- 底本
- Aristotle. Aristotelis De animalium motione et De animalium incessu. Jaeger, Werner, editor. Leipzig:Teubner, 1913.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg043.humanitext-grc1:2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
本章节批判性地考察了阿里斯托根尼关于通过呼吸消化和维持精气的理论,指出了诸如消化速度和通道共享等荒谬之处。此外,还进一步探讨了不呼吸的生物和水生生物如何维持和滋养其内在精气。
2 Ἡ δʼ ἐκ τῆς ἀναπνοῆς,1 ὥσπερ Ἀριστογένης οἴεται (τροφὴν γὰρ οἴεται καὶ τὸ πνεῦμα πεττομένου τοῦ ἀέρος ἐν τῷ πνεύμονι· τοῦτο δʼ εἰς τὰ ἀγγεῖα διαδίδοσθαι, τὸ περίττωμα πάλιν ἐκπέμπεσθαι) πλείους ἔχει τὰς ἀπορίας. ἥ τε γὰρ πέψις ὑπὸ τίνος; εἰκὸς μὲν γὰρ ὑπʼ αὐτοῦ, καθάπερ καὶ τῶν ἄλλων. αὐτὸ δὲ τοῦτʼ ἄτοπον, εἰ μὴ διαφέρει τοῦ ἔξω ἀέρος· οὕτω δʼ ἡ θερμότης ἂν πέττοι. καὶ μὴν καὶ παχύτερον αὐτὸν εὔλογον εἶναι μεθʼ ὑγρότητος τῆς ἀπὸ τῶν ἀγγείων ὄντα καὶ τῶν ὅλων ὄγκων, ὥσθʼ ἡ πέψις ἂν εἰς τὸ σωματῶδες2 εἴη. τὸ δὲ περίττωμα, εἴπερ γίνεται λεπτότερον, οὐ πιθανόν. ἄλογος δὲ καὶ ἡ ταχυτὴς τῆς πέψεως. εὐθὺς γὰρ μετὰ τὴν εἰσπνοὴν ἡ ἐκπνοή. τί οὖν τὸ οὕτω ταχὺ μεταβάλλον καὶ ἀλλοιοῦν; ὑπολάβοι γὰρ ἄν τις μάλιστα τὸ θερμόν, καὶ μαρτυρεῖ οὕτως ἡ αἴσθησις· ὁ γὰρ ἐκπνεόμενος θερμός. ἔτι δʼ εἰ μὲν ἐν τῷ πνεύμονι καὶ τῇ ἀρτηρίᾳ τὸ πεττόμενον, ἡ τοῦ θερμοῦ δύναμις ἐν τούτοις· ὅπερ οὔ φασιν, ἀλλʼ ἐν τῇ κινήσει τῇ τοῦ πνεύματος. ἐκθερμαίνεσθαι τὴν τροφήν.3 εἰ δʼ ἐξ ἑτέρου τινὸς οἷον ἐπισπᾶται ἢ καὶ κινοῦντος δέχεται, τοῦτʼ ἔτι θαυμασιώτερον. ἅμα δὲ καὶ οὐκ αὐτὸ τὸ πρῶτον κινοῦν. ἔτι δʼ ἡ μὲν ἀναπνοὴ μέχρι τοῦ πνεύμονος, ὥσπερ λέγουσιν αὐτοί, τὸ δὲ πνεῦμα διʼ ὅλου τὸ σύμφυτον. εἰ δʼ ἀπὸ τούτου διαδίδοται καὶ πρὸς τὰ κάτω καὶ πρὸς τὰ ἄλλα, πῶς ἡ πέψις οὕτω ταχεῖα; θαυμασιώτερον γὰρ τοῦτο καὶ μεῖζον· οὐ γὰρ διαπέμπει τοῦτό γʼ εὐθὺς πεττόμενον τὸν ἀέρα τοῖς κάτω. καίτοι τὸ μὲν δόξειεν ἂν ἀναγκαῖον εἶναι τοῦτο τῆς πέψεως γινομένης4 ἐν τῷ πνεύμονι τῆς τʼ ἀναπνοῆς κοινωνούντων καὶ τῶν κάτω, μεῖζον δʼ οὕτως ἔτι καὶ παραδοξότερον τὸ συμβαῖνον· οἷον γὰρ διόδῳ καὶ θίξει γίνεται μόνον ἡ πέψις. ἄλογον δὲ καὶ τουτὶ καὶ λογοδεστερον, εἰ ὁ αὐτὸς πόρος τῆς τροφῆς καὶ τοῦ περιττώματος. εἰ δὲ διʼ ἄλλου τινὸς τῶν ἐντός, οἱ αὐτοὶ λόγοι οἳ καὶ πρότερον, εἰ μὴ τοῦτο λέγοι τις, ὡς οὐ πάσης τῆς τροφῆς οὐδὲ πᾶσι γίνεται περίττωμα, καθάπερ οὐδὲ τοῖς φυτοῖς, ἐπεὶ οὐδὲ τῶν τοῦ σώματος μερῶν ἑκάστου λαβεῖν ἐστιν, εἰ μή, ὅτι γε παντός. ἀλλʼ ἄρα γε ἡ μὲν ἀγγείων αὔξησις ἡ αὐτὴ καὶ τῶν ἄλλων μορίων, εὐρυνομένων δὲ καὶ διισταμένων τούτων πλείων ὁ ἀὴρ ὁ εἰσρέων καὶ ἐκρέων. εἰ δέ τι ἀναγκαῖον ἐνυπάρχει, τοῦτο αὐτὸ ζητεῖται, τίς ὁ φυσικός; καὶ πῶς οὗτος πλείων ὑγιῶς, ἐκ τούτου φανερὸν ἂν εἴη. τοῖς δὲ δὴ μὴ ἀναπνευστικοῖς τίς ἡ τροφὴ τοῦ συμφύτου καὶ τίς ἡ αὔξησις; οὐ γὰρ ἔτι τούτοις ἀπὸ τοῦ ἔξωθεν. εἰ δʼ ἀπὸ τῶν ἐντὸς καὶ τῆς κοινῆς τροφῆς, εὔλογον κἀκείνοις· ἀπὸ γὰρ τῶν αὐτῶν τὰ ὅμοια καὶ ὡσαύτως, εἰ μὴ ἄρα καὶ τούτοις ἀπὸ τοῦ ἐκτός, ὥσπερ καὶ τῶν ὀσμῶν αἰσθάνονται. ἀλλʼ οὔτοιγʼ οἷον ἀναπνοὴ γίνεται. περὶ οὗ κἂν ἀπορήσειέ τις, εἰ κατὰ ἀλήθειάν ἐστιν, αὐτό τε τοῦτο προφέρων καὶ τὴν ἐπίσπασιν τῆς τροφῆς (ὁλκὴ γὰρ ἅμα πνεύματος), ἔτι δʼ ὑπὲρ τῆς καταψύξεως ἀντιλέγων, ὡς κἀκείνων δεομένων. εἰ δὲ διὰ τοῦ ὑποζώματος αὐτοῖς γίνεται, ταύτῃ δῆλον ὅτι καὶ ἡ τοῦ ἀέρος εἴσοδος· ὥσθʼ ὅμοιόν τι τῇ ἀναπνοῇ. πλὴν οὐκ ἀφορίζεται τίς ἡ ὁλκὴ καὶ ὑπὸ τίνος, ἢ εἰ μὴ ὁλκή, πῶς ἡ εἴσοδος; εἰ μὴ ἄρα αὐτομάτως. τοῦτο μὲν οὖν ἔχει καὶ αὐτὸ καθʼ αὑτὸ σκέψιν. τοῖς δὲ δὴ ἐνύγροις τίς ἡ τροφὴ καὶ αὔξησις τοῦ συμφύτου; χωρὶς γὰρ τοῦ μὴ ἀναπνεῖν οὐδʼ ἐνυπάρχειν ὅλως ἐν τῷ ὑγρῷ φαμεν ἀέρα. λοιπὸν ἄρα διὰ τῆς τροφῆς, ὡς οὐχ ὁμοίως πᾶσιν, ἢ κἀκεῖνα διὰ τῆς τροφῆς τὰ μὴ ἔνυγρα· τριῶν γὰρ τούτων ἀναγκαῖον ἕν. καὶ ταῦτα μὲν ὡς περὶ τὴν αὔξησιν καὶ τροφὴν τοῦ πνεύματος.
2 另一方面,正如阿里斯托根尼所认为的,来自呼吸的增长与维持——因为他认为,当空气在肺部被消化时,精气也得到了滋养,且这种营养被输送到血管中,而残渣则被再次排出——伴随着更多的困难。因为首先,消化是由什么进行的?合理的解释是像其他部分一样,由精气自身进行。但如果它与外气没有区别,这本身就是荒谬的;如果是这样,难道是热量在进行消化吗?再者,由于它带有来自血管和整个躯体的湿气,它比外气更浓稠是合乎情理的,因此,消化将会向着实体化的状态发展。而残渣如果竟变得更稀薄,那是不大可能的。消化的速度也是不合理的。因为吸气之后立即就是呼气。那么,是什么如此迅速地改变并转化了它?因为人们极易设想那是热量,而感觉也为此作证:因为呼出的空气是温热的。此外,如果被消化的物质是在肺部和动脉中,那么热量的能力就应当存在于这些器官中;但他们并不这么说,而是说营养是在精气的运动中被加热的。但如果是从其他某种东西中吸入,或者从推动者那里接受,这更加令人惊异。而且同时,它自己也就不是最初的推动者了。再者,正如他们自己所说,呼吸只到达肺部,而内在的精气则遍及全身。但如果它是从那里被输送到下方及其他部分的,那么消化为何如此之快?因为这更加令人惊异,也是更大的困难:它绝非立即就将这种被消化的空气输送到下方的部分。尽管由于消化是在肺部进行的,且下方的部分也参与了呼吸,这似乎是必然的,但即便如此,所产生的结果更加困难也更为反常:因为消化仿佛仅仅是通过和接触就完成了。此外,如果营养和残渣的通道是同一个,这同样是不合理的,且更流于空谈。但如果是通过内部的某种其他通道,那么所适用的论点就和之前相同,除非有人这样说:并非所有的营养,也非在所有事物中都会产生残渣,正如植物中不产生残渣一样,因为人们也无法为身体的每个部分都找到残渣,除非是就整体而言。然而,难道血管的增长与其余部分的增长是相同的,而由于这些血管扩张并张开,流入和流出的空气才变得更多吗?但如果某种必然的东西存在于内部,这正是所要探求的:什么是自然的那一个?而这个如何以健康的方式变得更多,从这一点中将会变得显而易见。那么,对于那些不呼吸的生物来说,内在精气的营养是什么,其增长又是怎样的?因为对于它们来说,这已然不可能来自外界。但如果是来自内部以及共同的营养,这对它们来说也是合理的;因为同类事物以相同的方式产生于相同的事物,除非它们也是像感知气味那样,从外界获取。但它们身上绝不会发生类似呼吸的过程。关于这一点,或许会有人怀疑它是否真实,一方面提出这件事情本身以及营养的吸入(因为这同时也是精气的吸引),另一方面又为冷却进行辩护,认为它们也需要冷却。但如果它是通过横膈膜在它们身上进行的,那么显然空气的进入也是由此发生的,从而这就类似于呼吸。只是并未界定吸引是什么以及由什么引起,或者如果不是吸引,那么进入又是如何发生的,除非是自发进行的。因此,这本身也需要进行独立的研究。那么,对于水生生物来说,内在精气的营养和增长又是什么?因为除了它们不呼吸这一事实外,我们还说液体中根本不存在空气。那么,剩下的必然是通过营养,尽管对所有生物来说并不完全相同,要么那些非水生的生物也是通过营养;因为这三种情况必居其一。以上就是关于精气的增长和营养的大致内容。
- 481a28Ἡ δʼ ἐκ τῆς ἀναπνοῆς
与前一节末尾的 ἡ μὲν οὖν ἐκ τῆς τροφῆς αὔξησις καὶ διαμονὴ 相对比,此处省略了名词 αὔξησις καὶ διαμονή(增长与维持)。这标志着讨论转向通过呼吸进行的精气增长与维持。
- 481b5εἰς τὸ σωματῶδες
σωματῶδες 指实体或肉体的状态。该表达指出阿里斯托根尼理论的荒谬性,暗示如果吸入的空气因血管内的湿气而变得更浓稠,那么消化的过程(pepsis)将导致固体肉体的形成,而非产生微细的精气。
- 481b13ἐκθερμαίνεσθαι τὴν τροφήν
此处为对格加不定式结构,作为间接引语受前句中动词 φασιν(他们说)的支配,传达“(但他们说)营养是在精气的运动中被加热的”之意。
- 481b23τῆς πέψεως γινομένης
此处为属格独立结构(genitive absolute),与 τῆς τʼ ἀναπνοῆς κοινωνούντων καὶ τῶν κάτω 并列。属格复数分词 κοινωνούντων 以 τῶν κάτω(下方的部分)为主语,并以属格的 τῆς τʼ ἀναπνοῆς(呼吸)作为其宾语。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
