← 亚里士多德

修辞学

§3.15.1-3.15.10

消除诽谤的论式与制造偏见的技巧

本节分类并阐述了在演说中用于消除偏见或不利名声的各种论式(托波斯),同时也讨论了控告方用于制造此类偏见的技巧性手法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.15.1

περὶ δὲ διαβολῆς ἓν μὲν τὸ ἐξ ὧν1 ἄν τις ὑπόληψιν δυσχερῆ ἀπολύσαιτο (οὐθὲν γὰρ διαφέρει εἴτε εἰπόντος τινὸς εἴτε μή, ὥστε τοῦτο καθόλου)·

关于偏见,第一种论式是人们可以从中消除不利名声的论据(因为这与是否有人已经说出口无关,所以这是普遍适用的)。

§3.15.2

ἄλλος τόπος ὥστε πρὸς τὰ ἀμφισβητούμενα ἀπαντᾶν, ἢ ὡς οὐκ ἔστιν, ἢ ὡς οὐ βλαβερὸν ἢ οὐ τούτῳ, ἢ ὡς οὐ τηλικοῦτον, ἢ οὐκ ἄδικον ἢ οὐ μέγα, ἢ οὐκ αἰσχρὸν ἢ οὐκ ἔχον μέγεθος· περὶ γὰρ τοιούτων ἡ ἀμφισβήτησις, ὥσπερ Ἰφικράτης πρὸς Ναυσικράτην· ἔφη γὰρ ποιῆσαι ὃ ἔλεγεν καὶ βλάψαι, ἀλλʼ οὐκ ἀδικεῖν. ἢ ἀντικαταλλάττεσθαι ἀδικοῦντα, εἰ βλαβερόν, ἀλλʼ οὖν καλόν, εἰ λυπηρόν, ἀλλʼ ὠφέλιμον, ἤ τι ἄλλο τοιοῦτον.

另一种论式是针对争论的焦点进行反驳,或表明事实并非如此,或表明并无危害,或对该人并无危害,或危害没有那么大,或并非不公正,或并不严重,或并不丢脸,或微不足道。因为争论正是围绕这些事情展开的,正如伊菲克拉特斯对抗纳乌西克拉特斯时所做的那样;他承认自己做了对方所说的事并造成了危害,但辩称自己并未作恶。或者,即使自己犯了错、造成了危害,也可用其高尚、或虽令人痛苦但有益,或诸如此类的其他事情来进行交换。

§3.15.3

ἄλλος τόπος ὡς ἐστὶν ἁμάρτημα ἢ ἀτύχημα ἢ ἀναγκαῖον, οἷον Σοφοκλῆς ἔφη τρέμειν οὐχ ὡς ὁ διαβάλλων ἔφη, ἵνα δοκῇ γέρων, ἀλλʼ ἐξ ἀνάγκης· οὐ γὰρ ἑκόντι εἶναι2 αὑτῷ ἔτη ὀγδοήκοντα. καὶ ἀντικαταλλάττεσθαι τὸ οὗ ἕνεκα, ὅτι οὐ βλάψαι ἐβούλετο ἀλλὰ τόδε, καὶ οὐ τοῦτο ὃ διεβάλλετο ποιῆσαι, συνέβη δὲ βλαβῆναι· δίκαιον δὲ μισεῖν, εἰ ὅπως τοῦτο γένηται ἐποίουν.

另一种论式是表明这是一种过失、不幸或不可抗力,正如索福克勒斯说他发抖并不是像控告者所说的那样为了显得年迈,而是出于不可抗力;因为就他自己的意愿而言,他并不想活到八十岁。此外,还可以交换意图,辩称自己不想危害而是想做别的事,并且没有做被指控的事,危害只是偶然而起;“如果我是为了让这事发生而做的,那么憎恨我才是公正的。”

§3.15.4

ἄλλος, εἰ ἐμπεριείληπται ὁ διαβάλλων, ἢ νῦν ἢ πρότερον, ἢ αὐτὸς ἢ τῶν ἐγγύς τις.

另一种论式是如果控告者自身,无论现在还是过去,他自己或他的亲近之人也被牵连在内。

§3.15.5

ἄλλος, εἰ ἄλλοι ἐμπεριλαμβάνονται οὓς ὁμολογοῦσιν μὴ ἐνόχους εἶναι τῇ διαβολῇ, οἷον εἰ, ὅτι καθάριος, ὁ δεῖνα μοιχός, καὶ ὁ δεῖνα ἄρα.

另一种论式是如果其他被公认为无罪的人也被牵连进这一指控中,例如,如果因为某人爱干净,他就被认为是奸夫,那么另一个人也必然是了。

§3.15.6

ἄλλος, εἰ ἄλλους διέβαλεν ἢ ἄλλος ἢ αὐτός, ἢ ἄνευ διαβολῆς ὑπελαμβάνοντο ὥσπερ αὐτὸς νῦν, οἳ πεφήνασιν οὐκ ἔνοχοι.

另一种论式是如果控告者或其他人以前曾中伤过别人,或者在没有直接中伤的情况下,其他人也曾像现在的被告一样受到怀疑,但最终被证实是无罪的。

§3.15.7

ἄλλος ἐκ τοῦ ἀντιδιαβάλλειν τὸν διαβάλλοντα· ἄτοπον γὰρ εἰ ὃς αὐτὸς ἄπιστος, οἱ τούτου λόγοι ἔσονται πιστοί.

另一种论式是反向控告中伤者;因为如果中伤者本身就是个不可信的人,而他的话却被相信,那将是荒谬的。

§3.15.8

ἄλλος, εἰ γέγονεν κρίσις, ὥσπερ Εὐριπίδης πρὸς Ὑγιαίνοντα ἐν τῇ ἀντιδόσει κατηγοροῦντα ὡς ἀσεβής, ὅς γʼ ἐποίησε κελεύων ἐπιορκεῖν, "ἡ γλῶσσʼ ὀμώμοχʼ, ἡ δὲ φρὴν ἀνώμοτος." ἔφη γὰρ αὐτὸν ἀδικεῖν τὰς ἐκ τοῦ Διονυσιακοῦ ἀγῶνος κρίσεις εἰς τὰ δικαστήρια ἄγοντα·3 ἐκεῖ γὰρ αὐτῶν δεδωκέναι λόγον, ἢ δώσειν εἰ βούλεται κατηγορεῖν.

另一种论式是如果已经作出了判决,正如欧里庇得斯在财产交换诉讼中对付指控他是不敬之人的许癸艾农时所做的那样,许癸艾农指责他写了一句怂恿伪誓的诗:“舌已宣誓,心未宣誓。”因为欧里庇得斯说,许癸艾农将酒神节竞赛的判决带入法庭是不公正的;因为在那个竞赛中他已经为这些言论作了交代,或者如果对方想控告他,他也准备在那里交代。

§3.15.9

ἄλλος ἐκ τοῦ διαβολῆς κατηγορεῖν, ἡλίκον, καὶ τοῦτο, ὅτι ἄλλας κρίσεις ποιεῖ, καὶ ὅτι οὐ πιστεύει τῷ πράγματι. κοινὸς δʼ ἀμφοῖν τόπος τὸ σύμβολα λέγειν, οἷον ἐν τῷ Τεύκρῳ ὁ Ὀδυσσεὺς ὅτι οἰκεῖος τῷ Πριάμῳ· ἡ γὰρ Ἡσιόνη ἀδελφή· ὁ δὲ ὅτι ὁ πατὴρ ἐχθρὸς τῷ Πριάμῳ, ὁ Τελαμών, καὶ ὅτι οὐ κατεῖπε τῶν κατασκόπων.

另一种论式是控告中伤本身,指出其危害有多大,并且指出它制造了其他诉讼,以及它不信任事实。 双方共有的论式是提及迹象,比如在《忒克罗斯》中,奥德修斯指出忒克罗斯与普里阿摩斯有亲戚关系,因为赫西俄涅是其姐妹;而忒克罗斯则指出他的父亲忒拉蒙是普里阿摩斯的敌人,并且他自己没有告发侦察兵。

§3.15.10

ἄλλος τῷ διαβάλλοντι, τὸ ἐπαινοῦντα μικρὸν μακρῶς ψέξαι μέγα συντόμως, ἢ πολλὰ ἀγαθὰ προθέντα, ὃ εἰς τὸ πρᾶγμα προφέρει ἓν ψέξαι. τοιοῦτοι δὲ οἱ τεχνικώτατοι καὶ ἀδικώτατοι· τοῖς ἀγαθοῖς γὰρ βλάπτειν πειρῶνται, μιγνύντες αὐτὰ τῷ κακῷ. κοινὸν δὲ τῷ διαβάλλοντι καὶ τῷ ἀπολυομένῳ, ἐπειδὴ τὸ αὐτὸ ἐνδέχεται πλειόνων ἕνεκα πραχθῆναι, τῷ μὲν διαβάλλοντι κακοηθιστέον ἐπὶ τὸ χεῖρον ἐκλαμβάνοντι, τῷ δὲ ἀπολυομένῳ ἐπὶ τὸ βέλτιον, οἷον ὅτι ὁ Διομήδης τὸν Ὀδυσσέα προείλετο, τῷ μὲν ὅτι διὰ τὸ ἄριστον ὑπολαμβάνειν τὸν Ὀδυσσέα, τῷ δʼ ὅτι οὕ, ἀλλὰ διὰ τὸ μόνον μὴ ἀνταγωνιστεῖν ὡς φαῦλον.

对于中伤者来说,另一种论式是长篇大论地赞美一些微不足道的事,而简短地指责重大的事;或者在列举了许多优点之后,指责一个与案情直接相关的缺点。这样的人是最有技巧、也是最不公正的;因为他们企图利用优点来造成伤害,将其与缺点混淆在一起。 对于中伤者和辩护者双方来说,共有的论式是,既然同一行为可能出于多种目的,中伤者就应当以恶意的态度向坏的方面曲解,而辩护者则应当向好的方面解释。例如,对于迪奥墨德斯选择奥德修斯一事,一方解释是因为他认为奥德修斯是最优秀的,而另一方则解释并非如此,而是因为奥德修斯平庸,是唯一不会与他竞争的人。

语法注3 条
  1. 1416aἐξ ὧν

    关系代名词 ὧν 的先行词并未明确写出,但它泛指论式所依据的“论据”或“源泉(τοιούτων)”。整个短语 ἐξ ὧν 意为“从中可以……的论据”或“基于此的手段”。

  2. 1416a15ἑκόντι εἶναι

    这是一种绝对不定式般的习惯用法,意为“自愿地”或“就其意愿而言”。在此与主语一致的与格 ἑκόντι 连用,出现在否定句(此处为 οὐ... ἑκόντι εἶναι)中,表示“并非出于自愿”。

  3. 1416a30τὰς ἐκ τοῦ Διονυσιακοῦ ἀγῶνος κρίσεις εἰς τὰ δικαστήρια ἄγοντα

    这描述了将酒神节戏剧竞赛中的判决带入普通民事法庭的行为。欧里庇得斯借此指出对方在程序上的不当性,即把法庭管辖范围之外的事情带入司法审判。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:3.15.1-3.15.10