← 亚里士多德

修辞学

§3.13.1-3.13.5

演说的两项基本构成与对多余划分的批评

亚里士多德规定了演说必需的两个基本部分(提示与证明),并批评了当时修辞学家们对演说结构进行的无谓且荒谬的细分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.13.1

ἔστι δὲ τοῦ λόγου δύο μέρη· ἀναγκαῖον γὰρ τό τε πρᾶγμα εἰπεῖν περὶ οὗ,1 καὶ τοῦτʼ ἀποδεῖξαι. διὸ εἰπόντα μὴ ἀποδεῖξαι2 ἢ ἀποδεῖξαι μὴ προειπόντα ἀδύνατον· ὅ τε γὰρ ἀποδεικνύων τι ἀποδείκνυσι, καὶ ὁ προλέγων ἕνεκα τοῦ ἀποδεῖξαι προλέγει.

演说的部分有两个:因为有必要既陈述其所针对的事物,又证明这一点。因此,陈述了却不证明,或者不先陈述就进行证明,都是不可能的;因为证明者必然在证明某事,而预先陈述者则是为了证明而预先陈述。

§3.13.2

τούτων δὲ τὸ μὲν πρόθεσίς ἐστι τὸ δὲ πίστις, ὥσπερ ἂν εἴ τις διέλοι ὅτι τὸ μὲν πρόβλημα τὸ δὲ ἀπόδειξις.

在这些部分中,一个是提示,另一个是证明,这就像有人进行划分,说一个是问题,另一个是论证一样。

§3.13.3

νῦν δὲ διαιροῦσι γελοίως· διήγησις γάρ που τοῦ δικανικοῦ μόνου λόγου ἐστίν, ἐπιδεικτικοῦ δὲ καὶ δημηγορικοῦ πῶς ἐνδέχεται εἶναι διήγησιν οἵαν λέγουσιν, ἢ τὰ πρὸς τὸν ἀντίδικον, ἢ ἐπίλογον τῶν ἀποδεικτικῶν; προοίμιον δὲ καὶ ἀντιπαραβολὴ καὶ ἐπάνοδος ἐν ταῖς δημηγορίαις τότε γίνεται ὅταν ἀντιλογία ᾖ. καὶ γὰρ ἡ κατηγορία καὶ ἡ ἀπολογία πολλάκις, ἀλλʼ οὐχ ἡ συμβουλή· ἀλλʼ ὁ ἐπίλογος ἔτι οὐδὲ δικανικοῦ παντός, οἷον ἐὰν μικρὸς ὁ λόγος ἢ τὸ πρᾶγμα εὐμνημόνευτον· συμβαίνει γὰρ τοῦ μήκους ἀφαιρεῖσθαι.3

但如今他们做出的划分十分荒谬;因为陈述无疑只属于法庭演说,但在展示性演说和议事性演说中,怎么可能存在他们所说的那种陈述,或者对对手的反驳,或者是论证部分的结语?而且,只有在存在争论时,议事演说中才会出现序论、对比和重述。因为控诉和申辩经常出现,但建议却不然;此外,结语甚至并不属于所有的法庭演说,例如,如果演说很短,或者事情很容易记住;因为结语会减少篇幅。

§3.13.4

ἀναγκαῖα ἄρα μόρια πρόθεσις καὶ πίστις. ἴδια μὲν οὖν ταῦτα, τὰ δὲ πλεῖστα προοίμιον πρόθεσις πίστις ἐπίλογος· τὰ γὰρ πρὸς τὸν ἀντίδικον τῶν πίστεών ἐστι, καὶ ἡ ἀντιπαραβολὴ αὔξησις τῶν αὐτοῦ, ὥστε μέρος τι τῶν πίστεων (ἀποδείκνυσι γάρ τι ὁ ποιῶν τοῦτο), ἀλλʼ οὐ τὸ προοίμιον, οὐδʼ ὁ ἐπίλογος, ἀλλʼ ἀναμιμνήσκει.

因此,必要的组成部分只有提示和证明。这些是其固有的部分,而最多则是序论、提示、证明、结语;因为对对手的反驳属于证明,而对比是对自身论点的扩大,因而是证明的一个部分(因为这样做的人是在证明某事),但序论不是,结语也不是,结语仅仅是唤起记忆。

§3.13.5

ἔσται οὖν, ἄν τις τὰ τοιαῦτα διαιρῇ, ὅπερ ἐποίουν οἱ περὶ Θεόδωρον, διήγησις ἕτερον καὶ ἐπιδιήγησις καὶ προδιήγησις, καὶ ἔλεγχος καὶ ἐπεξέλεγχος. δεῖ δὲ εἶδός τι λέγοντα καὶ διαφορᾷ ὄνομα τίθεσθαι·4 εἰ δὲ μή, γίνεται κενὸν καὶ ληρῶδες, οἷον Λικύμνιος ποιεῖ ἐν τῇ τέχνῃ, ἐπούρωσιν ὀνομάζων καὶ ἀποπλάνησιν καὶ ὄζους.

因此,如果有人进行这样的划分,就会出现特奥多罗斯及其追随者所做的那种情况:把陈述分为一类,而把追陈述和预备陈述、以及反驳和追反驳分为另一类。但是,只有在谈论某个独特的类别并根据其差异时,才应当为其命名;否则,就会变得空洞而荒诞,正如利库姆尼乌斯在其《艺术》中所做的那样,将其命名为“填补”、“离题”和“分支”。

语法注4 条
  1. 1414aτό τε πρᾶγμα εἰπεῖν περὶ οὗ

    关系代词 οὗ 的先行词是 πρᾶγμα。结构可以整理为 τό τε πρᾶγμα περὶ οὗ [ὁ λόγος ἐστί] εἰπεῖν(陈述该演说所涉及的事物),其中两个不定式 εἰπεῖν 和 ἀποδεῖξαι 都依赖于非人称形容词 ἀναγκαῖον。

  2. 1414aεἰπόντα μὴ ἀποδεῖξαι

    不定式的宾格逻辑主语(如 τινά)被省略,分词 εἰπόντα 为阳性单数宾格,与其保持一致,意为“(某人)陈述了却不证明”。

  3. 1414b5συμβαίνει γὰρ τοῦ μήκους ἀφαιρεῖσθαι

    属格 τοῦ μήκους 是中动态不定式 ἀφαιρεῖσθαι(夺去、减少)的宾语。其暗示的主语是在短篇演说中使用结语这一行为,意为这样做会“减少其篇幅”或“从其长度中减损”。

  4. 1414b15δεῖ δὲ εἶδός τι λέγοντα καὶ διαφορᾷ ὄνομα τίθεσθαι

    宾格分词 λέγοντα 作为不确定主语,是依赖于非人称动词 δεῖ 的不定式 τίθεσθαι 的逻辑主语。与格 διαφορᾷ 表示手段或标准(“基于差异”)。整句意为“说话者必须根据其差异,为某一特定的类别命名”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:3.13.1-3.13.5