- 底本
- Strabo. Strabonis Geographica, Vols. 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.8.4-11.8.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-22
叙述了萨卡人入侵亚美尼亚等地的历史及萨卡亚节起源的两种说法,并详细介绍了马萨革泰人的地理环境、太阳信仰、共妻制、食老俗及军事装备等独特习俗。
Σάκαι μέντοι παραπλησίας ἐφόδους ἐποιήσαντο τοῖς Κιμμερίοις καὶ Τρήρεσι, τὰς μὲν μακροτέρας τὰς δὲ καὶ ἐγγύθεν· καὶ γὰρ τὴν Βακτριανὴν κατέσχον καὶ τῆς Ἀρμενίας κατεκτήσαντο τὴν ἀρίστην γῆν, ἣν καὶ ἐπώνυμον ἑαυτῶν κατέλιπον τὴν Σακασηνήν,1 καὶ μέχρι Καππαδόκων καὶ μάλιστα τῶν πρὸς Εὐξείνῳ οὓς Ποντικοὺς νῦν καλοῦσι, προῆλθον. ἐπιθέμενοι δʼ αὐτοῖς πανηγυρίζουσιν ἀπὸ τῶν λαφύρων2 οἱ ταύτῃ τότε τῶν Περσῶν στρατηγοὶ νύκτωρ ἄρδην αὐτοὺς ἠφάνισαν. ἐν δὲ τῷ πεδίῳ πέτραν τινὰ προσχώματι συμπληρώσαντες εἰς βουνοειδὲς σχῆμα ἐπέθηκαν τεῖχος καὶ τὸ τῆς Ἀναΐτιδος καὶ τῶν συμβώμων θεῶν ἱερὸν ἱδρύσαντο, Ὠμανοῦ καὶ Ἀναδάτου Περσικῶν δαιμόνων, ἀπέδειξάν τε πανήγυριν κατʼ ἔτος ἱεράν, τὰ Σάκαια, ἣν μέχρι νῦν ἐπιτελοῦσιν οἱ τὰ Ζῆλα ἔχοντες· οὕτω γὰρ καλοῦσι τὸν τόπον· ἔστι δὲ ἱεροδούλων πόλισμα τὸ πλέον· Πομπήιος δὲ προσθεὶς χώραν ἀξιόλογον καὶ τοὺς ἐν αὐτῇ συνοικίσας εἰς τὸ τεῖχος μίαν τῶν πόλεων ἀπέφηνεν ὧν διέταξε μετὰ τὴν Μιθριδάτου κατάλυσιν.
然而,萨卡人进行了与辛梅里安人和特雷雷斯人类似的入侵,有些侵袭路线较长,有些则源自邻近;因为他们不仅占领了巴克特里亚,还夺取了亚美尼亚最富庶的土地,并以自己的名字将该地命名为萨卡塞内留存下来;他们甚至一直推进到卡帕多奇亚人,尤其是如今被称为蓬托斯人的、居住在靠近厄克辛海一带的人群。然而,当时该地区的波斯将官们在夜间袭击了正在用战利品举行狂欢的萨卡人,将他们彻底消灭。在平原上的某块岩石上,他们用土垒将其筑成山丘形状,并在其上建造了城墙,建立了阿奈蒂斯及同坛神明(即波斯神灵奥马诺斯和阿纳达托斯)的神庙,并设立了每年的神圣节日——萨卡亚节。时至今日,占领泽拉的人们依然在庆祝这个节日;因为他们就是这样称呼那个地方的,而那里大体上是一个神殿奴隶的城镇。然而,庞培在增加了可观的领土并将在其中的居民安置到城墙内之后,宣布其为他在击败米特里达梯后所规划的城市之一。
οἱ μὲν [οὖν] οὕτω λέγουσι περὶ τῶν Σακῶν, οἱ δʼ ὅτι Κῦρος ἐπιστρατεύσας τοῖς Σάκαις ἡττηθεὶς τῇ μάχῃ φεύγει, στρατοπεδευσάμενος δʼ ἐν ᾧ χωρίῳ τὰς παρασκευὰς ἀπολελοίπει πλήρεις ἀφθονίας ἁπάσης καὶ μάλιστα οἴνου, διαναπαύσας μικρὰ τὴν στρατιάν, ἤλαυνεν ἀφʼ ἑσπέρας ὡς φεύγων, πλήρεις ἀφεὶς τὰς σκηνάς· προελθὼν δʼ ὅσον ἐδόκει συμφέρειν ἱδρύθη· ἐπιόντες δʼ ἐκεῖνοι καὶ καταλαβόντες ἔρημον ἀνδρῶν τὸ στρατόπεδον τῶν δὲ πρὸς ἀπόλαυσιν μεστόν, ἀνέδην ἐνεπίμπλαντο· ὁ δʼ ὑποστρέψας ἐξοίνους κατέλαβε καὶ παραπλῆγας, ὥσθʼ οἱ μὲν ἐν κάρῳ κείμενοι καὶ ὕπνῳ κατεκόπτοντο, οἱ δʼ ὀρχούμενοι καὶ βακχεύοντες γυμνοὶ περιέπιπτον τοῖς τῶν πολεμίων ὅπλοις, ὀλίγου δʼ ἀπώλοντο ἅπαντες. ὁ δὲ θεῖον νομίσας τὸ εὐτύχημα, τὴν ἡμέραν ἐκείνην ἀνιερώσας τῇ πατρίῳ θεῷ προσηγόρευσε Σάκαια· ὅπου δʼ ἂν ᾖ τῆς θεοῦ ταύτης ἱερόν, ἐνταῦθα νομίζεται καὶ ἡ τῶν Σακαίων ἑορτὴ βακχεία τις μεθʼ ἡμέραν καὶ νύκτωρ, διεσκευασμένων σκυθιστί,3 πινόντων ἅμα καὶ πληκτιζομένων πρὸς ἀλλήλους ἅμα τε καὶ τὰς συμπινούσας γυναῖκας.
有些人对萨卡人作如是说,而另一些人则说:居鲁士曾亲征萨卡人,但在战斗中被击败而逃跑,他随后在留下了充斥着各种丰盛物资(尤其是葡萄酒)的辎重之处安营扎寨,让军队稍作休整后,在傍晚时分假装逃跑,留下装满物资的帐篷撤离;他行进到似乎有利的距离后便驻扎下来。而萨卡人跟进并发现军营中空无一人,却装满了供享乐的物品,便肆无忌惮地胡吃海喝。然而居鲁士折返回来,发现他们已然烂醉并失去理智,结果那些在昏睡和沉睡中躺着的人被斩杀,而那些赤身裸体跳舞狂欢的人则撞上了敌人的武器,几乎所有人都在顷刻间丧命。居鲁士认为这一幸运行径纯属神意,便将这一天献给祖先的女神,并称之为萨卡亚节;凡是有这位女神神庙的地方,按惯例萨卡亚节日便成为一种白昼和黑夜不停的狂饮和狂欢,人们打扮成塞人的样子,一边喝酒,一边相互取乐,也和与他们一同饮酒的妇女们调笑。
Μασσαγέται δʼ ἐδήλωσαν τὴν σφετέραν ἀρετὴν ἐν τῷ πρὸς Κῦρον πολέμῳ, περὶ οὗ θρυλοῦσι πολλοί, καὶ δεῖ πυνθάνεσθαι παρʼ ἐκείνων. λέγεται δὲ καὶ τοιαῦτα περὶ τῶν Μασσαγετῶν, ὅτι κατοικοῦσιν οἱ μὲν ὄρη τινὲς δʼ αὐτῶν πεδία οἱ δὲ ἕλη ἃ ποιοῦσιν οἱ ποταμοί, οἱ δὲ τὰς ἐν τοῖς ἕλεσι νήσους. μάλιστα δέ φασι τὸν Ἀράξην ποταμὸν κατακλύζειν τὴν χώραν πολλαχῆ σχιζόμενον, ἐκπίπτοντα δὲ τοῖς μὲν ἄλλοις στόμασιν εἰς τὴν ἄλλην τὴν πρὸς ἄρκτοις θάλατταν, ἑνὶ δὲ μόνῳ πρὸς τὸν κόλπον τὸν Ὑρκάνιον. θεὸν δὲ ἥλιον μόνον ἡγοῦνται, τούτῳ δὲ ἱπποθυτοῦσι· γαμεῖ δʼ ἕκαστος μίαν, χρῶνται δὲ καὶ ταῖς ἀλλήλων οὐκ ἀφανῶς, ὁ δὲ μιγνύμενος τῇ ἀλλοτρίᾳ4 τὴν φαρέτραν ἐξαρτήσας ἐκ τῆς ἁμάξης φανερῶς μίγνυται· θάνατος δὲ νομίζεται παρʼ αὐτοῖς ἄριστος, ὅταν γηράσαντες κατακοπῶσι μετὰ προβατείων κρεῶν καὶ ἀναμὶξ βρωθῶσι· τοὺς δὲ νόσῳ θανόντας ῥίπτουσιν ὡς ἀσεβεῖς καὶ ἀξίους ὑπὸ θηρίων βεβρῶσθαι. ἀγαθοὶ δὲ ἱππόται καὶ πεζοί, τόξοις δὲ χρῶνται καὶ μαχαίραις καὶ θώραξι καὶ σαγάρεσι χαλκαῖς, ζῶναι δὲ αὐτοῖς εἰσι χρυσαῖ καὶ διαδήματα ἐν ταῖς μάχαις· οἵ τε ἵπποι χρυσοχάλινοι, καὶ μασχαλιστῆρες δὲ χρυσοῖ· ἄργυρος δʼ οὐ γίνεται παρʼ αὐτοῖς, σίδηρος δʼ ὀλίγος, χαλκὸς δὲ καὶ χρυσὸς ἄφθονος.
至于马萨革泰人,他们在对抗居鲁士的战争中展现了他们的英勇,关于这场战争有许多人传诵,人们应当向他们了解。关于马萨革泰人,也有这样的说法:他们中有的居住在山里,有的居住在平原上,有的居住在河流形成的沼泽中,还有的居住在沼泽中的岛屿上。他们说,尤其是阿拉克斯河在许多地方分流并淹没该地区,除了其一个口流入希尔卡尼亚湾外,其他所有的河口都流入北方的另一个海。他们认为太阳是唯一的神,并向其献祭马匹。每个人娶一个妻子,但他们也公开共用彼此的妻子;与他人妻子交合的人,将箭袋挂在马车上,便公开地交合。在他们中间,最体面的死法是:当年老时,他们被与羊肉一起切碎并混合着吃掉;而那些病死的人,他们则将其作为不敬神且只配被野兽吃掉的人而抛弃。他们是优秀的骑兵和步兵,使用弓箭、短刀、胸甲和青铜战斧,在战斗中他们佩戴金质腰带和额饰。他们的马也配有金质马衔,胸带也是金制的。银在他们的土地上不产出,铁也极少,但青铜和黄金却极其丰富。
- 11.8.4ἣν καὶ ἐπώνυμον ἑαυτῶν κατέλιπον τὴν Σακασηνήν
关系代词 ἣν 为宾格,指代先行词 γῆν。τὴν Σακασηνήν 充当宾格补语或同格语。形容词 ἐπώνυμον 与属格 ἑαυτῶν 连用,作谓语性修饰,意为“以他们自己的名字命名”。
- 11.8.4ἐπιθέμενοι δʼ αὐτοῖς πανηγυρίζουσιν ἀπὸ τῶν λαφύρων
πανηγυρίζουσιν 是阳性复数与格的现在分词,修饰代词 αὐτοῖς(指萨卡人)。主句主语“波斯将官们”同时也是主格复数不定过去时分词 ἐπιθέμενοι 的主语,因此翻译时需注意区分袭击者(将官们)与被袭击者(举行庆典的萨卡人)的主动/被动关系。
- 11.8.5διεσκευασμένων σκυθιστί
完成时被动分词 διεσκευασμένων 在此作属格绝对结构(省略了主语),在语境中指代节日的参与者。它与随后的分词 πινόντων 和 πληκτιζομένων 一同描绘了人们在庆祝节日时的情景。
- 11.8.6ὁ δὲ μιγνύμενος τῇ ἀλλοτρίᾳ
阴性单数与格形容词 τῇ ἀλλοτρίᾳ(意为“他人的”)省略了阴性名词 γυναικί(意为“妻子”或“妇女”)。动词 μίγνυμαι 接与格,表示“与……交合”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
