- 底本
- Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0093.tlg010x07.humanitext-grc1:1-7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
本文将晕厥定义为呼吸区域内热量的丧失或冷却,并探讨了外部过热、体液流失、沐浴后的温度变化以及快乐或痛苦等心理因素如何通过破坏热量平衡来导致身体虚脱。
Ὅτι ἡ λειποψυχία1 στέρησις ἢ κατάψυξις τοῦ θερμοῦ περὶ τὸν ἀναπνευστικὸν τόπον· τοῦτο δὲ συμβαίνει ἢ ὑπὸ τοῦ ψυχροῦ ἢ καὶ ὑπʼ αὐτοῦ τοῦ θερμοῦ τὸ γὰρ πλέον πῦρ ἀναιρεῖ τὸ ἔλαττον· μαρτυρεῖ δὲ καὶ ἡ πεῖρα· ὑπὸ γὰρ πνίγους ἢ ἄλλης θέρμης καὶ μάλιστα πολλῆς, ἀθρόον τούτων προσπεσόντων ἡμῖν ἐκλυόμεθα καὶ λειποθυμοῦμεν· καταμαραίνεται γὰρ τὸ ἐν ἡμῖν θερμὸν κατάψυξιν οὐ λαμβάνον.
晕厥是呼吸区域内热量的丧失或冷却;这发生于冷,或由于热量本身;因为较多的火会消灭较少的火。经验也证明了这一点;因为在闷热或其他热气(特别是极度炎热)之下,当这些突然侵袭我们时,我们会感到虚脱并晕厥;因为我们体内的热量由于没有得到冷却而消亡。
Τάχα δὲ καὶ τὴν ἀναπνοὴν ὅλως τὸ πνῖγος κωλύει, ὅθεν καὶ πνῖγος ὠνομάσθη· πνίγεται γὰρ ἢ καὶ πνιγομένῳ ὅμοιός ἐστιν ὁ μὴ δυνάμενος ἀναπνεῖν. Μαρτυρεῖ δὲ καὶ ἡ διὰ τῶν λουτρῶν καὶ πυριάσεων ἔκλυσις· δῆλον γὰρ ὡς αἱ τοιαῦται ἐκλύσεις τῷ θερμῷ καὶ διὰ τὸ θερμὸν γίνονται μαραίνοντος τοῦ ἔξωθεν θερμοῦ τὸ ἐν ἡμῖν σύμφυτον.2
或许闷热也完全阻碍了呼吸,因此它被称为“pnigos”(闷热);因为无法呼吸的人,要么正在窒息,要么就像正在窒息的人一样。沐浴和熏蒸引起的虚脱也证明了这一点;因为显而易见,此类虚脱是由于热量并因热量而产生的,外在的热量使我们体内的先天热量消退。
Γίνεται δὲ λειποψυχία καὶ τῶν ἐν οἷς πέφυκεν ἡ θερμότης ἐκλιπόντων3 οἷον αἵματος ἢ τῆς φυσικῆς ἁπλῶς ὑγρότητος, ὥσπερ ἐν ταῖς αἱμορραγίαις καὶ ἐν ταῖς τῆς γαστρὸς φοραῖς ὁρῶμεν λειποψυχοῦντας. Καὶ διὰ πόνους δὲ γίνονται ἐκλύσεις.
当热量天然存在于其中的事物(例如血液或单纯的自然体液)流失时,也会发生晕厥,正如我们看到人们在出血和腹泻时会晕厥。此外,因疼痛也会引起虚脱。
Ὅτι τὸ πλέον θερμὸν λειποψυχίαν ποιεῖ καὶ ὡς μαραῖνον τὸ ἔλαττον καὶ ὡς κωλύον τὴν ἀναπνοὴν καὶ ἔτι ὡς μὴ παραχωροῦν4 τῇ καταψύξει εἴσοδον. Ὅτι διὰ τοῦτο ὡς ἐπὶ τὸ πολὺ λουόμενοι μὲν οὐ λειποψυχοῦσι παυσάμενοι δὲ μᾶλλον, διότι τὴν ὑγρότητα τὴν γινομένην ἀπὸ τῆς συντήξεως λουομένων μὲν θερμὴν εἶναι συμβαίνει, λουσαμένων δὲ ψύχεσθαι· ψυχρὰ δὲ οὖσα καὶ ἐμπίπτουσα κυρίοις τόποις ποιεῖ λειποψυχίαν.
较多的热量引起晕厥,既因为它消退了较少的热量,又因为它阻碍了呼吸,还因为它不给冷却提供进入的余地。因此,在大多数情况下,人们在沐浴时不会晕厥,而在沐浴停止后反而更容易晕厥;因为由消溶产生的体液在沐浴时是热的,但在沐浴结束后会变冷;而冷下来的体液侵入重要部位,就会引起晕厥。
Εἰ μὴ ἄρα καὶ ἡ ἄνεσις αὐτὴ τοῦ πνεύματος προεκλύει· διότι καὶ κατέχειν κελεύουσιν ἐν ταῖς λειποψυχίαις τὸ πνεῦμα· κωλύει γὰρ ὁ κατέχων ἐξιέναι τὸ θερμὸν, ὁ δʼ ἀνιεὶς ἐνδίδωσιν.
除非,正是呼吸本身的松弛预先导致了虚脱;因为在晕厥时,人们也嘱咐要屏住呼吸;因为屏气者阻止热量散失,而放松者则放任其散失。
Ὅτι ὁ ῥαίνων ὕδατι τοὺς λειποψυχοῦντας συμφράττων καὶ πυκνῶν τοὺς πόρους καὶ συναθροίζων ἐντὸς τὸ θερμὸν, — ἀντιπερίσταται γὰρ, — ὠφελεῖ.
向晕厥者洒水的人,通过闭合和收缩毛孔并将热量聚集在内部(因为产生了逆包围作用)而起到帮助作用。
Ὅτι ἡδοναὶ καὶ λύπαι ποιοῦσι λειποψυχίαν· καὶ γὰρ ἀμφότεραι πλῆθος ὑγρότητος ἐπάγουσιν, ἡ μὲν ἡδονὴ τῷ συντήκειν και διαχεῖν, ἡ λύπη δὲ τῷ πηγνύειν· ὅταν οὖν ἡ ὑγρόχεῖν.5
快乐和痛苦会引起晕厥;因为两者都会带来大量的体液,快乐通过消溶和扩散,而痛苦通过凝固。因此,当体液……
- 1Ὅτι ἡ λειποψυχία
句首的 Ὅτι 是宣示性或总结性的连词,常见于亚里士多德《问题集》等学术摘录中,意为“关于……”或“……这件事”。主句动词被省略,通常后接名词短语或不定式短语。
- 2μαραίνοντος τοῦ ἔξωθεν θερμοῦ τὸ ἐν ἡμῖν σύμφυτον
属格绝对(genitive absolute)结构。逻辑主语是 τοῦ ἔξωθεν θερμοῦ(外在的热量),而 τὸ ἐν ἡμῖν σύμφυτον 是及物动词分词 μαραίνοντος 的直接宾语。根据上下文,súmphuton(先天的、生来的)之后省略了名词“热”(thermon)。
- 3τῶν ἐν οἷς πέφυκεν ἡ θερμότης ἐκλιπόντων
属格绝对结构,其中 tōn ... ekliypóntōn 构成了基本框架,关系从句 en hoῖs péphyken hē thermótēs(热量天然存在于其中的事物)嵌套于其中。关系代词 hoῖs 的先行词是关系从句前被省略的指示代词 tōn [ekeinōn](那些事物)。
- 4καὶ ὡς μαραῖνον τὸ ἔλαττον καὶ ὡς κωλύον τὴν ἀναπνοὴν καὶ ἔτι ὡς μὴ παραχωροῦν
连词 hōs +三个分词(maraῖnon、kōlýon、parachōroῦn)并列,用以解释理由或依据(“因为……”)。它们并列连接了热量引起晕厥的三个机制维度。
- 7ὅταν οὖν η ὑγρόχεῖν
手稿传抄过程中的重大文本破损(脱漏或讹误)。其中的 η 应为定冠词 ἡ,而 ὑγρόχεῖν 可能是 ὑγρότης 与动词 χέηται(或 ἐκχυθῇ 等)的混淆与破损。因此,译文保留了其不完整句子的状态。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(3 处,最近 2026-09-22)
- 2026-09-22 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 原文 2 处
