- 底本
- Aristotle. Aristotelis De animalium motione et De animalium incessu. Jaeger, Werner, editor. Leipzig:Teubner, 1913.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg043.humanitext-grc1:6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
本章节首先探讨精液是否通过动脉输送,接着详细考察了骨骼、腱和血管之间的营养分配机制。通过鸟类和卵生动物等反例,作者驳斥了肌肉皆由血液滋养的假说,进而讨论了不同生物体中营养摄取的多样性。
Πότερον δὲ τὸ σπέρμα διὰ τῆς ἀρτηρίας ὡς καὶ συνθλιβόμενον,1 6 καὶ ἐν τῇ προέσει μόνον; ἐν οἷς δὴ φαίνεται καὶ ἡ ἐξ αἵματος μεταβολὴ τῷ τὰ νεῦρα ἀπὸ τῶν ὀστῶν τρέφεσθαι·2 καθάπτει γὰρ αὐτά. ἢ οὐδὲ τοῦτʼ ἀληθές· καὶ γὰρ ἐν τῇ καρδίᾳ νεῦρον, καὶ νεῦρα δὲ ἐκ τῶν ὀστῶν ἠρτημένα. οὐ συνάπτει δὲ ἐν ἑτέρῳ, ἀλλʼ εἰς σάρκα ἀποτελευτᾷ. ἢ τοῦτό γʼ οὐθέν· εἴη γὰρ ἂν οὐθὲν ἧττον ἀπὸ τοῦ ὀστοῦ ἡ τροφή. αὐτοῖς δʼ ἀπὸ τοῦ νεύρου τοῖς ὀστοῖς μᾶλλον τὴν τροφήν.3 ἄτοπον γὰρ καὶ τοῦτο. ξηρὸν γὰρ φύσει καὶ οὐκ ἔχον πόρους ὑγρούς· ἡ τροφὴ δʼ ὑγρόν. σκεπτέον δὲ πρότερον, εἴπερ ἀπὸ τῶν ὀστῶν, τίς ἡ τοῦ ὀστοῦ τροφή, ἢ φέρουσι πόροι καὶ ἐκ τῆς φλεβὸς καὶ ἐκ τῆς ἀρτηρίας εἰς αὐτό. καὶ ἐν πολλοῖς μὲν εὔδηλοι, μάλιστα δʼ εἰς τὴν ῥάχιν. τὰς δʼ ἀπὸ τῶν ὀστῶν γίνεσθαι συνεχεῖς, ὥσπερ ταῖς πλευραῖς· τούτους δʼ ἀπὸ τῆς κοιλίας τίνα τρόπον, ἢ πῶς τῆς ὁλκῆς γινομένης; ἢ τὰ πολλὰ ἄχονδρα, καθάπερ ἡ ῥάχις· ἀλλʼ οὔτοι πρὸς τὴν κίνησιν. ἢ συνάψεως χάριν; δεῖ δέ, καὶ εἰ ἀπὸ τοῦ νεύρου τὸ ὀστοῦν τρέφεται, τὴν τοῦ νεύρου τροφὴν εἰδέναι, ἡμεῖς δέ φαμεν ἐκ τῆς ὑγρότητος γλίσχρας οὔσης τῆς περὶ αὐτὸ. πόθεν δʼ αὐτὴ καὶ πῶς, λεκτέον. τὸ ἐκ φλεβὸς καὶ ἀρτηρίας τὴν σάρκα,4 ὅτι πανταχόθεν αἷμα τῇ κεντήσει, ψεῦδος ἐπί γε τῶν ἄλλων ζῴων, οἷον ὀρνίθων καὶ ὄφεων καὶ ἰχθύων ἢ ὅλως τῶν ᾠοτόκων· ἀλλὰ τῶν πολυαίμων τοῦτʼ ἴδιον, ἐπεὶ τῶν ὀρνιθίων γε καὶ τεμνομένων τὸ στῆθος ἰχώρ, οὐχ αἷμα. Ἐμπεδοκλῆς δὲ ἐκ νεύρου τὸν ὄνυχα τῇ πήξει. ἆῤ οὖν οὕτω καὶ δέρμα πρὸς σάρκα; ἀλλὰ τοῖς ὀστρακοδέρμοις καὶ μαλακοστράκοις πῶς ἀπὸ τῶν ἐκτὸς ἡ τροφή; τοὐναντίον γὰρ δοκεῖ μᾶλλον ἀπὸ τῶν ἐντὸς ἢ τῶν ἐκτός. ἔτι δὲ ποία καὶ διὰ τίνων ἡ ἐκ τῆς κοιλίας δίοδος; καὶ πάλιν ἡ ἐκείνων ἀναστροφὴ πρὸς τὴν σάρκα, καίπερ ἄλογος οὖσα. πολὺ γάρ τι θαυμαστὸν φαίνεται καὶ ἀδύνατον ὅλως. ἄρα γε ἄλλοις ἄλλη τροφή, καὶ οὐ πᾶσι τροφὴ τὸ αἷμα· πλὴν ἐκ τούτου τἆλλα.
或者,精液是通过动脉运送的吗,仿佛也是在被压缩着,并且仅在排出的时候?在这些之中,从血液的变化也显而易见,因为腱是从骨骼获得营养的;因为骨骼联结着它们。或者,这也不是真的吗?因为心脏中也有腱,且腱是从骨骼悬挂出来的。但是有些腱并不与另一者连接,而是终止于肌肉。或者,这并无大碍?因为营养仍然完全可能来自骨骼。或者相反,骨骼自身的营养更多是来自腱吗?因为这也很荒谬。因为骨骼在本性上是干燥的,且没有湿润的通道,而营养是湿润的。但是我们必须首先考虑,如果确实是从骨骼中,那么骨骼的营养是什么,或者是否是来自静脉和动脉的通道将营养运送到骨骼自身?而且在许多骨骼中这些通道是显而易见的,特别是在脊椎中。并且这些通道从骨骼开始成为连续的,就像在肋骨中一样。但是这些通道从腹腔以何种方式,或者是在吸力如何发生的情况下吸引营养?或者,大多数骨骼像脊椎一样没有软骨;但这些连接显然不是为了运动。或者,是为了联结的缘故?但是,即使骨骼是从腱获得营养的,也有必要了解腱的营养。而我们说,这是来自其周围粘稠的湿气。但是这种湿气来自何处以及如何产生,则必须予以说明。关于肌肉是从静脉和动脉获得营养(因为刺戳时到处都会流血)的说法是虚假的,至少在其他动物中如此,例如鸟类、蛇类、鱼类,或者总的来说卵生动物。相反,这是多血动物特有的现象,因为即使切开小鸟的胸部,流出的也是浆液,而不是血液。而恩培多克勒说,指甲是通过凝固由腱产生的。那么,皮肤对肌肉的关系也是如此吗?但在壳皮类和软甲类中,营养是如何从外侧摄取的?因为相反的情况似乎更可能,即来自内侧而不是外侧。此外,从腹腔出来的通道是怎样的,是通过什么?而那些营养再次向肌肉的反转,尽管是不合常理的,又是如何发生的?因为这似乎是非常令人惊异的事,而且几乎是不可能的。那么,是否不同事物有不同的营养,并非所有事物的营养都是血液,只是其他事物是从血液中产生的?
- 484a15Πότερον δὲ τὸ σπέρμα διὰ τῆς ἀρτηρίας ὡς καὶ συνθλιβόμενον
由 Πότερον δὲ 引导的抉择疑问句,上下文省略了主动词(如 φέρεται)。虚词 ὡς 修饰分词 συνθλιβόμενον,表示宣称的原因或伴随状况。
- 484a15τῷ τὰ νεῦρα ἀπὸ τῶν ὀστῶν τρέφεσθαι
用于表示原因的与格冠词不定式(τῷ 连同不定式 τρέφεσθαι),其中对格的 τὰ νεῦρα 充当该不定式的逻辑主语。
- 484a20αὐτοῖς δʼ ἀπὸ τοῦ νεύρου τοῖς ὀστοῖς μᾶλλον τὴν τροφήν
省略了动词(如 εἶναι 或 γίγνεσθαι)的倒装与省略结构。αὐτοῖς τοῖς ὀστοῖς 是利益与格,提出了一个相反的假设,即骨骼自身的营养是否反而来自腱。
- 484a30τὸ ἐκ φλεβὸς καὶ ἀρτηρίας τὴν σάρκα
由冠词 τὸ 引导的名词化“对格加不定式”结构(省略了如 τρέφεσθαι 的不定式),作主句谓语 ψεῦδος 的主语。
