← 亚里士多德

论气息

§9

生命中热的作用与由混合比例决定的人体组织

本章将生物中热力的作用与技术之火(作为工具)进行对比,探讨了赋予比例(形式)的自然复合作用,并论证了骨与肉在性质上的差异源于其元素混合比例的不同。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9

​9 Οἱ ἀναιροῦντες1 ὡς οὐ τὸ θερμὸν τὸ ἐργαζόμενον ἐν τοῖς σώμασιν, ἢ ὅτι μία τις φορὰ καὶ δύναμις ἡ τμητικὴ τοῦ πυρός, οὐ καλῶς λέγουσιν. οὐδὲ γὰρ ὅλα τοῖς ἀψύχοις ταὐτὸ ποιεῖ πᾶσιν, ἀλλὰ τὰ μὲν πυκνοῖ, τὰ δὲ μανοῖ, καὶ τήκει, τὰ δὲ πήγνυσιν. ἐν δὲ δὴ τοῖς ἐμψύχοις οὕτως ὑποληπτέον, ὥσπερ φύσεως πῦρ ζητοῦντα,2 καθάπερ τέχνης· καὶ γὰρ ἐν ταῖς τέχναις ἕτερον τὸ χρυσοχοϊκὸν καὶ τὸ χαλκευτικὸν καὶ τὸ τεκτονικὸν πῦρ ἀποτελεῖ, καὶ τὸ μαγειρικόν. ἴσως δʼ ἀληθέστερον ὅτι αἱ τέχναι· χρῶνται γὰρ ὥσπερ ὀργάνῳ μαλάττουσαι καὶ τήκουσαι καὶ ξηραίνουσαι, ἔνια δὲ καὶ ῥυθμίζουσαι. τὸ αὐτὸ δὴ τοῦτο καὶ αἱ φύσεις· ὅθεν δὴ καὶ αἱ πρὸς ἄλληλα διαφοραί. διὸ γελοῖον πρὸς τὸ ἔξω κρίνειν· εἴτε γὰρ διακρῖνον εἴτε λεπτῦνον εἴθʼ ὁτιδήποτʼ ἐστὶ τὸ θερμαίνεσθαι καὶ πυροῦσθαι, διάφορα ἕξει τὰ ἔργα τοῖς χρωμένοις. ἀλλʼ αἱ μὲν τέχναι ὡς ὀργάνῳ χρῶνται, ἡ δὲ φύσις ἅμα καὶ ὡς ὕλῃ. οὐ δὴ τοῦτο χαλεπόν, ἀλλὰ μᾶλλον τὸ τὴν φύσιν αὐτὴν νοῆσαι τὴν χρωμένην, ἥτις ἅμα τοῖς αἰσθητοῖς πάθεσι καὶ τὸν ῥυθμὸν ἀποδώσει. τοῦτο γὰρ οὐκέτι πυρὸς οὐδὲ πνεύματος. τούτοις δὴ καταμεμεῖχθαι τοιαύτην δύναμιν θαυμαστόν. ἔτι δὲ τοῦτο θαυμαστὸν ταὐτὸν καὶ περὶ ψυχῆς· ἐν τούτοις γὰρ ὑπάρχει. διόπερ οὐ κακῶς εἰς ταὐτόν,3 ἢ ἀπλῶς ἢ μόριόν τι τὸ δημιουργοῦν, καὶ τὸ τὴν κίνησιν ἀεὶ τὴν ὁμοίαν ὑπάρχειν ἐνεργοῦν. καὶ γὰρ ἡ φύσις, ἀφʼ ἧς καὶ ἡ γένεσις. ἀλλὰ δὴ τίς ἡ διαφορὰ τοῦ καθʼ ἕκαστον θερμοῦ, εἴθʼ ὡς ὄργανον εἴθʼ ὡς ὕλην εἴθʼ ὡς ἄμφω; πυρὸς γὰρ διαφοραὶ κατὰ τὸ μᾶλλον καὶ ἧττον. τοῦτο δὲ σχεδὸν ὥσπερ ἐν μίξει καὶ ἀμιξίᾳ· τὸ γὰρ καθαρώτερον μᾶλλον. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν ἄλλων ἁπλῶν. ἀνάγκη γάρ, ἐπείπερ ἕτερον ὀστοῦν καὶ σὰρξ ἵππου καὶ βοός, ἢ τῷ ἐξ ἑτέρων εἶναι ἢ τῇ χρήσει διαφέρειν. εἰ μὲν οὖν ἕτερα, τίνες αἱ διαφοραὶ ἑκάστου τῶν ἁπλῶν καὶ τίς ταύτας γὰρ ζητοῦμεν. εἰ δὲ ταὐτά, τοῖς λόγοις ἂν διαφέροι. ἀνάγκη γὰρ δυοῖν θάτερον, καθάπερ ἐν τοῖς ἄλλοις· οἴνου μὲν γὰρ καὶ μέλιτος κρᾶσις διὰ τὸ ὑποκείμενον, οἴνου δʼ αὐτοῦ, εἴπερ ἑτέρα, διὰ τὸν λόγον. διὸ καὶ Ἐμπεδοκλῆς μίαν ἀπλῶς τὴν τοῦ ὀστοῦ φύσιν4 εἴπερ ἅπαντα τὸν αὐτὸν λόγον ἔχει τῆς μίξεως, ἀδιάφορα ἐχρῆν ἵππου καὶ λέοντος καὶ ἀνθρώπου εἶναι. νῦν δὲ διαφέρει σκληρότητι, μαλακότητι, πυκνότητι, τοῖς ἄλλοις ὁμοίως καὶ σὰρξ καὶ τὰ ἄλλα μόρια. ἔτι δὲ τὰ ἐν τῷ αὐτῷ ζῴῳ διαφέρουσι πυκνότητι καὶ μανότητι καὶ τοῖς ἄλλοις, ὥστʼ οὐχ ἡ αὐτὴ κρᾶσις. παχὺ μὲν γὰρ καὶ λεπτὸν καὶ μέγα καὶ μικρὸν ἂν εἴη ἐν τῷ ποσῷ, σκληρὸν δὲ καὶ πυκνὸν καὶ τὰ ἐναντία τούτοις ἐν τῷ ποιῷ τῷ τῆς μίξεως. ἀναγκαῖον δὲ τοῖς οὕτω λέγουσιν εἰδέναι, πῶς τὸ δημιουργοῦν ἕτερον εἴη ἂν καὶ τῷ τοῦτο πλέον ἢ ἔλαττον εἶναι, καὶ τῷ καθʼ αὐτὸ καὶ τῷ μεμειγμένῳ ἢ ἐν ἄλλῳ πυροῦσθαι. ἅμα γὰρ ἐγκαταμείγνυται καὶ ποιεῖ τὸ τῆς φύσεως. ἄρα ὁ αὐτὸς καὶ περὶ σαρκὸς λόγος· καὶ γὰρ αἱ αὐταὶ διαφοραί, σχεδὸν δὲ καὶ περὶ φλεβὸς καὶ ἀρτηρίας καὶ τῶν λοιπῶν. ὥστε δυεῖν θάτερον, ἢ οὐχ εἶς ὁ λόγος τούτων κατὰ τὴν μίξιν, ἢ οὐ σκληρότητι καὶ πυκνότητι καὶ τοῖς ἐναντίοις τοὺς λόγους ληπτέον.

​9 那些否定热是身体中起作用之物的人,或者[主张]火的切断作用是某种单一的运动和力量的人,说得并不正确。因为对于无生命之物,火也不是对所有东西都做同样的事,而是使一些东西凝聚,使另一些东西稀薄,并且融化,使另一些东西凝固。在有生命之物中,我们必须这样来设想,就好像在寻找自然之火,正如寻找技术之火一样;因为在各种技术中,金工之火、铜工之火、木工之火以及烹饪之火,各自产生不同的结果。但也许更真实的说法是技术[产生这些];因为它们将[火]当作工具来使用,进行软化、融化、干燥,有些还进行塑造。这同样适用于各种自然;由此也产生了它们彼此之间的差异。因此,对照外部[的火]来判断是可笑的;因为无论加热和着火是分离、变薄还是其他任何过程,对于使用者来说,它们都会产生不同的效果。但是,技术将它作为工具使用,而自然同时也将它作为质料。这并不难理解,难的是去理解使用它的自然本身,它在赋予感官能觉察的性质的同时,也赋予了比例(形式)。因为这已经不再是火或气息[的作用]。如此能力竟然混合在这些东西中,这确实令人惊异。此外,关于灵魂,同样也有这样令人惊异的事情;因为灵魂存在于这些东西之中。因此,将进行创造(塑造)的东西,无论是完全地还是作为其一部分,与使同样运动始终现实存在的东西归为同一,这并没有错。因为[那正是]自然,生成也由此而来。但是,个别热力的区别到底是什么,无论是作为工具、作为质料,还是作为两者兼有?因为火的区别在于“多”与“少”。而这几乎就像是混合与非混合;因为越纯粹的就越“多”。同样的道理也适用于其他简单元素。因为,既然马和牛的骨与肉是不同的,它们要么是由不同的东西构成,要么是在其使用方式上有所不同。如果它们是不同的,那么每个简单元素之间的区别是什么,以及它们的[比例]是什么?因为这些正是我们所探求的。但如果它们是相同的,它们就会在比例上有所不同。因为二者必居其一,就像在其他事物中一样;因为葡萄酒和蜂蜜的混合是由于其基底(质料)不同,而葡萄酒本身的混合,如果确实不同,则是由于比例。因此恩培多克勒也[说]骨的本性纯粹为一。如果所有的[骨]都具有相同的混合比例,那么马、狮子和人类的[骨]就应当是没有区别的。但现在,它们在硬度、软度、密度上都有所不同,肉和其他部分也是如此。而且,同一动物体内的各部分在密度、稀薄度等方面也有所不同,因此它们并不是相同的混合。因为粗细、大小属于数量,而硬、密及其相反的性质则属于混合的质量。对于那些这样说的人来说,必须知道,创造(塑造)的主体如何会不同,无论是因为这[热力]的多或少,还是因为它是单独着火,还是在混合状态中或在其他东西中着火。因为它是同时混合在其中并产生自然的作用。因此,关于肉也是同样的道理;因为存在着同样的差异,而且几乎关于静脉、动脉以及其余部分也是如此。所以二者必居其一,要么这些东西根据混合的比例不是单一的,要么我们不应当通过硬度、密度及其相反的性质来把握这些比例。

语法注4 条
  1. 485a9Οἱ ἀναιροῦντες

    句首的实词化现在分词。其后的 ὡς 从句与 ὅτι 从句是并列的,用以表达否定或主张的具体内容,整个句子的主句动词为 οὐ καλῶς λέγουσιν。

  2. 485a30ζητοῦντα

    宾格分词,在此作为非人称形容词 ὑποληπτέον(“应当设想”)的逻辑主语(相当于泛指的“人”),其用法类似于不定式的宾格主语。

  3. 485b10εἰς ταὐτόν

    介词短语,在 εἰς ταὐτόν(“归于同一”)之后省略了表示“归于”、“引向”等意思的动词(例如 ἄγειν 或 φέρειν)。

  4. 485b25μίαν ἀπλῶς τὴν τοῦ ὀστοῦ φύσιν

    宾格名词短语,处于间接引语中,省略了表示说、称的动词(如 ἔφη,“说”)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(3 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg0086.tlg043.humanitext-grc1:9