← 斯特拉波

地理学

§10.2.10-10.2.11

荷马史诗中的凯法莱尼亚人与周边岛屿考

斯特拉波探讨了荷马史诗中“凯法莱尼亚人”的适用范围,以及“萨摩斯”、“萨梅”和“意萨卡”等地理名称(指代岛屿还是城市)的模糊性,并分析了阿波罗多罗斯等学者的不同解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.2.10

Κεφαλλῆνας δὲ νῦν μὲν τοὺς ἐκ τῆς νήσου τῆς Κεφαλληνίας λέγουσιν, Ὅμηρος δὲ πάντας τοὺς ὑπὸ τῷ Ὀδυσσεῖ, ὧν εἰσι καὶ οἱ Ἀκαρνᾶνες· εἰπὼν γάρ "αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας, οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον" (τὸ ἐν ταύτῃ ὄρος ἐπιφανές, ὡς καί "οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων" καὶ αὐτοῦ τοῦ Δουλιχίου τῶν Ἐχινάδων ὄντος·1 καί "οἳ δʼ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα" καὶ τοῦ Βουπρασίου ἐν Ἤλιδι ὄντος· [καί] "οἳ δʼ Εὔβοιαν ἔχον καὶ Χαλκίδα τʼ Εἰρέτριάν τε" καὶ τούτων ἐν Εὐβοίᾳ οὐσῶν· καί "Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι" ὡς καὶ ἐκείνων Τρώων ὄντων)· πλὴν μετά γε Νήριτον φησί "καὶ Κροκύλειʼ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν, οἵ τε Ζάκυνθον ἔχον ἠδʼ οἳ Σάμον ἀμφενέμοντο, οἵ τʼ ἤπειρον ἔχον ἠδʼ ἀντιπέραιʼ ἐνέμοντο." ἤπειρον μὲν οὖν τὰ ἀντιπέρα τῶν νήσων βούλεται λέγειν, ἅμα τῇ Λευκάδι καὶ τὴν ἄλλην Ἀκαρνανίαν συμπεριλαβεῖν βουλόμενος, περὶ ἧς καὶ οὕτω λέγει "δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι, τόσα πώεα μήλων," τάχα τῆς Ἠπειρώτιδος τὸ παλαιὸν μέχρι δεῦρο διατεινούσης καὶ ὀνόματι κοινῷ ἠπείρου λεγομένης· Σάμον δὲ τὴν νῦν Κεφαλληνίαν, ὡς καὶ ὅταν φῇ "ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης." τῷ γὰρ ἐπιθέτῳ τὴν ὁμωνυμίαν διέσταλται,2 ὡς οὐκ ἐπὶ τῆς πόλεως ἀλλʼ ἐπὶ τῆς νήσου τιθεὶς τοὔνομα. τετραπόλεως γὰρ οὔσης τῆς νήσου μία τῶν τεττάρων ἐστὶν ἡ καὶ Σάμος καὶ Σάμη καλουμένη καθʼ ἑκάτερον τοὔνομα, ὁμωνυμοῦσα τῇ νήσῳ. ὅταν δʼ εἴπῃ "ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ," τῶν νήσων ἀριθμὸν ποιῶν δῆλός ἐστι3 καὶ Σάμην καλῶν τὴν νῆσον, ἣν πρότερον Σάμον ἐκάλεσεν. Ἀπολλόδωρος δὲ τοτὲ μὲν τῷ ἐπιθέτῳ λέγων διεστάλθαι τὴν ἀμφιβολίαν εἰπόντα "Σάμοιό τε παιπαλοέσσης," ὡς τὴν νῆσον λέγοντα, τοτὲ δὲ γράφεσθαι δεῖν "Δουλιχίῳ τε Σάμῳ τε" ἀλλὰ μή Σάμῃ τε δῆλός ἐστι τὴν μὲν πόλιν Σάμην καὶ Σάμον συνωνύμως ὑπολαμβάνων ἐκφέρεσθαι, τὴν δὲ νῆσον Σάμον μόνον· ὅτι γὰρ Σάμη λέγεται ἡ πόλις δῆλον εἶναι ἔκ τε τοῦ διαριθμούμενον τοὺς ἐξ ἑκάστης πόλεως μνηστῆρας φάναι "ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασι," καὶ ἐκ τοῦ περὶ τῆς Κτιμένης λόγου "τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν." ἔχει δὲ ταῦτα λόγον. οὐ γὰρ εὐκρινῶς ἀποδίδωσιν ὁ ποιητὴς οὔτε περὶ τῆς Κεφαλληνίας οὔτε περὶ τῆς Ἰθάκης καὶ τῶν ἄλλων πλησίον τόπων, ὥστε καὶ οἱ ἐξηγούμενοι διαφέρονται καὶ οἱ ἱστοροῦντες.

现在人们把源自凯法莱尼亚岛的人称为“凯法莱尼亚人”,而荷马则以此称呼奥德修斯统辖下的所有人,其中也包括阿卡纳尼亚人;因为他说:“而奥德修斯率领着凯法莱尼亚人,他们占有意萨卡和树叶摇曳的内里托斯,”(这是该岛上一座显著的山,正如在“那些来自杜利基翁和神圣的埃奇纳德斯群岛的人”中,杜利基翁本身就属于埃奇纳德斯群岛;以及“那些占有布普拉西翁和埃利斯的人”,而布普拉西翁就在埃利斯境内;以及“那些占有埃维亚、哈尔基斯和埃雷特里亚的人”,而这些地方都在埃维亚境内;以及“特洛伊人、吕基亚人和达达尼亚人”,因为那些人也同样是特洛伊人);无论如何,在内里托斯之后他说: “他们还居住在克罗基莱亚和险峻的埃吉利普斯,以及那些占有扎昆索斯和居住在萨摩斯周围的人,以及那些占有大陆和居住在对岸的人。” 因此,关于“大陆”,他意指诸岛的对岸,希望将莱夫卡斯与阿卡纳尼亚的其他部分一并包括在内,关于这片土地,他也曾这样说: “大陆上有十二群牛,同等数量的羊群,”这大概是因为在古代,伊庇鲁斯一直延伸到这个地方,并被称为“大陆”这一通用名称;而他所说的“萨摩斯”是指现在的凯法莱尼亚,正如他所说的:“在意萨卡与险峻的萨摩斯之间的海峡中。”因为他用这个形容词区分了同名的模糊性,将这个名字用于岛屿而非城市。因为该岛由四个城市组成,四个城市中的一个是同时被称为萨摩斯和萨梅的,无论用哪个名字,都与岛屿同名。但当他说:“所有在诸岛中拥有统治权的主流贵族们,无论是在杜利基翁、萨梅还是在森林茂密的扎昆索斯,”显然他是在对岛屿进行列举,并将他先前称为萨摩斯的岛屿称为萨梅。然而阿波罗多罗斯——一方面说当他写道“以及险峻的萨摩斯”时,歧义已被形容词所消除,指的是岛屿,另一方面又说应当写作“杜利基翁与萨摩斯”而非“与萨梅”——显然他假定城市可以同义地表达为萨梅和萨摩斯,而岛屿则仅表达为萨摩斯。因为城市被称为萨梅,这显然也是因为,当他列举来自各个城市的求婚者时,他说:“而来自萨梅的有二十四人,”以及从关于克提墨涅的记述中:“此后他们确实将她嫁往萨梅。”这些论点是有道理的。因为诗人关于凯法莱尼亚、意萨卡以及附近其他地方的叙述都不够清晰,以致于注释家和历史学家们的意见也各不相同。

§10.2.11

αὐτίκα γὰρ ἐπὶ τῆς Ἰθάκης ὅταν φῇ "οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον," ὅτι μὲν τὸ Νήριτον ὄρος λέγει τῷ ἐπιθέτῳ δηλοῖ. ἐν ἄλλοις δὲ καὶ ῥητῶς ὄρος "ναιετάω δʼ Ἰθάκην εὐδείελον· ἐν δʼ ὄρος αὐτῇ, Νήριτον εἰνοσίφυλλον ἀριπρεπές." Ἰθάκην δʼ εἴτε τὴν πόλιν εἴτε τὴν νῆσον λέγει, οὐ δῆλον ἐν τούτῳ γε τῷ ἔπει "οἵ ῥʼ Ἰθάκην εἶχον καὶ Νήριτον." κυρίως μὲν γὰρ ἀκούων τις τὴν πόλιν δέξαιτʼ ἄν, ὡς καὶ Ἀθήνας καὶ Λυκαβηττὸν εἴ τις λέγοι, καὶ Ῥόδον καὶ Ἀτάβυριν, καὶ ἔτι Λακεδαίμονα καὶ Ταΰγετον· ποιητικῶς δὲ τοὐναντίον.4 ἐν μέντοι τῷ "ναιετάω δʼ Ἰθάκην εὐδείελον· ἐν δʼ ὄρος αὐτῇ Νήριτον" [δῆλον]· ἐν γὰρ τῇ νήσῳ οὐκ ἐν τῇ πόλει τὸ ὄρος. ὅταν δὲ οὕτω φῇ "ἡμεῖς ἐξ Ἰθάκης ὑπὸ Νηίου εἰλήλουθμεν," ἄδηλον, εἴτε τὸ αὐτὸ τῷ Νηρίτῳ λέγει τὸ Νήιον εἴτε ἕτερον ἢ ὄρος ἢ χωρίον.

例如,关于意萨卡,当他说“占有意萨卡和树叶摇曳的内里托斯的人”时,他通过形容词表明他所说的内里托斯是一座山。在其他地方他也明确地称之为山: “我居住在清晰可见的意萨卡;其中有一座山,即树叶摇曳、格外瞩目的内里托斯。” 但他所说的“意萨卡”究竟是指城市还是指岛屿,至少在“占有意萨卡和内里托斯的人”这一诗句中是不明确的。因为如果按严格字面意思理解,人们会将其理解为城市,就像如果有人说“雅典和利卡贝托斯”、“罗得和阿塔比里斯”,以及“拉刻代蒙和泰格托斯”一样;但相反地,在诗歌表达中则指岛屿。然而,在“我居住在清晰可见的意萨卡,其中有内里托斯山”这一句中,显然指的是岛屿;因为山是在岛上,而不是在城市里。当他又说“我们来自内翁治下的意萨卡”时,尚不清楚他所说的内翁是指与内里托斯相同的地方,还是指另外一座山或另一个地点。

语法注4 条
  1. 10.2.10αὐτοῦ τοῦ Δουλιχίου τῶν Ἐχινάδων ὄντος

    由名词 αὐτοῦ τοῦ Δουλιχίου 与现在分词 ὄντος 构成的属格独立结构。前接的 ὡς 给“杜利基翁本身属于埃奇纳德斯群岛”这一事实增添了主观解释或原因的色彩(以……为由,虽然……)。

  2. 10.2.10διέσταλται

    动词 διαστέλλω(区分)的完成时中被动语态第三人称单数。此处既可理解为“中动语态”,意为主语(荷马)主动做出了区分;也可以理解为“被动语态”,意为“(同名异义的模糊性)已被区分”。在上下文中,作为中动语态阅读更为自然。

  3. 10.2.10δῆλός ἐστι

    由 δῆλός ἐστι 搭配分词 ὑπολαμβάνων 构成的个人非人称结构(personal construction),意为“显然阿波罗多罗斯假定……”。由于中间插入了由 τοτὲ μὲν ... τοτὲ δὲ ... 引导的冗长对比从句,句子的主格主语 Ἀπολλόδωρος 与主谓语 δῆλός ἐστι 之间发生了大幅度的离隔。

  4. 10.2.11τοὐναντίον

    对比结构中动词短语的省略。承接前半句的 ἄν 搭配希求语气(δέξαιτʼ ἄν,“人们会理解为……”),后半句的 ποιητικῶς δὲ τοὐναντίον 应当补足省略部分,理解为“相反地,在诗意表达中人们会理解为岛屿(δέξαιτʼ ἂν τὴν νῆσον)”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.2.10-10.2.11