- 底本
- Strabo. Strabonis Geographica, Vols. 1-3. Meineke, August, editor. Leipzig: Teubner. 1877.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.5.5-10.5.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-23
作者详细描述了提洛岛周边的雷内亚、基奥斯、纳克索斯、帕罗斯、叙罗斯、米科诺斯、塞里福斯、特诺斯、阿莫尔戈斯等群岛中的各个岛屿,介绍了它们的历史、神话、著名人物、法律与习俗。
Ῥήναια δʼ ἔρημον νησίδιόν ἐστιν ἐν τέτταρσι τῆς Δήλου σταδίοις, ὅπου τὰ μνήματα τοῖς Δηλίοις ἐστίν. οὐ γὰρ ἔξεστιν ἐν αὐτῇ τῇ Δήλῳ θάπτειν οὐδὲ καίειν νεκρόν. οὐκ ἔξεστι δὲ οὐδὲ κύνα ἐν Δήλῳ τρέφειν. ὠνομάζετο δὲ καὶ Ὀρτυγία πρότερον.
雷内亚是一个无人的小岛,距离提洛有四斯塔迪翁,那里是提洛人的墓地所在。因为在提洛岛本身是不允许埋葬或火化尸体的。在提洛也不允许养狗。它以前也被称为奥尔蒂吉亚。
Κέως δὲ τετράπολις μὲν ὑπῆρξε, λείπονται δὲ δύο, ἥ τε Ἰουλὶς καὶ ἡ Καρθαία, εἰς ἃς συνεπολίσθησαν αἱ λοιπαί, ἡ μὲν Ποιήεσσα εἰς τὴν Καρθαίαν ἡ δὲ Κορησία εἰς τὴν Ἰουλίδα. ἐκ δὲ τῆς Ἰουλίδος ὅ τε Σιμωνίδης ἦν ὁ μελοποιὸς καὶ Βακχυλίδης ἀδελφιδοῦς ἐκείνου, καὶ μετὰ ταῦτα Ἐρασίστρατος ὁ ἰατρὸς καὶ τῶν ἐκ τοῦ περιπάτου φιλοσόφων Ἀρίστων ὁ τοῦ Βορυσθενίτου Βίωνος ζηλωτής. παρὰ τούτοις δὲ δοκεῖ τεθῆναί ποτε νόμος, οὗ μέμνηται καὶ Μένανδρος "καλὸν τὸ Κείων νόμιμόν ἐστι, Φανία· ὁ μὴ δυνάμενος ζῆν καλῶς οὐ ζῇ κακῶς." προσέταττε γάρ, ὡς ἔοικεν, ὁ νόμος τοὺς ὑπὲρ ἑξήκοντα ἔτη γεγονότας κωνειάζεσθαι καὶ τοῦ διαρκεῖν τοῖς ἄλλοις τὴν τροφήν·1 καὶ πολιορκουμένους δέ ποτε ὑπʼ Ἀθηναίων ψηφίσασθαί φασι τοὺς πρεσβυτάτους ἐξ αὐτῶν ἀποθανεῖν,2 ὁρισθέντος πλήθους ἐτῶν, τοὺς δὲ παύσασθαι πολιορκοῦντας. κεῖται δʼ ἐν ὄρει τῆς θαλάττης διέχουσα ἡ πόλις ὅσον πέντε καὶ εἴκοσι σταδίους, ἐπίνειον δʼ ἐστὶν αὐτῆς τὸ χωρίον ἐν ᾧ ἵδρυτο ἡ Κορησία κατοικίαν οὐδὲ κώμης ἔχουσα. ἔστι δὲ καὶ πρὸς τῇ Κορησίᾳ Σμινθαίου Ἀπόλλωνος ἱερὸν καὶ πρὸς Ποιηέσσῃ, μεταξὺ δὲ τοῦ ἱεροῦ καὶ τῶν τῆς Ποιηέσσης ἐρειπίων τὸ τῆς Νεδουσίας Ἀθηνᾶς ἱερόν, ἱδρυσαμένου Νέστορος κατὰ τὴν ἐκ Τροίας ἐπάνοδον. ἔστι δὲ καὶ Ἔλιξος ποταμὸς περὶ τὴν Κορησίαν.
基奥斯曾是由四个城市组成的联邦,但现在只剩下两个,即伊乌里斯和卡尔泰亚,其余的城市均并入其中:波埃埃萨并入卡尔泰亚,科雷西亚并入伊乌里斯。伊乌里斯出过抒情诗人西蒙尼德斯及其外甥巴克希里德斯,其后还有医生埃拉西斯特拉托斯,以及逍遥学派哲学家中作为博里斯特内斯的比翁的追随者阿里斯东。在他们那里,似乎曾经制定过一条法律,米南德也曾提到它: "基奥斯人的法律是极好的,法尼亚斯: 不能体面生活的人就不该卑贱地活着。" 因为据传,这条法律规定,年过六十岁的人要服食毒参草自尽,以便给其他人留出足够的粮食。还据说,在曾被雅典人包围时,他们中最年长的人投票决定他们应该死去(设定了特定的年龄界限),而包围者随后停止了包围。该城市坐落在距离大海约二十五斯塔迪翁的山上,其港口曾是科雷西亚定居点建立的地方,现在连一个村庄的规模都没有。在科雷西亚附近有斯明修斯·阿波罗神庙,波埃埃萨附近也有一座;在神庙和波埃埃萨遗迹之间是内杜西亚·雅典娜的神庙,由涅斯托尔在从特洛伊返回的途中所建。科雷西亚周围还有埃里克索斯河流过。
μετὰ δὲ ταύτην Νάξος καὶ Ἄνδρος ἀξιόλογοι καὶ Πάρος· ἐντεῦθεν ἦν Ἀρχίλοχος ὁ ποιητής. ὑπὸ δὲ Παρίων ἐκτίσθη Θάσος καὶ Πάριον ἐν τῇ Προποντίδι πόλις. ἐν ταύτῃ μὲν οὖν ὁ βωμὸς λέγεται θέας ἄξιος, σταδιαίας ἔχων τὰς πλευράς· ἐν δὲ τῇ Πάρῳ ἡ Παρία λίθος λεγομένη ἀρίστη πρὸς τὴν μαρμαρογλυφίαν.
在此之后,值得注意的有纳克索斯和安德罗斯,以及帕罗斯(诗人阿尔基洛科斯即来自该岛)。帕罗斯人创建了萨索斯以及马尔马拉海的城市帕里翁。据说帕里翁的祭坛非常值得一看,其侧面长达一斯塔迪翁;而在帕罗斯,则出产所谓的“帕罗斯大理石”,最适合用于大理石雕刻。
Σῦρος δʼ ἐστὶ μηκύνουσι τὴν πρώτην συλλαβήν, ἐξ ἧς Φερεκύδης ὁ Βάβυος ἦν· νεώτερος δʼ ἐστὶν ὁ Ἀθηναῖος ἐκείνου. ταύτης δοκεῖ μνημονεύειν ὁ ποιητὴς Συρίην καλῶν "νῆσός τις Συρίη κικλήσκεται Ὀρτυγίης καθύπερθε. "
叙罗斯是一个人们将第一个音节读作长音的岛屿,巴比斯之子斐瑞居德斯即来自该岛;雅典的那位斐瑞居德斯比他年轻。诗人似乎曾提到该岛,称其为叙里埃: "有一座被称为叙里埃的岛屿, 在奥尔蒂吉亚之上。 "
Μύκονος δʼ ἐστὶν ὑφʼ ᾗ μυθεύουσι κεῖσθαι τῶν γιγάντων τοὺς ὑστάτους ὑφʼ Ἡρακλέους καταλυθέντας, ἀφʼ ὧν ἡ παροιμία πάνθʼ ὑπὸ μίαν Μύκονον ἐπὶ τῶν ὑπὸ μίαν ἐπιγραφὴν ἀγόντων καὶ τὰ διηρτημένα τῇ φύσει. καὶ τοὺς φαλακροὺς δέ τινες Μυκονίους καλοῦσιν ἀπὸ τοῦ τὸ πάθος τοῦτο ἐπιχωριάζειν τῇ νήσῳ.
米科诺斯是传说中被赫拉克勒斯消灭的巨人中最后的幸存者所躺卧的岛屿,因此产生了这句谚语: “一切都在一个米科诺斯之下,”适用于那些把在性质上本不相同的事物也归入一个标题之下的人。一些人也因为秃头这一症状在岛上流行而称秃头者为“米科诺斯人”。
Σέριφος δʼ ἐστὶν ἐν ᾗ τὰ περὶ τὸν Δίκτυν μεμύθευται τὸν ἀνελκύσαντα τὴν λάρνακα τοῖς δικτύοις τὴν περιέχουσαν τὸν Περσέα καὶ τὴν μητέρα Δανάην, καταπεποντωμένους ὑπʼ Ἀκρισίου τοῦ πατρὸς τῆς Δανάης· τραφῆναί τε γὰρ ἐνταῦθα τὸν Περσέα φασί, καὶ κομίσαντα τὴν τῆς Γοργόνος κεφαλήν, δείξαντα τοῖς Σεριφίοις ἀπολιθῶσαι πάντας· τοῦτο δὲ πρᾶξαι τιμωροῦντα τῇ μητρί, ὅτι αὐτὴν Πολυδέκτης ὁ βασιλεὺς ἄκουσαν ἄγεσθαι προείλετο πρὸς γάμον συμπραττόντων ἐκείνων.3 οὕτω δʼ ἐστὶ πετρώδης ἡ νῆσος ὥστε ὑπὸ τῆς Γοργόνος τοῦτο παθεῖν αὐτήν φασιν οἱ κωμῳδοῦντες.
塞里福斯是关于狄克提斯的传说发生之地,狄克提斯用网拉起了装有珀耳修斯和其母亲达那厄的箱子,他们曾被达那厄的父亲阿克里西奥斯投入海中。因为人们说珀耳修斯在那里长大,并且当他带回戈耳工的头颅,展示给塞里福斯人看时,使他们全部变成了石头;他这样做是为了给母亲复仇,因为国王波吕代克特斯在那些人的协助下,选择强行娶她为妻。这座岛屿是如此多岩石,以至于喜剧作家们说这是由于戈耳工的缘故而使该岛变成了这样。
τῆνος δὲ πόλιν μὲν οὐ μεγάλην ἔχει, τὸ δʼ ἱερὸν τοῦ Ποσειδῶνος μέγα ἐν ἄλσει τῆς πόλεως ἔξω θέας ἄξιον, ἐν ᾧ καὶ ἑστιατόρια πεποίηται μεγάλα, σημεῖον τοῦ συνέρχεσθαι πλῆθος ἱκανὸν τῶν συνθυόντων αὐτοῖς ἀστυγειτόνων τὰ Ποσειδώνια.
特诺斯没有大城市,但城外林中的波塞冬神庙巨大且值得一游,其中还建造了巨大的宴会厅,这表明有相当数量的邻近城邦的居民聚集于此,共同在波塞冬节献祭。
ἔστι δὲ καὶ Ἀμοργὸς τῶν Σποράδων, ὅθεν ἦν Σιμωνίδης ὁ τῶν ἰάμβων ποιητής, καὶ Λέβινθος καὶ Λέρος … "καὶ τόδε Φωκυλίδου· Λέριοι κακοί, οὐχ ὁ μὲν ὃς δʼ οὔ, πάντες, πλὴν Προκλέους, καὶ Προκλέης Λέριος." διεβέβληντο γὰρ ὡς κακοήθεις οἱ ἐνθένδε ἄνθρωποι.
还有阿莫尔戈斯,它是斯波拉泽斯群岛之一,是双音步讽刺诗人西蒙尼德斯的家乡,还有莱宾托斯和莱罗斯: "这也是福基里德斯的话:莱罗斯人很坏,不是这一个坏而那一个不坏, 而是所有人,除了普罗克莱斯,而普罗克莱斯也是莱罗斯人。" 因为来自那里的人被诽谤为心怀恶意。
- 10.5.6τοῦ διαρκεῖν τοῖς ἄλλοις τὴν τροφήν
带有冠词 τοῦ 的属格不定式结构,表示目的或结果。动词 διαρκεῖν 在此处作及物动词使用(“使充足/维持”),τὴν τροφήν 为其宾格直接宾语,τοῖς ἄλλοις 则是与格(“对其他人而言”)。
- 10.5.6ψηφίσασθαί φασι τοὺς πρεσβυτάτους ἐξ αὐτῶν ἀποθανεῖν
双重对格不定式结构(Accusativus cum Infinitivo)。主语动词 φασί(“他们说”)的主语是泛指的。其补足语不定式 ψηφίσασθαι(“决议”)的隐含主语是前文的“基奥斯人”。而在其内部,不定式 ἀποθανεῖν(“死去”)的逻辑主语则是宾格的 τοὺς πρεσβυτάτους ἐξ αὐτῶν(“他们中最年长的人”)。
- 10.5.10συμπραττόντων ἐκείνων
属格绝对结构(Genitive Absolute)。代词 ἐκείνων 指代“塞里福斯人”,作为现在分词 συμπραττόντων 的逻辑主语。它表明了岛民们协助国王波吕代克特斯强娶达那厄这一背景情况。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
