← 亚里士多德

修辞学

§3.10.1-3.10.6

机智优雅措辞的来源与容易获知的愉悦

本节探讨优雅且受欢迎的措辞(asteia)的来源,指出由于轻松学习在本质上是令人愉悦的,因此修辞应追求有助于快速学习的三个要素:隐喻、对比和生动呈现。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.10.1

ἐπεὶ δὲ διώρισται περὶ τούτων, πόθεν λέγεται τὰ ἀστεῖα καὶ τὰ εὐδοκιμοῦντα λεκτέον. ποιεῖν μὲν οὖν ἐστὶν τοῦ εὐφυοῦς ἢ τοῦ γεγυμνασμένου,1 δεῖξαι δὲ τῆς μεθόδου ταύτης.

既然这些问题已经作了规定,我们必须讨论从何处产生优雅而受欢迎的言辞。创造它们固然是天赋或训练有素者的能力,但指出它们则是本研究方法的任务。

§3.10.2

εἴπωμεν οὖν καὶ διαριθμησώμεθα· ἀρχὴ δʼ ἔστω ἡμῖν αὕτη. τὸ γὰρ μανθάνειν ῥᾳδίως ἡδὺ φύσει πᾶσιν ἐστί, τὰ δὲ ὀνόματα σημαίνει τι, ὥστε ὅσα τῶν ὀνομάτων ποιεῖ ἡμῖν μάθησιν, ἥδιστα. αἱ μὲν οὖν γλῶτται ἀγνῶτες, τὰ δὲ κύρια ἴσμεν· ἡ δὲ μεταφορὰ ποιεῖ τοῦτο μάλιστα· ὅταν γὰρ εἴπῃ τὸ γῆρας καλάμην, ἐποίησεν μάθησιν καὶ γνῶσιν διὰ τοῦ γένους·2 ἄμφω γὰρ ἀπηνθηκότα.

那么,让我们来说明并列举。让我们以这一点作为起点:轻松学习在天性上对所有人都是快乐的,而词语具有某种意义,因此,凡是能带给我们学习的词语就是最令人愉快的。外来词或不常用词是未知的,而常用词我们是知道的;但隐喻最能起到这种作用。例如,当把老年说成“麦秸”时,它通过属类带来了学习和知识,因为两者都已失去了花华。

§3.10.3

ποιοῦσιν μὲν οὖν καὶ αἱ τῶν ποιητῶν εἰκόνες τὸ αὐτό· διόπερ ἂν εὖ, ἀστεῖον φαίνεται. ἔστιν γὰρ ἡ εἰκών, καθάπερ εἴρηται πρότερον, μεταφορὰ διαφέρουσα προθέσει·3 διὸ ἧττον ἡδύ, ὅτι μακροτέρως· καὶ οὐ λέγει ὡς τοῦτο ἐκεῖνο· οὐκοῦν οὐδὲ ζητεῖ τοῦτο ἡ ψυχή.

诗人们的比喻也起到了同样的作用。因此,如果运用得当,就会显得优雅。因为比喻,正如前面所说的,是通过前置词而有所不同的隐喻。因此,它不那么令人愉快,因为由于冗长,它没有直接说“这就是那”;因此,心灵甚至不会去追求这一点。

§3.10.4

ἀνάγκη δὴ καὶ λέξιν καὶ ἐνθυμήματα ταῦτʼ εἶναι ἀστεῖα ὅσα ποιεῖ ἡμῖν μάθησιν ταχεῖαν· διὸ οὔτε τὰ ἐπιπόλαια τῶν ἐνθυμημάτων εὐδοκιμεῖ (ἐπιπόλαια γὰρ λέγομεν τὰ παντὶ δῆλα, καὶ ἃ μηδὲν δεῖ ζητῆσαι), οὔτε ὅσα εἰρημένα ἀγνοοῦμεν, ἀλλʼ ὅσων ἢ ἅμα λεγομένων ἡ γνῶσις γίνεται, καὶ εἰ μὴ πρότερον ὑπῆρχεν, ἢ μικρὸν ὑστερίζει ἡ διάνοια·4 γίγνεται γὰρ οἷον μάθησις, ἐκείνων δὲ οὐδετέρου.

因此,那些能使我们快速学习的措辞和修辞推论必然是优雅的。因此,修辞推论中那些浅薄的并不受欢迎(因为我们把那些对所有人都是显而易见、不需要任何探究的东西称为浅薄的),同样,那些说出来我们却无法理解的也不受欢迎。相反,那些在说出的同时便产生认识的(即使此前并不存在),或者思想仅稍落后一步便能领会的,才受欢迎。因为在后几种情况中产生了一种学习,而前两种情况中则没有。

§3.10.5

κατὰ μὲν οὖν τὴν διάνοιαν τοῦ λεγομένου τὰ τοιαῦτα εὐδοκιμεῖ τῶν ἐνθυμημάτων, κατὰ δὲ τὴν λέξιν τῷ μὲν σχήματι, ἐὰν ἀντικειμένως λέγηται, οἷον καὶ τὴν τοῖς ἄλλοις κοινὴν εἰρήνην νομιζόντων τοῖς αὑτῶν ἰδίοις πόλεμον· ἀντίκειται πόλεμος εἰρήνῃ·

那么,就所说内容的思想而言,这样的修辞推论是受欢迎的;而就措辞而言,在形式上,如果它以对比的方式表达,则受欢迎,例如:“认为那对他人共同的和平,是他们自己私人的战争。”战争与和平是对立的。

§3.10.6

τοῖς δʼ ὀνόμασιν, ἐὰν ἔχῃ μεταφοράν, καὶ ταύτην μήτʼ ἀλλοτρίαν, χαλεπὸν γὰρ συνιδεῖν, μήτʼ ἐπιπόλαιον, οὐδὲν γὰρ ποιεῖ πάσχειν. ἔτι εἰ πρὸ ὀμμάτων ποιεῖ·5 ὁρᾶν γὰρ δεῖ πραττόμενα μᾶλλον ἢ μέλλοντα. δεῖ ἄρα τούτων στοχάζεσθαι τριῶν, μεταφορᾶς ἀντιθέσεως ἐνεργείας.

至于单词,如果它含有隐喻,且这隐喻既不生硬(因为难以领悟),也不平淡(因为不能产生任何触动),则受欢迎。此外,还要能将事物呈现在眼前;因为人们更应该看到正在发生的事情,而不是将来的事情。因此,我们必须追求这三者:隐喻、对比和生动呈现。

语法注5 条
  1. 3.10.1ποιεῖν μὲν οὖν ἐστὶν τοῦ εὐφυοῦς ἢ τοῦ γεγυμνασμένου

    不定式 ποιεῖν 是句子的主语,属格 τοῦ εὐφυοῦς 和 τοῦ γεγυμνασμένου 是表示占有或特征的属格(意为“属于天资聪颖者或训练有素者的领地”)。

  2. 3.10.2διὰ τοῦ γένους

    “通过属类”。指通过老年(γῆρας)和麦秸(καλάμη)所共同具有的属类(即失去花华、衰退的状态)来达成理解的修辞过程。

  3. 3.10.3διαφέρουσα προθέσει

    与格 προθέσει 意为“通过前置”或“通过添加前缀”,指明比例/比喻(εἰκών)与隐喻(μεταφορά)的不同之处在于它带有一个前置词(如“像” ὡς)。

  4. 3.10.4ὅσων ἢ ἅμα λεγομένων ἡ γνῶσις γίνεται... ἢ μικρὸν ὑστερίζει ἡ διάνοια

    关系代词 ὅσων 的先行词是 ἐνθυμημάτων。前半部分是带有 ἅμα λεγομένων 的属格独立结构,意为“在说出的同时便产生认识的(修辞推论)”;后半部分是由 ἢ 引导的从属句,以 ἡ διάνοια 为主语,意为“或者思想仅稍落后一步便能领会的”。

  5. 3.10.6ἔτι εἰ πρὸ ὀμμάτων ποιεῖ

    从上下文来看,ποιεῖ 的主语指“措辞(λέξις)”或“隐喻(μεταφορά)”。πρὸ ὀμμάτων ποιεῖν(呈现在眼前、栩栩如生地描绘)是亚里士多德修辞学中的一个核心概念,指让听众真切地感知正在发生的事物。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:3.10.1-3.10.6