- 底本
- Aristotle. Aristotelis Ars Rhetorica. Ross, William David, editor. Oxford: Clarendon Press,1959 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:3.4.1-3.4.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
作者定义了直喻是仅在形式上包含比较词的隐喻,通过柏拉图、伯里克利等多位名人的比喻实例,说明好的直喻与隐喻互通,并阐述了比例隐喻必须对称应用的原则。
ἔστιν δὲ καὶ ἡ εἰκὼν μεταφορά· διαφέρει γὰρ μικρόν· ὅταν μὲν γὰρ εἴπῃ "ὡς δὲ λέων ἐπόρουσεν" , εἰκών ἐστιν, ὅταν δὲ λέων ἐπόρουσε, μεταφορά· διὰ γὰρ τὸ ἄμφω ἀνδρείους εἶναι, προσηγόρευσεν μετενέγκας1 λέοντα τὸν Ἀχιλλέα.
直喻也是一种隐喻;因为它们的区别很小。当有人说“他像狮子一样冲了上去”时,这是直喻;而当说“狮子冲了上去”时,则是隐喻。因为两者都是勇敢的,他通过转借将阿喀琉斯称为狮子。
χρήσιμον δὲ ἡ εἰκὼν καὶ ἐν λόγῳ, ὀλιγάκις δέ· ποιητικὸν γάρ. οἰστέαι δὲ ὥσπερ αἱ μεταφοραί· μεταφοραὶ γάρ εἰσι, διαφέρουσαι τῷ εἰρημένῳ.
直喻在散文中也有用,但很少使用,因为它是诗意的。它们应当像隐喻一样被运用,因为它们就是隐喻,只是在刚才提到的地方有所不同。
εἰσὶν δʼ εἰκόνες οἷον ἣν Ἀνδροτίων εἰς Ἰδριέα, ὅτι ὅμοιος τοῖς ἐκ τῶν δεσμῶν κυνιδίοις· ἐκεῖνά τε γὰρ προσπίπτοντα δάκνειν, καὶ Ἰδριέα λυθέντα ἐκ τῶν δεσμῶν εἶναι χαλεπόν. καὶ ὡς Θεοδάμας εἴκαζεν Ἀρχίδαμον Εὐξένῳ γεωμετρεῖν οὐκ ἐπισταμένῳ ἐν τῷ ἀνάλογόν ἐστιν·2 ἔσται γὰρ καὶ ὁ Εὔξενος Ἀρχίδαμος γεωμετρικός. καὶ τὸ ἐν τῇ Πολιτείᾳ τῇ Πλάτωνος, ὅτι οἱ τοὺς τεθνεῶτας σκυλεύοντες ἐοίκασι τοῖς κυνιδίοις ἃ τοὺς λίθους δάκνει, τοῦ βάλλοντος οὐχ ἁπτόμενα, καὶ ἡ εἰς τὸν δῆμον, ὅτι ὅμοιος ναυκλήρῳ ἰσχυρῷ μὲν ὑποκώφῳ δέ, καὶ ἡ εἰς τὰ μέτρα τῶν ποιητῶν, ὅτι ἔοικε τοῖς ἄνευ κάλλους ὡραίοις· οἱ μὲν γὰρ ἀπανθήσαντες, τὰ δὲ διαλυθέντα οὐχ ὅμοια φαίνεται. καὶ ἡ Περικλέους εἰς Σαμίους, ἐοικέναι αὐτοὺς τοῖς παιδίοις ἃ τὸν ψωμὸν δέχεται μέν, κλαίοντα δέ, καὶ εἰς Βοιωτούς, ὅτι ὅμοιοι τοῖς πρίνοις· τούς τε γὰρ πρίνους ὑφʼ αὑτῶν κατακόπτεσθαι, καὶ τοὺς Βοιωτοὺς πρὸς ἀλλήλους μαχομένους. καὶ ὃ Δημοσθένης εἰς τὸν δῆμον, ὅτι ὅμοιός ἐστιν τοῖς ἐν τοῖς πλοίοις ναυτιῶσιν. καὶ ὡς Δημοκράτης εἴκασεν τοὺς ῥήτορας ταῖς τίτθαις αἳ τὸ ψώμισμα καταπίνουσαι τῷ σιάλῳ τὰ παιδία παραλείφουσιν. καὶ ὡς Ἀντισθένης Κηφισόδοτον τὸν λεπτὸν λιβανωτῷ εἴκασεν, ὅτι ἀπολλύμενος εὐφραίνει. πάσας δὲ ταύτας καὶ ὡς εἰκόνας καὶ ὡς μεταφορὰς ἔξεστι λέγειν, ὥστε ὅσαι ἂν εὐδοκιμῶσιν ὡς μεταφοραὶ λεχθεῖσαι, δῆλον ὅτι αὗται καὶ εἰκόνες ἔσονται, καὶ αἱ εἰκόνες μεταφοραὶ λόγου δεόμεναι.3
直喻的例子有:例如安德罗提翁针对伊德里埃乌斯所说的,他“就像从锁链中释放出来的小狗”;因为那些狗会扑过去咬人,而伊德里埃乌斯一旦从束缚中释放出来也是危险的。还有塞奥达马斯在比例关系上,将阿耳基达摩斯比作不懂几何学的欧克塞诺斯;因为欧克塞诺斯将会是懂几何学的阿耳基达摩斯。还有柏拉图《国家篇》中的那句:那些剥夺死者财物的人“就像小狗一样,去咬石头,却不碰扔石头的人”。还有针对平民的直喻:“像一个身体强壮但有些耳聋的船主”。还有针对诗人的诗律的直喻:“像那些没有美貌但在青春盛年的人”;因为当他们衰老,而诗律被拆解时,它们看起来就不再一样了。还有伯里克利针对萨摩斯人所说的:他们“就像小孩子,虽然接受了食物,但还在哭泣”。以及针对波奥提亚人:“像冬青栎”;因为冬青栎是被自己劈开的,而波奥提亚人也是在内部互相残杀。还有德摩斯梯尼针对平民所说的:“像在船上晕船的人”。还有德摩克拉特将辩论家比作“自己吞下食物、却用唾液涂抹孩子的乳母”。还有安提斯泰尼将消瘦的凯菲索多托斯比作乳香,因为他“通过毁灭来带来快乐”。所有这些既可以作为直喻来谈论,也可以作为隐喻来谈论;因此,那些作为隐喻说出而受欢迎的,显然也都会是直喻,而直喻则是需要一个词的隐喻。
ἀεὶ δὲ δεῖ τὴν μεταφορὰν τὴν ἐκ τοῦ ἀνάλογον4 ἀνταποδιδόναι καὶ ἐπὶ θάτερα τῶν ὁμογενῶν, οἷον εἰ ἡ φιάλη ἀσπὶς Διονύσου, καὶ τὴν ἀσπίδα ἁρμόττει λέγεσθαι φιάλην Ἄρεως.
而且必须始终将比例隐喻也对应地应用到同属的另一方;例如,如果杯子是狄奥尼索斯的盾牌,那么将盾牌称为阿瑞斯的杯子也是合适的。
- 1406b20μετενέγκας
动词 μεταφέρω(转借、移用)的主动不定过去分词单数阳性主格。作为手段分词,修饰主句未明言的主语(即荷马)的动作。
- 1406b30ἐν τῷ ἀνάλογόν ἐστιν
意为“在比例关系中”。此处的 ἀνάλογον 作名词性使用,指代比例。它表明塞奥达马斯所用的比喻是基于比例类比(A:B = C:D)的结构。
- 1407a15λόγου δεόμεναι
意为“需要一个词(或说明)”。尽管 λόγος 含义丰富,但由于亚里士多德仅通过是否有“像(ὡς)”这样的比较词来区分直喻和隐喻,因此此处最自然的解释是“需要增加一个显式的比较词”。
- 1407a15τὴν ἐκ τοῦ ἀνάλογον
修饰 μεταφοράν 的定语性短语。特指“基于比例(类比)的隐喻”(即A之于B犹如C之于D),在亚里士多德分类的四种隐喻中,这种隐喻被认为最具表现力。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(2 处,最近 2026-09-22)
- 2026-09-22 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
