← 亚里士多德

修辞学

§3.18.1-3.18.7

辩论中的盘问时机、应对方式与幽默的运用

本章讨论了演说中进行提问的四个适宜时机、如何妥善回答问题,以及如何恰当地使用滑稽和幽默。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.18.1

περὶ δὲ ἐρωτήσεως, εὔκαιρόν ἐστι ποιεῖσθαι μάλιστα μὲν ὅταν τὸ ἕτερον εἰρηκὼς ᾖ, ὥστε ἑνὸς προσερωτηθέντος συμβαίνει τὸ ἄτοπον, οἷον Περικλῆς Λάμπωνα ἐπήρετο περὶ τῆς τελετῆς τῶν τῆς σωτείρας ἱερῶν, εἰπόντος δὲ1 ὅτι οὐχ οἷόν τε ἀτέλεστον ἀκούειν, ἤρετο εἰ οἶδεν αὐτός, φάσκοντος δὲ καὶ πῶς, ἀτέλεστος ὤν;

至于提问,最适宜进行提问的时机,是在对方已经承认了两个前提之一,从而只要再加问一个问题就会导致荒谬结论的时候。例如,伯里克利向兰蓬询问关于救主女神祭仪的入会仪式。兰蓬回答说,未入会的人是不可能听闻这些仪式的,于是伯里克利又问他自己是否知道。当兰蓬声称知道时,伯里克利问道: “既然你未入会,那你又是如何知道的呢?”

§3.18.2

δεύτερον δὲ ὅταν τὸ μὲν φανερὸν ᾖ, τὸ δὲ ἐρωτήσαντι δῆλον ᾖ ὅτι δώσει· πυθόμενον μὲν γὰρ δεῖ τὴν μίαν πρότασιν μὴ προσερωτᾶν τὸ φανερὸν2 ἀλλὰ τὸ συμπέρασμα3 εἰπεῖν, οἷον Σωκράτης, Μελήτου οὐ φάσκοντος αὐτὸν θεοὺς νομίζειν, εἰρηκότος δὲ ὡς δαιμόνιόν τι λέγοι, ἤρετο εἰ οὐχ οἱ δαίμονες ἤτοι θεῶν παῖδες εἶεν ἢ θεῖόν τι, φήσαντος δὲ ἔστιν οὖν, ἔφη, ὅστις θεῶν μὲν παῖδας οἴεται εἶναι, θεοὺς δὲ οὔ; ἔτι ὅταν μέλλῃ ἢ ἐναντία λέγοντα δείξειν ἢ παράδοξον.

第二,当其中一个前提显而易见,而提问者清楚地知道,只要提问,对方就会承认另一个前提。因为在询问了一个前提之后,不应该再继续追问那显而易见的一个,而是应该直接说出结论。例如苏格拉底,在美勒托斯否认他相信神,却又说他谈论某种精灵般的事物时,苏格拉底问道:精灵难道不是神的孩子或某种神性的事物吗?当美勒托斯回答“是的”时,苏格拉底说: “那么,难道有人会认为有神的孩子存在,却不相信有神存在吗?” 此外,当准备指出对方说的话相互矛盾或荒谬时。

§3.18.4

τέταρτον δὲ ὅταν μὴ ἐνῇ ἀλλʼ ἢ σοφιστικῶς ἀποκρινάμενον λῦσαι· ἐὰν γὰρ οὕτως ἀποκρίνηται, ὅτι ἔστι μὲν ἔστι δʼ οὔ, ἢ τὰ μὲν τὰ δʼ οὔ, ἢ πῇ μὲν πῇ δʼ οὔ, θορυβοῦσιν ὡς ἀποροῦντος. ἄλλως δὲ μὴ ἐγχείρει. ἐὰν γὰρ ἐνστῇ, κεκρατῆσθαι δόξεις· οὐ γὰρ οἷόν τε πολλὰ ἐρωτᾶν, διὰ τὴν ἀσθένειαν τοῦ ἀκροατοῦ· διὸ καὶ τὰ ἐνθυμήματα ὅτι μάλιστα συστρέφειν δεῖ.

第四,当除了通过诡辩式的回答来化解提问之外别无他法时。因为如果对方这样回答:“既是又不是”、“部分是一部分不是”、或“在某一方面是一方面不是”,听众就会喧噪,认为他陷入了困境。在其他情况下,不要尝试提问。因为如果对方进行了有力的反抗,你就会被认为被击败了。因为由于听众的理解力有限,不可能提出很多问题;因此,修辞三段论也应当尽可能地紧凑。

§3.18.5

ἀποκρίνασθαι δὲ δεῖ πρὸς μὲν τὰ ἀμφίβολα διαιροῦντα λόγῳ4 καὶ μὴ συντόμως, πρὸς δὲ τὰ δοκοῦντα ἐναντία τὴν λύσιν φέροντα εὐθὺς τῇ ἀποκρίσει, πρὶν ἐπερωτῆσαι τὸ ἐπιὸν ἢ συλλογίσασθαι· οὐ γὰρ χαλεπὸν προορᾶν ἐν τίνι ὁ λόγος. φανερὸν δʼ ἡμῖν ἐστιν ἐκ τῶν Τοπικῶν καὶ τοῦτο καὶ αἱ λύσεις.

在回答时,对于含糊不清的问题,应当通过言语进行区分来回答,而不要简短地回答;对于那些看似矛盾的问题,必须在对方提出下一个问题或进行推论之前,立即在回答的同时给出解决方案。因为预见论证的走向并不困难。这——以及解决方案——从《论题篇》中对我们来说是显而易见的。

§3.18.6

καὶ συμπεραινομένου, ἐὰν ἐρώτημα ποιῇ τὸ συμπέρασμα, τὴν αἰτίαν εἰπεῖν, οἷον Σοφοκλῆς, ἐρωτώμενος ὑπὸ Πεισάνδρου εἰ ἔδοξεν αὐτῷ, ὥσπερ καὶ τοῖς ἄλλοις προβούλοις, καταστῆσαι τοὺς τετρακοσίους, ἔφη τί δέ; οὐ πονηρά σοι ταῦτα ἐδόκει εἶναι; ἔφη. οὐκοῦν σὺ ταῦτα ἔπραξας τὰ πονηρά; ναὶ, ἔφη, οὐ γὰρ ἦν ἄλλα βελτίω. καὶ ὡς ὁ Λάκων εὐθυνόμενος τῆς ἐφορίας, ἐρωτώμενος εἰ δοκοῦσιν αὐτῷ δικαίως ἀπολωλέναι ἅτεροι, ἔφη. ὁ δὲ οὐκοῦν σὺ τούτοις ταὐτὰ ἔθου; καὶ ὃς ἔφη. οὐκοῦν δικαίως ἄν, ἔφη, καὶ σὺ ἀπόλοιο; οὐ δῆτα, ἔφη, οἱ μὲν γὰρ χρήματα λαβόντες ταῦτα ἔπραξαν, ἐγὼ δὲ οὔ, ἀλλὰ γνώμῃ. διὸ οὔτε ἐπερωτᾶν δεῖ μετὰ τὸ συμπέρασμα, οὔτε τὸ συμπέρασμα ἐπερωτᾶν, ἐὰν μὴ τὸ πολὺ περιῇ τοῦ ἀληθοῦς.

并且当对方得出结论时,如果他把结论作为一个问题来提问,就必须说明原因。例如索福克勒斯,当被佩桑德罗斯问及他是否像其他十人委员一样赞成建立四百人政府时,他回答说赞成。佩桑德罗斯问:“怎么?你难道不认为这些做法是邪恶的吗?”他回答说:“是的。”“那么你难道没有做出这些邪恶的事吗?”他说:“是的,因为没有其他更好的选择了。”又如那个正在接受监察官职权审查的斯巴达人,当被问及他是否认为其他同僚被依法处死是公正的时,他回答说“是的”。对方问:“那么你不是也和他们做出了同样的决定吗?”他回答说“是的”。对方说:“那么,难道你不也应该被公正地处死吗?”他说:“绝非如此。因为他们是收受了钱财才做出这些事的,而我不是,我是凭着自己的判断做的。” 因此,在得出结论之后,不应当继续追问,也不应该把结论作为问题来追问,除非真相占有极大的优势。

§3.18.7

περὶ δὲ τῶν γελοίων, ἐπειδή τινα δοκεῖ χρῆσιν ἔχειν ἐν τοῖς ἀγῶσι, καὶ δεῖν ἔφη Γοργίας τὴν μὲν σπουδὴν διαφθείρειν τῶν ἐναντίων γέλωτι τὸν δὲ γέλωτα σπουδῇ, ὀρθῶς λέγων, εἴρηται πόσα εἴδη γελοίων ἔστιν ἐν τοῖς περὶ ποιητικῆς, ὧν τὸ μὲν ἁρμόττει ἐλευθέρῳ τὸ δʼ οὔ, ὅπως τὸ ἁρμόττον αὑτῷ λήψεται. ἔστι δʼ ἡ εἰρωνεία τῆς βωμολοχίας ἐλευθεριώτερον· ὁ μὲν γὰρ αὑτοῦ ἕνεκα ποιεῖ τὸ γελοῖον, ὁ δὲ βωμολόχος ἑτέρου.

至于滑稽,既然它在论争中似乎具有某种用途,而且戈尔吉阿斯说得很对,即应当用笑来摧毁对方的严肃,用严肃来摧毁对方的笑,那么在《诗学》中已经阐明了滑稽有多少种类型。在这些类型中,有些适合自由人,有些则不适合,以便人们可以采用适合自己的类型。反讽比插科打诨更适合自由人;因为反讽者是为了自己而制造滑稽,而插科打诨者则是为了别人。

语法注4 条
  1. 1419a1εἰπόντος δὲ

    此为属格独立结构,其省略的逻辑主语为前文中的宾格名词“兰蓬”(Λάμπωνα)。其后出现的 φάσκοντος δὲ 同样是以兰蓬为逻辑主语的属格独立结构。

  2. 1419a5πυθόμενον μὲν γὰρ δεῖ τὴν μίαν πρότασιν μὴ προσερωτᾶν τὸ φανερὸν

    πυθόμενον 为宾格不定过去时分词,用作非人称动词 δεῖ 所支配的不定式(προσερωτᾶν)的逻辑主语。τὴν μίαν πρότασιν 是 πυθόμενον 的直接宾语。

  3. 1419a5καὶ συμπεραινομένου, ἐὰν ἐρώτημα ποιῇ τὸ συμπέρασμα

    συμπεραινομένου 为现在时中动/被动分词属格,与省略的主语(对方)共同构成属格独立结构。

  4. 1419a20ἀποκρίνασθαι δὲ δεῖ πρὸς μὲν τὰ ἀμφίβολα διαιροῦντα λόγῳ

    διαιροῦντα 为单数阳性宾格现在时主动分词,与非人称动词 δεῖ 所支配的不定式 ἀποκρίνασθαι 的隐含逻辑主语(泛指的回答者)保持一致。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:3.18.1-3.18.7