- 底本
- Aristotle. Aristotelis Opera, Volume 2. Bekker, Immanuel, editor. Berlin: Reimer, 1831.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg045.humanitext-grc2:1249#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
基于柏拉图的灵魂三分说,本文对对应于灵魂各个部分(理性、激情、欲望)以及整个灵魂的美德与恶德进行分类,并依次给出各自定义。
ἐπαινετὰ μέν ἐστι τὰ καλά, ψεκτὰ δὲ τὰ αἰσχρά. καὶ τῶν μὲν καλῶν ἡγοῦνται1 αἱ ἀρεταί, τῶν δʼ αἰσχρῶν αἱ κακίαι. ἐπαινετὰ δʼ ἐστὶ καὶ τὰ αἴτια τῶν ἀρετῶν καὶ τὰ παρεπόμενα ταῖς ἀρεταῖς καὶ τὰ γινόμενα ἀπʼ αὐτῶν καὶ τὰ ἔργα αὐτῶν, ψεκτὰ δὲ τὰ ἐναντία. τριμεροῦς δὲ τῆς ψυχῆς λαμβανομένης2 κατὰ Πλάτωνα, τοῦ μὲν λογιστικοῦ ἀρετή ἐστιν ἡ φρόνησις, τοῦ δὲ θυμοειδοῦς ἥ τε πραότης καὶ ἡ ἀνδρεία, τοῦ δὲ ἐπιθυμητικοῦ ἥ τε σωφροσύνη καὶ ἡ ἐγκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε δικαιοσύνη καὶ ἡ ἐλευθεριότης καὶ ἡ μεγαλοψυχία. κακία δʼ ἐστὶ τοῦ μὲν λογιστικοῦ ἡ ἀφροσύνη, τοῦ δὲ θυμοειδοῦς ἥ τε ὀργιλότης καὶ ἡ δειλία, τοῦ δὲ ἐπιθυμητικοῦ ἥ τε ἀκολασία καὶ ἡ ἀκράτεια, ὅλης δὲ τῆς ψυχῆς ἥ τε ἀδικία καὶ ἀνελευθεριότης καὶ μικροψυχία. ἔστι δὲ φρόνησις μὲν ἀρετὴ τοῦ λογιστικοῦ, παρασκευαστικὴ τῶν πρὸς εὐδαιμονίαν συντεινόντων. πραότης δʼ ἐστὶν ἀρετὴ τοῦ θυμοειδοῦς, καθʼ ἣν ὑπὸ ὀργῆς γίνονται3 δυσκίνητοι. ἀνδρεία δʼ ἐστὶν ἀρετὴ τοῦ θυμοειδοῦς, καθʼ ἣν δυσέκπληκτοί εἰσιν ὑπὸ φόβων τῶν περὶ θάνατον. σωφροσύνη δʼ ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθʼ ἣν ἀνόρεκτοι γίνονται περὶ τὰς ἀπολαύσεις τῶν φαύλων ἡδονῶν. ἐγκράτεια δʼ ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθʼ ἣν κατέχουσι τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ τὰς φαύλας ἡδονάς. δικαιοσύνη δʼ ἐστὶν ἀρετὴ ψυχῆς διανεμητικὴ τοῦ κατʼ ἀξίαν. ἐλευθεριότης δʼ ἐστὶν ἀρετὴ ψυχῆς εὐδάπανος εἰς τὰ καλά. μεγαλοψυχία δʼ ἐστὶν ἀρετὴ ψυχῆς, καθʼ ἣν δύναται φέρειν εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν. ἀφροσύνη δʼ ἐστὶ κακία τοῦ λογιστικοῦ, αἰτία τοῦ ζῆν κακῶς. ὀργιλότης δʼ ἐστὶ κακία τοῦ θυμοειδοῦς, καθʼ ἣν εὐκίνητοι γίνονται πρὸς ὀργήν. δειλία δʼ ἐστὶ κακία τοῦ θυμοειδοῦς, καθʼ ἣν ἐκπλήττονται ὑπὸ φόβων, καὶ μάλιστα τῶν περὶ θάνατον. ἀκολασία δʼ ἐστὶ κακία τοῦ ἐπιθυμητικοῦ, καθʼ ἣν αἱροῦνται τὰς φαύλας ἡδονάς. ἀκράτεια δʼ ἐστὶ κακία τοῦ ἐπιθυμητικοῦ, καθʼ ἣν παρασύρουσι4 τῇ ἀλογίᾳ τὴν ἐπιθυμίαν ὠθοῦσαν ἐπὶ τὰς τῶν φαύλων ἡδονῶν ἀπολαύσεις. ἀδικία δʼ ἐστὶ κακία ψυχῆς, καθʼ ἣν πλεονεκτικοὶ γίνονται παρὰ τὴν ἀξίαν. ἀνελευθερία δʼ ἐστὶ κακία ψυχῆς, καθʼ ἣν ὀρέγονται τοῦ πανταχόθεν κέρδους. μικροψυχία δʼ ἐστὶ κακία ψυχῆς, καθʼ ἣν ἀδύνατοί εἰσι φέρειν εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν.
美好的事物是值得赞扬的,丑恶的事物是值得谴责的。在美好的事物中,美德居于领导地位;在丑恶的事物中,恶德则居于主导。同样值得赞扬的还有美德的原因、美德的伴随物、由美德产生的事物以及美德的活动,而其相反的事物则是值得谴责的。 根据柏拉图的观点,当灵魂被视为由三个部分组成时,理性部分的美德是明智,激情部分的美德是温和与勇敢,欲望部分的美德是节制与自制,而整个灵魂的美德则是正义、慷慨和大度。同样,理性部分的恶德是愚蠢,激情部分的恶德是易怒和懦弱,欲望部分的恶德是放荡和不自制,而整个灵魂的恶德则是非正义、小器和卑微。 明智是理性部分的美德,它为促成幸福的事物做准备。温和是激情部分的美德,凭此人们不易被愤怒所动。勇敢是激情部分的美德,凭此人们不易被有关死亡的恐惧所吓倒。节制是欲望部分的美德,凭此人们对卑劣快乐的享受不抱欲望。自制是欲望部分的美德,凭此人们用理智来克制那冲向卑劣快乐的欲望。正义是灵魂的美德,能够按照价值进行分配。慷慨是灵魂的美德,乐于为美好的事物慷慨解囊。大度是灵魂的美德,凭此人们能够承受幸运与厄运、荣誉与耻辱。 愚蠢是理性部分的恶德,是生活不幸的原因。易怒是激情部分的恶德,凭此人们容易动怒。懦弱是激情部分的恶德,凭此人们会被恐惧,尤其是那些关于死亡的恐惧所吓倒。放荡是欲望部分的恶德,凭此人们选择卑劣的快乐。不自制是欲望部分的恶德,凭此人们因缺乏理性,而被那驱使他们追求卑劣快乐享受的欲望所席卷。非正义是灵魂的恶德,凭此人们违背价值而变得贪婪。小器是灵魂的恶德,凭此人们追求来自各处的利益。卑微是灵魂的恶德,凭此人们无法承受幸运与厄运、荣誉与耻辱。
- 1249a26ἡγοῦνται
支配属格,意为“引导”或“处于领导地位”。此处 τῶν μὲν καλῶν 和 τῶν δ' αἰσχρῶν 分别是受此动词支配的属格补足语。
- 1249a31τριμεροῦς δὲ τῆς ψυχῆς λαμβανομένης
属格绝对结构(genitive absolute),使用了现在被动分词 λαμβανομένης。表示“当灵魂被视为由三个部分组成时”这一前提或条件。
- 1250a5γίνονται
第三人称复数动词。在上下文对美德(或恶德)的定义中,其主语被设定为获得该特质的“一般人们”。
- 1250a22παρασύρουσι
意为“拖走”或“席卷”。在此处关于“不自制”的语境中,它带有一种容许或使动的色彩,指人们由于缺乏理性(τῇ ἀλογίᾳ),而任由欲望(τὴν ἐπιθυμίαν)将自己席卷、带走。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 3 处
