不赞成这两个阵营中的任何一个。
