← 泰奥弗拉斯托斯

形而上学

§8-11

天球运动的原因与彻底解释的要求

塞奥弗拉斯特提出了关于天球数量及其运动的难题,探讨了它们为何追求运动而非静止,以及它们是否具有灵魂。他批评了那些在解释现实时半途而废的学者,并引用毕达哥拉斯学派的欧律托斯作为彻底解释事物的典范。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8

τὸ δὲ κατὰ τὸ πλῆθος τῶν σφαιρῶν τῆς αἰτίας1 μείζονα ζητεῖ λόγον· οὐ γὰρ ὅ γε τῶν ἀστρολόγων. ἄπορον δὲ καὶ πῶς ποτὲ φυσικὴν ὄρεξιν ἐχόντων οὐ τὴν ἠρεμίαν διώκουσιν ἀλλὰ τὴν κίνησιν. τί οὖν ἅμα τῇ μιμήσει φασὶν ἐκεῖνο ὅσοι τε τὸ ἓν καὶ ὅσοι τοὺς ἀριθμοὺς λέγουσιν; καὶ γὰρ αὐτοὶ τοὺς ἀριθμούς φασι τὸ ἕν. εἰ δὴ ἔφεσις, ἄλλως τε καὶ τοῦ ἀρίστου, μετὰ ψυχῆς. εἰ μή τις λέγοι καθ’ ὁμοιότητα καὶ διαφορὰν ἔμψυχα εἶναι τὰ κινούμενα. ψυχὴ δ’ ἅμα δοκεῖ καὶ κίνησις ὑπάρχειν· ζωὴ γὰρ τοῖς ἔχουσιν, ἀφ’ ἧς καὶ αἱ ὀρέξεις πρὸς ἕκαστον, ὥσπερ καὶ τοῖς ζώοις, ἐπεὶ καὶ αἱ αἰσθήσεις καίπερ ἐν τῷ πάσχειν οὖσαι δι’ ἑτέρων ὅμως ἔμψυχοι γίγνονται.

按照天球数量来解释原因,需要更深入的讨论;因为天文学家的解释确实是不够的。同样令人困惑的是,当它们拥有自然欲求时,究竟为什么它们追求的不是静止而是运动。那么,那些主张“一”和主张“数”的人,在谈到这种“模仿”时,究竟指的是什么?因为他们自己也说数就是“一”。如果确实存在渴求,尤其是对最善之物的渴求,那它就必须伴随灵魂,除非有人会说,运动的事物是根据相似性和差异性而具有灵魂的。而灵魂与运动似乎同时存在,因为对于拥有它的事物来说,它就是生命,由此也产生了对每种事物的欲求,正如在动物中一样;因为感觉虽然是通过其他事物处于受动状态,但它仍旧是有灵魂的活动。

§9

εἰ δ’ οὖν τῆς κυκλικῆς αἴτιον τὸ πρῶτον οὐ τῆς ἀρίστης ἂν εἴη· κρείττων γὰρ ἡ τῆς ψυχῆς καὶ πρώτη δὴ καὶ μάλιστα ἡ τῆς διανοίας ἀφ’ ἧς καὶ ἡ ὄρεξις. τάχα δὲ καὶ τοῦτ’ ἄν τις ἐπιζητήσειε διὰ τί τὰ κυκλικὰ μόνον ἐφετικὰ, τῶν δὲ περὶ τὸ μέσον οὐθὲν καίπερ κινητῶν ὄντων, πότερον ὡς ἀδύνατα ἢ ὡς οὐ διικνουμένου τοῦ πρώτου. ἀλλὰ τοῦτό γ’ ἄτοπον εἰ δι’ ἀσθένειαν· ἰσχυρότερον γὰρ ἄν τις ἀξιώσειε τοῦ Ὁμήρου Διὸς ὅς φησιν ‚αὐτῇ κεν γαίῃ ἐρύσαιμ’ αὐτῇ τε θαλάσσῃ.‘ἀλλὰ λοιπὸν ὥσπερ ἄδεκτόν τι καὶ ἀσύνθετον εἶναι.2

如果第一者是圆周运动的原因,那它就不是最善运动的原因;因为灵魂的活动更优越,而思维的活动确实是首要且最主要的,欲求也由此产生。也许有人还会追问这一点:为什么只有进行圆周运动的事物才具有渴求,而中心周围的事物虽然是可运动的,却全无渴求——是因为它们无能为力,还是因为第一者无法到达它们。但如果这是因为软弱,那至少是荒谬的;因为人们会断定它比荷马笔下的宙斯更强大,宙斯说:“连大地本身和海洋本身,我都能拉上来。”相反,剩下的解释只能是,中心的事物如同是无法接受且不相配合的。

§10

τάχα δὲ πρότερον ζητήσειεν ἄν τις πῶς ἔχει, πότερα μέρη ταῦτα ἢ οὐ μέρη τοῦ οὐρανοῦ, καὶ εἰ μέρη, πῶς μέρη. νῦν γὰρ οἷον ἀπεωσμένα τῶν ἐντιμοτάτων οὐ μόνον κατὰ τὰς χώρας ἀλλὰ καὶ κατὰ τὴν ἐνέργειαν, εἴπερ ἡ κυκλικὴ τοιαύτη. συμβαίνει γὰρ οἷον κατὰ συμβεβηκὸς ὑπὸ τῆς κυκλικῆς περιφορᾶς καὶ εἰς τοὺς τόπους καὶ εἰς ἄλληλα τὰς μεταβολάς. εἰ δὲ καὶ τὸ ἄριστον ἀπὸ τοῦ ἀρίστου κάλλιον ἄν τι παρὰ τοῦ πρώτου δέοι τῆς κυκλοφορίας, εἰ μὴ ἄρ’ ἐκωλύετο3 τῷ μὴ δύνασθαι δέχεσθαι. τὸ γὰρ δὴ πρῶτον καὶ θειότατον πάντα τὰ ἄριστα βουλόμενον. τάχα δὲ τοῦτο μὲν οἷον ὑπέρβατόν τι καὶ ἀζήτητον. ἀξιοῖ γὰρ ὁ τοῦτο λέγων ἅπανθ’ ὅμοια, καὶ ἐν τοῖς ἀρίστοις εἶναι μικράν τινα ἢ μηδεμίαν ἔχοντα διαφοράν.

但也许人们应该先追问情况究竟如何:这些究竟是天的一部分还是不是天的一部分,如果是部分,又是以何种方式作为部分的。因为目前,如果圆周运动确实是那样的,那么它们不仅在位置上,而且在活动上,都如同被排除在最尊贵的事物之外。因为由于圆周旋转,无论是在位置上还是在彼此之间的变化,都是如同偶然发生的。如果最善者出自最善者,那么从第一者那里理应产生比圆周运动更美好的东西,除非确实是因为无法接受而受到阻碍。因为第一且最神圣者期望一切都是最善的。但这或许是一种过度的、不应探求的问题。因为说这话的人要求一切事物都是相似的,且在最善的事物之间只有极小或根本没有区别。

§11

τόδε δ’ ἄν τις ἴσως ἀπορήσειε πρὸς αὐτὸν τὸν πρῶτον οὐρανὸν ἀναφέρων πότερον ἡ περιφορὰ τῆς οὐσίας ἐστὶν αὐτοῦ καὶ ἅμα τῷ πεπαῦσθαι φθείροιτ’ ἂν, ἢ εἴπερ ἐφέσει τινὶ καὶ ὀρέξει κατὰ συμβεβηκὸς· εἰ μὴ ἄρα σύμφυτον αὐτῷ τὸ ὀρέγεσθαι καὶ οὐδὲν κωλύει τοιαῦτ’ ἄττα τῶν ὄντων ὑπάρχειν. ἴσως δ’ ἂν εἴη καὶ ἀφελόντα τὴν ὄρεξιν ὑπὲρ αὐτῆς τῆς κινήσεως ἀπορεῖν εἰ ἀφαιρεθεῖσα φθείροι [ἄν] τὸν οὐρανόν. καὶ τοῦτο μὲν ὥσπερ ἑτέρων λόγων. ἀπὸ δ’ οὖν ταύτης ἢ τούτων τῶν ἀρχῶν ἀξιώσειεν ἄν τις. τάχα δὲ καὶ ἀπὸ τῶν ἄλλων ἀρχῶν ἄν τις τιθῆται τὰ ἐφεξῆς εὐθὺς ἀποδιδόναι καὶ μὴ μέχρι του προελθόντα παύεσθαι· τοῦτο γὰρ τελέου καὶ φρονοῦντος,4 ὅπερ Ἀρχύτας ποτ’ ἔφη ποιεῖν Εὔρυτον διατιθέντα τινὰς ψήφους. λέγειν γὰρ ὡς ὅδε μὲν ἀνθρώπου ὁ ἀριθμὸς, ὅδε δὲ ἵππου, ὅδε δ’ ἄλλου τινὸς τυγχάνει. νῦν δ’ οἵ γε πολλοὶ μέχρι τινὸς ἐλθόντες καταπαύονται.

也许有人会感到困惑,将问题指向第一天体本身:这种旋转究竟是其本性(实体)的一部分,以至于一旦停止它就会灭亡,还是如果确实是由于某种渴求和欲求,那它就是偶然的;除非渴求对它来说是天生的,并且没有什么能阻止在存在物中存在此类事物。或者,也许有人在排除欲求之后,单就运动本身提出疑问:如果运动被移除,天体是否会毁灭。而这确实如同属于其他的讨论。无论如何,人们都会从这个或这些原理出发提出要求。也许,即使人们设定了其他原理,也应该立即说明接下来的事情,而不能在进行到某一步时就停下来;因为这是完美而有智慧的人的特征,正如阿尔库塔斯曾说欧律托斯在排列某些棋子(小石子)时所做的那样。因为他说,这个是人的数,这个是马的数,这个碰巧是其他某种事物的数。然而现在的多数人,走到某一步就停下来了。

语法注4 条
  1. 8τὸ δὲ κατὰ τὸ πλῆθος τῶν σφαιρῶν τῆς αἰτίας

    定冠词 τὸ 与后面的介词短语 κατὰ τὸ πλῆθος... 结合,构成一个名词性短语,意为“根据天球数量来[解释]原因[这件事]”。τῆς αἰτίας 是宾格性属格,指对原因的确定或说明。

  2. 9ἀλλὰ λοιπὸν ὥσπερ ἄδεκτόν τι καὶ ἀσύνθετον εἶναι

    不定式 εἶναι 在此作为独立不定式使用(或用于省略的主格/宾格与不定式结构中),用以表明从前文中得出的逻辑结论:“剩下的解释只能是……”

  3. 10κάλλιον ἄν τι παρὰ τοῦ πρώτου δέοι τῆς κυκλοφορίας, εἰ μὴ ἄρ’ ἐκωλύετο

    这是一个混合条件句。条件从句(前件)使用直说法未完成过去时(ἐκωλύετο),表示与现在事实相反的假设;而主句(后件)使用 ἄν 加上希求法(δέοι ἄν),表示潜在的可能性或合理的推测。

  4. 11τοῦτο γὰρ τελέου καὶ φρονοῦντος

    属格 τελέου καὶ φρονοῦντος 是特征属格(或谓语性属格),意为“因为这是完美且有智慧的人的特征”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-14)
  • 2026-11-14 AI校阅 — 注 1 处
  • 2026-11-14 AI校阅 — 译文 1 处
  • 2026-10-12 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0093.tlg006.humanitext-grc1:8-11