← 斯特拉波

地理学

§10.4.6-10.4.8

克里特岛的民族分布主要城市与米诺斯传说

本文阐述了克里特岛的多样民族构成与迁徙起源、三大主要城市的地理布局,以及关于米诺斯国王作为立法者与海上霸主的正面与负面双重传奇形象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.4.6

" ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη" φησὶν ὁ ποιητής "ἐν μὲν Ἀχαιοί, ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες, Δωριέες τε τριχάικες δῖοί τε Πελασγοί." τούτων φησὶ Στάφυλος τὸ μὲν πρὸς ἕω Δωριεῖς κατέχειν, τὸ δὲ δυσμικὸν Κύδωνας, τὸ [δὲ] νότιον Ἐτεόκρητας, ὧν εἶναι πολίχνιον Πρᾶσον,1 ὅπου τὸ τοῦ Δικταίου Διὸς ἱερόν· τοὺς δʼ ἄλλους ἰσχύοντας πλέον οἰκῆσαι τὰ πεδία. τοὺς μὲν οὖν Ἐτεόκρητας καὶ τοὺς Κύδωνας αὐτόχθονας ὑπάρξαι εἰκός, τοὺς δὲ λοιποὺς ἐπήλυδας, οὓς ἐκ Θετταλίας φησὶν ἐλθεῖν Ἄνδρων τῆς Δωρίδος μὲν πρότερον νῦν δὲ Ἑστιαιώτιδος λεγομένης· ἐξ ἧς ὡρμήθησαν, ὥς φησιν, οἱ περὶ τὸν Παρνασσὸν οἰκήσαντες Δωριεῖς καὶ ἔκτισαν τήν τε Ἐρινεὸν καὶ Βοιὸν καὶ Κυτίνιον, ἀφʼ οὗ καὶ τριχάικες ὑπὸ τοῦ ποιητοῦ λέγονται. οὐ πάνυ δὲ τὸν τοῦ Ἄνδρωνος λόγον ἀποδέχονται, τὴν μὲν τετράπολιν Δωρίδα τρίπολιν ἀποφαίνοντος,2 τὴν δὲ μητρόπολιν τῶν Δωριέων ἄποικον Θετταλῶν· τριχάικας δὲ δέχονται ἤτοι ἀπὸ τῆς τριλοφίας ἢ ἀπὸ τοῦ τριχίνους εἶναι τοὺς λόφους.

“其言语彼此混杂,”诗人说道,“其中有阿卡亚人,有大仁大义的埃特奥克里特人,有库多尼亚人,有三分其族的多利安人,还有神圣的佩拉斯吉人。” 关于这些人,斯塔菲卢斯说,多利安人占领了东部,库多尼亚人占领了西部,埃特奥克里特人占领了南部,其中普拉索斯是埃特奥克里特人的一个小城,那里有狄克特安宙斯的神庙;而其他力量较强的人则居住在平原。因此,埃特奥克里特人和库多尼亚人很可能是土著,而其余人是外来移民。安德隆说,这些其余的人来自色萨利,来自那片以前被称为多里斯,现在被称为赫斯提哀奥提斯的地区;据他说,居住在帕纳索斯山周围的多利安人就是从那里出发,并建立了埃里内奥斯、博伊翁和基蒂尼翁,这就是为什么他们也被诗人称为“trichaikes”(三分其族或三羽饰者)。但人们并不完全接受安德隆的说法,因为他把原本属于四联市的多里斯说成是三联市,又把多利安人的母邦说成是色萨利人的殖民地;而他们解释“trichaikes”要么源于三种头盔羽饰,要么源于其羽饰是用兽毛做成的。

§10.4.7

πόλεις δʼ εἰσὶν ἐν τῇ Κρήτῃ πλείους μέν, μέγισται δὲ καὶ ἐπιφανέσταται τρεῖς, Κνωσσὸς Γόρτυνα Κυδωνία. διαφερόντως δὲ τὴν Κνωσσὸν καὶ Ὅμηρος ὑμνεῖ μεγάλην καλῶν καὶ βασίλειον τοῦ Μίνω καὶ οἱ ὕστερον. καὶ δὴ καὶ διετέλεσε μέχρι πολλοῦ φερομένη τὰ πρῶτα, εἶτα ἐταπεινώθη καὶ πολλὰ τῶν νομίμων ἀφῃρέθη, μετέστη δὲ τὸ ἀξίωμα εἴς τε Γόρτυναν καὶ Λύττον, ὕστερον δʼ ἀνέλαβε πάλιν τὸ παλαιὸν σχῆμα τὸ τῆς μητροπόλεως. κεῖται δʼ ἐν πεδίῳ κύκλον ἔχουσα ἡ Κνωσσὸς τὸν ἀρχαῖον τριάκοντα σταδίων, μεταξὺ τῆς Λυκτίας καὶ τῆς Γορτυνίας, [διέχουσα τῆς μὲν Γορτύνης] σταδίους διακοσίους,3 τῆς δὲ Λύττου, ἣν ὁ ποιητὴς Λύκτον ὠνόμασεν, ἑκατὸν εἴκοσι· τῆς δὲ θαλάττης Κνωσσὸς μὲν τῆς βορείου πέντε καὶ εἴκοσι, Γόρτυνα δὲ τῆς Λιβυκῆς ἐνενήκοντα, Λύττος δὲ καὶ αὐτὴ τῆς Λιβυκῆς ὀγδοήκοντα. ἔχει δʼ ἐπίνειον τὸ Ἡράκλειον ἡ Κνωσσός.

克里特岛有许多城市,但最大、最著名的有三个:克诺索斯、戈尔廷和库多尼亚。荷马也特别歌颂克诺索斯,称其为伟大的城市和米诺斯的王都,后人也是如此。事实上,在很长一段时间里,它一直保持着首要地位,但后来衰落了,并被剥夺了许多传统和制度,其威望转移到了戈尔廷和吕托斯,不过后来它又重新恢复了昔日母邦的地位。克诺索斯位于平原上,古代周长为三十斯塔迪翁,处于吕克提亚和戈尔廷尼亚之间,距离后者(戈尔廷尼亚)二百斯塔迪翁,距离吕托斯(诗人称为吕克托斯)一百二十斯塔迪翁;至于与海洋的距离,克诺索斯距离北海二十五斯塔迪翁,戈尔廷距离利比亚海九十斯塔迪翁,吕托斯本身距离利比亚海也是八十斯塔迪翁。克诺索斯以赫拉克里翁作为其港口。

§10.4.8

Μίνω δέ φασιν ἐπινείῳ χρήσασθαι τῷ Ἀμνισῷ, ὅπου τὸ τῆς Εἰλειθυίας ἱερόν. ἐκαλεῖτο δʼ ἡ Κνωσσὸς Καίρατος πρότερον ὁμώνυμος τῷ παραρρέοντι ποταμῷ. ἱστόρηται δʼ ὁ Μίνως νομοθέτης γενέσθαι σπουδαῖος θαλαττοκρατῆσαί τε πρῶτος, τριχῆ δὲ διελὼν τὴν νῆσον ἐν ἑκάστῳ τῷ μέρει κτίσαι πόλιν, τὴν μὲν Κνωσσὸν ἐν τῷ4 … … καταντικρὺ τῆς Πελοποννήσου· καὶ αὐτὴ δʼ ἐστὶ προσβόρειος. ὡς δʼ εἴρηκεν Ἔφορος, ζηλωτὴς ὁ Μίνως ἀρχαίου τινὸς Ῥαδαμάνθυος δικαιοτάτου ἀνδρὸς ὁμωνύμου τοῦ ἀδελφοῦ αὐτοῦ, ὃς πρῶτος τὴν νῆσον ἐξημερῶσαι δοκεῖ νομίμοις καὶ συνοικισμοῖς πόλεων καὶ πολιτείαις, σκηψάμενος παρὰ Διὸς φέρειν ἕκαστα τῶν τιθεμένων δογμάτων εἰς μέσον. τοῦτον δὴ μιμούμενος καὶ ὁ Μίνως διʼ ἐννέα ἐτῶν, ὡς ἔοικεν, ἀναβαίνων ἐπὶ τὸ τοῦ Διὸς ἄντρον καὶ διατρίβων ἐνθάδε, ἀπῄει συντεταγμένα ἔχων παραγγέλματά τινα, ἃ ἔφασκεν εἶναι προστάγματα τοῦ Διός· ἀφʼ ἧς αἰτίας καὶ τὸν ποιητὴν οὕτως εἰρηκέναι "ἐνθάδε Μίνως ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής." τοιαῦτα δʼ εἰπόντος οἱ ἀρχαῖοι περὶ αὐτοῦ πάλιν ἄλλους εἰρήκασι λόγους ὑπεναντίους τούτοις, ὡς τυραννικός τε γένοιτο καὶ βίαιος καὶ δασμολόγος, τραγῳδοῦντες τὰ περὶ τὸν Μινώταυρον καὶ τὸν λαβύρινθον καὶ τὰ Θησεῖ συμβάντα καὶ Δαιδάλῳ.

人们说,米诺斯曾将阿姆尼索斯用作港口,那里有埃雷图伊亚的神庙。克诺索斯以前被称为凯拉托斯,与流经其旁的河流同名。据记载,米诺斯成为了一位卓越的立法者,并首次称霸海洋,他将该岛分为三部分,在每个部分建立了一个城市,在对准伯罗奔尼撒的[……]建立了克诺索斯;而这座城市本身也是朝北的。正如埃福罗斯所言,米诺斯是某位古代最公正之人拉达曼迪斯的效仿者,此人与他的兄弟同名,他似乎最早通过法律、城市合并和政体来开化该岛,并声称自己制定的每项法令都是从宙斯那里得来并公之于众的。米诺斯效仿他,显然每九年便登上宙斯的洞穴,并在那里停留,带回一些整理好的训令,他声称这是宙斯的旨意;由于这个原因,诗人也这样说:“米诺斯在此,作为伟大宙斯的密友,每九年称王统治。”虽然古人这样评价他,但他们又流传了与此相反的其他说法,说他专横、残暴、强征贡赋,将关于米诺陶洛斯、迷宫以及忒修斯和代达罗斯的遭遇编成了悲剧般的故事。

语法注4 条
  1. 10.4.6ὧν εἶναι πολίχνιον Πρᾶσον

    关系代名词 ὧν(属格、复数、阳性)的先行词是紧邻的 Ἐτεόκρητας(埃特奥克里特人)。此处属格表示所有或部分关系(“在他们之中”)。不定式 εἶναι 用于间接引语中,转述斯塔菲卢斯的话,其主语为宾格的 πολίχνιον Πρᾶσον。

  2. 10.4.6ἀποφαίνοντος

    现在分词,属格、单数、阳性,与 Ἄνδρωνος 一致。在此处作为表示原因的分词(“因为安德隆将多里斯描绘为三联市”),或者作为以 Ἄνδρωνος 为逻辑主语的属格绝对结构。

  3. 10.4.7μεταξὺ τῆς Λυκτίας καὶ τῆς Γορτυνίας, σταδίους διακοσίους

    表示距离的宾格 stadíous diakosíous(二百斯塔迪翁)指的是克诺索斯距离前文“吕克提亚和戈尔廷尼亚之间”中的后者(戈尔廷尼亚领地)的距离。它与紧随其后的 tês dè Lúttou... hekatòn eíkosi(而距离吕托斯为一百二十斯塔迪翁)形成对比关系。

  4. 10.4.8ἐν τῷ

    文本传抄中存在残缺(lacuna)之处。定冠词 τῷ 后面可能脱落了诸如 μέρει(部分)或 τόπῳ(地方)之类的名词,其原本受到介词短语 καταντικρὺ τῆς Πελοποννήσου(在伯罗奔尼撒对面)的修饰。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.4.6-10.4.8