- 底本
- Aristotle. Aristotelis Ars Rhetorica. Ross, William David, editor. Oxford: Clarendon Press,1959 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:2.6.1-2.6.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
本节定义了羞耻与无耻,并列举了各种源于恶德、令人感到羞耻的行为。同时,由于不名誉感源于他人的评价,文中进一步解释了人们会在什么人面前感到羞耻。
ποῖα δʼ αἰσχύνονται καὶ ἀναισχυντοῦσιν, καὶ πρὸς τίνας καὶ πῶς ἔχοντες, ἐκ τῶνδε δῆλον.
人们对什么样的事物感到羞耻和无耻,以及对什么人、处于何种状态,从以下内容中可以清楚得知。
ἔστω δὴ αἰσχύνη λύπη τις ἢ ταραχὴ περὶ τὰ εἰς ἀδοξίαν φαινόμενα φέρειν τῶν κακῶν,1 ἢ παρόντων ἢ γεγονότων ἢ μελλόντων, ἡ δʼ ἀναισχυντία ὀλιγωρία τις καὶ ἀπάθεια περὶ τὰ αὐτὰ ταῦτα.
那么,且把羞耻定义为由于那些似乎会带来恶名的恶事(无论是眼前的、过去的还是未来的)而产生的一种痛苦或不安;而无耻则是对这些相同的事情的一种轻视和冷漠。
εἰ δή ἐστιν αἰσχύνη ἡ ὁρισθεῖσα, ἀνάγκη αἰσχύνεσθαι ἐπὶ τοῖς τοιούτοις τῶν κακῶν ὅσα αἰσχρὰ δοκεῖ εἶναι ἢ αὐτῷ ἢ ὧν φροντίζει· τοιαῦτα δʼ ἐστὶν ὅσα ἀπὸ κακίας ἔργα ἐστίν, οἷον τὸ ἀποβαλεῖν ἀσπίδα ἢ φυγεῖν· ἀπὸ δειλίας γάρ. καὶ τὸ ἀποστερῆσαι παρακαταθήκην· ἀπὸ ἀδικίας γάρ.
如果羞耻确如所定义的那样,那么人必然会因那些在自己看来或在自己所关心的人看来是丑恶的恶事而感到羞耻。此类事物是指所有源于邪恶的行为,例如丢弃盾牌或逃跑(因为这源于怯懦),以及侵吞寄托物(因为这源于不义)。
καὶ τὸ συγγενέσθαι αἷς οὐ δεῖ ἢ οὗ οὐ δεῖ ἢ ὅτε οὐ δεῖ· ἀπὸ ἀκολασίας γάρ. καὶ τὸ κερδαίνειν ἀπὸ μικρῶν ἢ αἰσχρῶν ἢ ἀπὸ ἀδυνάτων, οἷον πενήτων ἢ τεθνεώτων, ὅθεν καὶ ἡ παροιμία τὸ ἀπὸ νεκροῦ φέρειν· ἀπὸ αἰσχροκερδείας γὰρ καὶ ἀνελευθερίας. καὶ τὸ μὴ βοηθεῖν, δυνάμενον, εἰς χρήματα, ἢ ἧττον βοηθεῖν. καὶ τὸ βοηθεῖσθαι παρὰ τῶν ἧττον εὐπόρων, καὶ δανείζεσθαι ὅτε δόξει αἰτεῖν, καὶ αἰτεῖν ὅτε ἀπαιτεῖν, καὶ ἀπαιτεῖν ὅτε αἰτεῖν, καὶ ἐπαινεῖν ἃ δόξει αἰτεῖν, καὶ τὸ ἀποτετυχηκότα μηδὲν ἧττον·2 πάντα γὰρ ἀνελευθερίας ταῦτα σημεῖα, τὸ δʼ ἐπαινεῖν παρόντας κολακείας, καὶ τὸ τἀγαθὰ μὲν ὑπερεπαινεῖν τὰ δὲ φαῦλα συναλείφειν, καὶ τὸ ὑπεραλγεῖν ἀλγοῦντι παρόντα, καὶ τἆλλα πάντα ὅσα τοιαῦτα· κολακείας γὰρ σημεῖα.
以及与不该发生关系的人、或在不该发生的地方、或在不该发生的时间发生关系(因为这源于放纵);以及从微薄或可耻的来源、或从无能为力的人(如穷人或死者)身上谋利,由此也产生了“从死人身上搜刮”的谚语(因为这源于贪图下贱的利益和小气);以及在有金钱能力时不予援助,或少予援助;以及接受那些不如自己富裕的人的援助;以及在看起来像是在乞求时借债,在应当讨还时乞求,在应当乞求时讨还,以及为了看起来像是在乞求而赞美,甚至在失败后仍不依不饶;因为这些都是小气的迹象。而在当面赞美是阿谀奉承(的迹象),过度赞美长处而掩盖缺点,在痛苦者面前表现出过度的痛苦,以及所有其他此类行为;因为这些都是阿谀奉承的迹象。
καὶ τὸ μὴ ὑπομένειν πόνους οὓς οἱ πρεσβύτεροι ἢ τρυφῶντες ἢ ἐν ἐξουσίᾳ μᾶλλον ὄντες ἢ ὅλως οἱ ἀδυνατώτεροι· πάντα γὰρ μαλακίας σημεῖα.
以及不能承受那些年长者、娇生惯养者、地位更高者,或者总的来说比自己更软弱的人所能承受的劳苦;因为这些都是软弱的迹象。
καὶ τὸ ὑφʼ ἑτέρου εὖ πάσχειν, καὶ τὸ πολλάκις, καὶ ὃ εὖ ἐποίησεν ὀνειδίζειν· μικροψυχίας γὰρ πάντα καὶ ταπεινότητος σημεῖα.
以及接受别人的恩惠,并且频繁接受,以及数落自己对别人施加的恩惠;因为这些都是器量狭小和卑微的迹象。
καὶ τὸ περὶ αὑτοῦ πάντα λέγειν καὶ ἐπαγγέλλεσθαι, καὶ τὸ τἀλλότρια αὑτοῦ φάσκειν· ἀλαζονείας γάρ. ὁμοίως δὲ καὶ ἀπὸ τῶν ἄλλων ἑκάστης τῶν τοῦ ἤθους κακιῶν τὰ ἔργα καὶ τὰ σημεῖα καὶ τὰ ὅμοια· αἰσχρὰ γὰρ καὶ ἀναίσχυντα.
以及总是谈论自己并大言不惭,以及将他人的东西据为己有;因为这源于自吹自擂。同样,源于其他各种性格恶德的行为、迹象及类似事物也是如此;因为它们是丑恶和无耻的。
καὶ ἐπὶ τούτοις τὸ τῶν καλῶν ὧν πάντες μετέχουσιν, ἢ οἱ ὅμοιοι πάντες ἢ οἱ πλεῖστοι, μὴ μετέχειν—ὁμοίους δὲ λέγω ὁμοεθνεῖς, πολίτας, ἡλικιώτας, συγγενεῖς, ὅλως τοὺς ἐξ ἴσου—αἰσχρὸν γὰρ ἤδη τὸ μὴ μετέχειν οἷον παιδεύσεως ἐπὶ τοσοῦτον, καὶ τῶν ἄλλων ὁμοίως. πάντα δὲ ταῦτα μᾶλλον, ἂν διʼ ἑαυτὸν φαίνηται· οὕτω γὰρ ἤδη ἀπὸ κακίας μᾶλλον, ἂν αὐτὸς ᾖ αἴτιος τῶν ὑπαρξάντων ἢ ὑπαρχόντων ἢ μελλόντων.3
除此以外,不能分得所有人、或所有同等者、或其中大多数人所分得的好事(我所谓的同等者是指同胞、公民、同龄人、亲属,总而言之是处于平等地位的人);因为,例如在一定程度上未能接受教育,以及在其他类似事情上未能分得,这本身就已经是可耻的了。如果这一切显得是由于自身原因造成的,那就更加可耻;因为如果是自己造成了过去、现在或未来的劣势,那么这已经更多地源于邪恶了。
πάσχοντες δὲ ἢ πεπονθότες ἢ πεισόμενοι τὰ τοιαῦτα αἰσχύνονται ὅσα εἰς ἀτιμίαν φέρει καὶ ὀνείδη· ταῦτα δʼ ἐστὶ τὰ εἰς ὑπηρετήσεις ἢ σώματος ἢ ἔργων αἰσχρῶν, ὧν ἐστιν τὸ ὑβρίζεσθαι. καὶ τὰ μὲν εἰς ἀκολασίαν καὶ ἑκόντα καὶ ἄκοντα, τὰ δʼ εἰς βίαν ἄκοντα· ἀπὸ ἀνανδρίας γὰρ ἢ δειλίας ἡ ὑπομονὴ καὶ τὸ μὴ ἀμύνεσθαι. ἃ μὲν οὖν αἰσχύνονται, ταῦτʼ ἐστὶ καὶ τὰ τοιαῦτα·
而在遭受、已经遭受或将要遭受那些带来耻辱和非难的事情时,人们也会感到羞耻;这些事是指导致身体屈服或从事可耻行为的事,其中包括遭受凌辱。其中有些涉及放纵,无论是自愿还是非自愿的,有些涉及暴力,是非自愿的;因为隐忍而不予反抗,是源于缺乏男子气概或怯懦。因此,人们所感到羞耻的事情,就是这些及此类事情。
ἐπεὶ δὲ περὶ ἀδοξίας φαντασία ἐστὶν ἡ αἰσχύνη, καὶ ταύτης αὐτῆς χάριν ἀλλὰ μὴ τῶν ἀποβαινόντων, οὐδεὶς δὲ τῆς δόξης φροντίζει ἀλλʼ ἢ διὰ τοὺς δοξάζοντας,4 ἀνάγκη τούτους αἰσχύνεσθαι ὧν λόγον ἔχει·
既然羞耻是关于恶名的心像,而且是为了恶名本身而非其后果,又因为没有人关心名声,除非是为了那些形成评价的人,因此,人们必然在他们所重视的人面前感到羞耻。
λόγον δὲ ἔχει τῶν θαυμαζόντων, καὶ οὓς θαυμάζει, καὶ ὑφʼ ὧν βούλεται θαυμάζεσθαι, καὶ πρὸς οὓς φιλοτιμεῖται, καὶ ὧν μὴ καταφρονεῖ τῆς δόξης·
而人们所重视的人,包括赞赏他们的人、他们所赞赏的人、他们希望被其赞赏的人、他们与之竞争的人,以及他们不轻视其评价的人。
θαυμάζεσθαι μὲν οὖν βούλονται ὑπὸ τούτων καὶ θαυμάζουσι τούτους ὅσοι τι ἔχουσιν ἀγαθὸν τῶν τιμίων, ἢ παρʼ ὧν τυγχάνουσιν δεόμενοι σφόδρα τινὸς ὧν ἐκεῖνοι κύριοι, οἷον οἱ ἐρῶντες·
人们希望被这些人赞赏,并且赞赏那些拥有某些受尊崇之好事的人,或者是那些他们碰巧极度需要其手中所掌握之物的人,例如恋爱中的人。
- 1383bτὰ εἰς ἀδοξίαν φαινόμενα φέρειν τῶν κακῶν
τῶν κακῶν 是部分格属格,修饰前面的名词化分词短语 τὰ ... φαινόμενα φέρειν(似乎会带来……的事物),指“在那些恶事中,似乎会带来恶名(ἀδοξίαν)的事物”。
- 1383b25τὸ ἀποτετυχηκότα μηδὲν ἧττον
完成时分词 ἀποτετυχηκότα(失败的人)为宾格,与其省略的不定式主语一致。与 μηδὲν ἧττον(同样、并不减少)连用,意为“即使在(恳求等)失败之后,也同样不依不饶地继续这样做”。
- 1384a10τῶν ὑπαρξάντων ἢ ὑπαρχόντων ἢ μελλόντων
这三个分词是中性复数属格,受形容词 αἴτιος(作为……的原因)支配。它们分别指过去(ὑπαρξάντων)、现在(ὑπαρχόντων)和未来(μελλόντων)的(不利)境况,意为“如果是自己造成了过去、现在或未来(未能分得好事)的状况”。
- 1384a20οὐδεῖς δὲ τῆς δόξης φροντίζει ἀλλʼ ἢ διὰ τοὺς δοξάζοντας
短语 ἀλλʼ ἤ 是一个表示“除了……之外”的习惯用法。此句意为“除非是为了那些进行评价的人(τοὺς δοξάζοντας),否则没有人会关心名声(δόξης)”。
