- 底本
- Aristotle. Divisiones quae vulgo dicuntur Aristoteleae. Mutschmann, Hermann, editor. Leipzig: Teubner, 1906.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg048.humanitext-grc1:B.57-B.64
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
在§B.57中讨论了灵魂、身体及外部事物的各种“恶”之间的类似性(对应关系)。在§B.59中定义了丧失知识的三种原因。在§B.64中以动物、图形和数字为例,解释了“类”与“种”的区别。
τῶν κακῶν ὁμοιότης. τῶν κακῶν ὁμοιότης τῶν περὶ τὴν ψυχὴν καὶ ⟨τῶν περὶ⟩ τὸ σῶμα καὶ τῶν ἐκτός ἐστιν αὕτη. ἐν τῇ ψυχῇ μέν ἐστιν ἀδικία κάκιστα τὴν ψυχὴν διατιθεῖσα, ἐν δὲ τῷ σώματι νόσος κάκιστα διατιθεῖσα τὸ σῶμα, ἐν δὲ τοῖς ἐκτὸς ἀτυχία κάκιστα διατιθεῖσα τὰς ἐκτὸς πράξεις· καὶ ταύτῃ λαμβάνεται ἡ ὁμοιότης τῶν κακῶν τούτων. καὶ πάλιν ἐν μὲν ψυχῇ ἀφροσύνη ἀρρωστία τίς ἐστι καὶ ἀλογιστία ψυχῆς, ἐν δὲ σώματι καχεξία ἀρρωστία ἐστίν, ἐν δὲ τοῖς ἐκτὸς ἀδοξία· προπηλακισμὸν γὰρ καὶ ἀρρωστίαν καὶ ὀλιγωρίαν περὶ τὰ ἄλλα τινὰ ἐμποιεῖ ταῖς ἐκτὸς πράξεσι. καὶ ταύτῃ πάλιν λαμβάνεται τῶν κακῶν τούτων ἡ ὁμοιότης. καὶ πάλιν ἐν μὲν ψυχῇ δειλία οὖσα ἐκπληκτικὰς καὶ πάντων ἥττους τῶν φόβων παρασκευάζει τὰς ψυχάς, ἐν δὲ σώματι ἀσθένεια πάντων τῶν πόνων ἡττᾶσθαι τὰ σώματα παρασκευάζει, ἐν δὲ τοῖς ἐκτὸς ἐχθροὶ ὄντες ἀσθενῆ περὶ τὰς ἐκτὸς πράξεις καὶ εὐκαταφρόνητον ποιοῦσιν· ᾧ γὰρ πολλοί εἰσιν ἐχθροὶ οὐδὲν τούτῳ ῥαδίως ὑπάρχει.1 καὶ ἔστιν ἡ μὲν δειλία ἐν φόβῳ εὐκαταφρονήτους ποιοῦσα, ἡ δὲ ἀσθένεια ἐν πόνοις εὐκαταφρόνητον τὸ σῶμα ποιεῖ, ἡ δὲ ἔχθρα ἐν πράξεσι ταῖς ἐν βίῳ. καὶ πάλιν ἡ μὲν ἀσωτία καὶ ἀκολασία αἰσχρὰν τὴν ψυχὴν καὶ ἄκοσμον παρασκευάζει, τὸ δὲ αἶσχος ἐν σώματι ὂν αἰσχρὸν τὸ σῶμα καὶ ἄκοσμον παρασκευάζει, ἡ δὲ πενία ἐκτὸς οὖσα αἰσχρὸν βίον παρασκευάζει. καὶ ταύτῃ λαμβάνεται τῶν κακῶν τούτων ἡ ὁμοιότης.
恶的类似性。 关于灵魂的恶、关于身体的恶以及外部的恶,其类似性如下。 在灵魂中存在着不义,使灵魂处于最坏的状态;在身体中存在着疾病,使身体处于最坏的状态;在外部事物中存在着不幸,使外部的活动处于最坏的状态。以此方式,接受了这些恶的类似性。 再者,在灵魂中存在着愚行,它是灵魂的某种疾病和无理性;在身体中存在着健康不良,它是一种疾病;在外部事物中存在着不名誉;因为不名誉对外部活动产生侮辱、无力和对其他某些事物的轻视。以此方式,再次接受了这些恶的类似性。再者,存在于灵魂中的懦弱使灵魂畏缩并屈服于一切恐惧,而身体中的虚弱使身体屈服于一切劳苦,而在外部的敌人使人在外部活动中软弱并易受轻视;因为对于拥有许多敌人的人来说,没有任何事物是容易获得的。懦弱是在恐惧中使人易受轻视,虚弱是在劳苦中使身体易受轻视,而敌意则是在生活中的活动中如此。 再者,放荡与放纵使灵魂丑陋且无秩序,而存在于身体中的丑陋使身体丑陋且无秩序,在外部的贫困则带来丑陋的生活。以此方式,接受了这些恶的类似性。
ἡ ἀποβολὴ τῆς ἐπιστήμης. διαιρεῖται ἡ ἀποβολὴ τῆς ἐπιστήμης εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐὰν φθαρῇ οὗπέρ ἐστιν ἡ ἐπιστήμη,2 ἓν δὲ ἐὰν λήθη γένηται, ἓν δὲ ἐὰν ὁ ἔχων τὴν ἐπιστήμην φθαρῇ. ἐὰν μὲν οὖν οὗ ἐστιν ἡ ἐπιστήμη φθαρῇ οἷον Σωκράτης, οὐκ ἔτι ἔστιν ἐπιστήμη· ἔφθαρται γάρ. ἐὰν δὲ λήθη γένηται, καὶ οὕτως ἀποβάλλομεν τὴν ἐπιστήμην. ἐὰν δὲ ὁ ἔχων τὴν ἐπιστήμην φθαρῇ ἄνθρωπος, ἀναγκαῖόν ἐστι συμφθείρεσθαι καὶ ἀποβάλλεσθαι αὐτήν.
知识的丧失。 知识的丧失被分为三种。因为在它之中,一个是如果知识所针对的对象消灭,一个是如果发生遗忘,一个是如果拥有知识的人消灭。那么,如果知识所针对的对象消灭(例如苏格拉底),知识就不再存在;因为对象已经消灭。而如果发生遗忘,我们也会以这种方式丧失知识。而如果拥有知识的人消灭,知识也必然一同消灭并被丧失。
τὰ ζῷα — γένος καὶ εἶδος. σκεπτέον ἥτις ἐστὶ τῶν ζῴων πρὸς ἄλληλα διαφορά. φαμὲν οὖν εἶναι τῶν ζῴων τὰ μὲν θνητά, τὰ δὲ ἀθάνατα. θνητὰ μὲν οὖν εἰσι ὅσα πέφυκε φθείρεσθαι καὶ αἵματος κοινωνεῖν, οἷον ἄνθρωπος καὶ βοῦς καὶ τὰ τοιαῦτα τῶν ζῴων· ἀθάνατα δὲ οἷον ἄγγελοι. τῶν δὲ θνητῶν ζῴων τὰ μέν ἐστι πτηνά, τὰ δὲ ἔνυδρα, τὰ δὲ πεζά. πεζὰ μὲν οὖν εἰσὶν οἷον ἄνθρωπος κύων ἵππος καὶ τὰ τοιαῦτα ⟨, ἔνυδρα δὲ......... τὰ τ οιαῦτα〉 καὶ ἀπλῶς οἷς ἡ διαγωγὴ ἐν ὑγρῷ ἐστι, πτηνὰ δὲ οἷον ὄρνιθες καὶ σφῆκες καὶ μέλισσαι καὶ ἄλλα ὅσα [τοιαῦτα ἃ] διὰ τῆς οἰκείας φύσεως ὀχοῦνται κατὰ τὸν ἀέρα. πάντα δὲ τὰ τοιαῦτα καὶ κατὰ ψυχὴν καὶ κατὰ τὸ σῶμα δοκεῖ διαφέρειν ἀλλήλων. ὅτι μὲν οὖν κοινῶς κατὰ πάντων τούτων κατηγορεῖται ζῷον εἶναι δῆλον, διαφορὰν δέ τινα ἔχει τούτων ἕκαστον καθάπερ εἴπομεν· τὸ μὲν γὰρ αὐτῶν πεζόν, τὸ δὲ ἔνυδρον, τὸ δὲ πτηνόν, τὸ δὲ ἀθάνατον. τὸ δὲ κοινὸν κατηγορούμενον ἐφ’ ἀπάντων φαμὲν εἶναι τὸ γένος.3 ἕκαστον δὲ τούτων ἐστὶ ζῷον, τὰ δὲ διαιρεθέντα τῶν ζῴων λεκτέον εἴδη εἶναι. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ σχήματος καὶ ἀριθμοῦ. τοῦ τε γὰρ τριγώνου καὶ τῶν λοιπῶν κοινόν φαμεν εἶναι τὸ σχῆμα· τούτων γὰρ ἕκαστόν ἐστιν ὅπερ ὑπάρχει σχῆμά τι. δῆλον οὖν ὅτι τὸ μὲν σχῆμα γένος ἂν εἴη τούτων, ταῦτα δὲ τοῦ σχήματος εἴδη· τὸ γὰρ σχῆμα διαιρήσομεν εἰς τρίγωνον καὶ τετράγωνον καὶ τὰ λοιπά. ὁμοίως δὲ καὶ τὸ περιττὸν καὶ τὸ ἄρτιον εἴδη τοῦ ἀριθμοῦ ἐστι. κοινῇ γὰρ αὐτῶν κατηγορεῖται ὁ ἀριθμός. ἐπεὶ δὲ τὸ μὲν γένος δοκεῖ. - - πρότερον εἶναι τοῦ εἴδους, τὸ δὲ πρότερον οὐχ ἁπλῶς λέγεταῖ, εἴπῶμεν περὶ αὐτοῦ.
动物——类与种。 必须考察动物彼此之间的差异是什么。我们说,在动物之中,有的是有生有死的,有的是长生不死的。那么,有生有死的是指所有本性上会消灭且共有血液的动物,例如人、牛以及此类动物;而长生不死的是例如天使。在有生有死的动物中,有的是有翼的,有的是水生的,有的是陆生的。那么,陆生的例如人、狗、马以及此类,⟨而水生的……此类⟩,简而言之即生活在液体(水)中的动物,有翼的例如鸟、黄蜂、蜜蜂以及其他所有依靠自身本性而在空气中被运载的【此类】动物。而所有这些事物,无论在灵魂上还是在身体上,似乎都彼此不同。那么,显而易见,“动物”被共同陈述于所有这些之上,但如前所述,它们中的每一个都有某种差异;因为它们中有的陆生,有的水生,有的有翼,有的不死。我们说,在所有事物之上被共同陈述的是“类”。这些中的每一个都是动物,而从动物中划分出来的部分应当被称为“种”。 对于图形和数字也是同样的方式。因为我们说,对于三角形和其余图形,图形是共同的;因为这些中的每一个都是作为某种图形而存在的。显然,图形是这些的类,而这些是图形的种;因为我们将图形划分为三角形、正方形和其余图形。同样,奇数和偶数也是数字的种。因为数字被共同陈述于它们之上。既然类似乎先于种,而“先于”并不是在单一意义上被述说的,就让我们来讨论它。
- B.57ᾧ γὰρ πολλοί εἰσιν ἐχθροὶ οὐδὲν τούτῳ ῥαδίως ὑπάρχει
关系代词 ᾧ 的先行词被后面的指示代词 τούτῳ(表示占有的与格)所承接,构成了“凡是有许多敌人的人,对于这个人来说……”的句式。ὑπάρχει 意为“存在、属于、可获得”,整句意为“对于有许多敌人的人来说,没有任何事物是容易获得的”。
- B.59οὗπέρ ἐστιν ἡ ἐπιστήμη
关系代词 οὗπερ(ὅσπερ 的属格)相对于名词 ἐπιστήμη(知识)起着宾格性属格(对象属格)的作用,意为“关于其有知识的对象”。
- B.64τὸ δὲ κοινὸν κατηγορούμενον ἐφ’ ἀπάντων φαμὲν εἶναι τὸ γένος
分词 κατηγορούμενον(被陈述/被述说)修饰 τὸ κοινὸν(共同之物),整个短语 τὸ κοινὸν κατηγορούμενον ἐφ’ ἀπάντων(在所有事物上被共同陈述之物)在带不定式的对格(A.C.I.)结构中作为不定式 εἶναι 的主语(或谓语,以 τὸ γένος 为主语)。因此译为“我们说,在所有事物上被共同陈述的是‘类’”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 原文 2 处
