← 亚里士多德

修辞学

§2.23.1-2.23.5

证明性推论的论式:相反与程度

展示了证明性修辞推论的前五个具体论式:相反者、同源派生词、相关联词、更深与更浅的程度、以及同等程度,并结合了丰富的文学引用与历史案例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.23.1

ἔστι δὲ εἷς μὲν τόπος τῶν δεικτικῶν ἐκ τῶν ἐναντίων· δεῖ γὰρ σκοπεῖν εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον ὑπάρχει, ἀναιροῦντα μὲν εἰ μὴ ὑπάρχει, κατασκευάζοντα δὲ εἰ ὑπάρχει, οἷον ὅτι τὸ σωφρονεῖν ἀγαθόν· τὸ γὰρ ἀκολασταίνειν βλαβερόν. ἢ ὡς ἐν τῷ Μεσσηνιακῷ· εἰ γὰρ ὁ πόλεμος αἴτιος τῶν παρόντων κακῶν, μετὰ τῆς εἰρήνης δεῖ ἐπανορθώσασθαι. "εἴ περ γὰρ οὐδὲ τοῖς κακῶς δεδρακόσιν ἀκουσίως δίκαιον εἰς ὀργὴν πεσεῖν1 οὐδʼ ἂν ἀναγκασθείς τις εὖ δράσῃ τινά, προσῆκον εἶναι τῷδʼ ὀφείλεσθαι χάριν." "ἀλλʼ εἴ περ ἔστιν ἐν βροτοῖς ψευδηγορεῖν πιθανά, νομίζειν χρή σε καὶ τοὐναντίον, ἄπιστʼ ἀληθῆ πολλὰ συμβαίνειν βροτοῖς."

证明性修辞推论的一个论式源于相反者;因为必须考察某物的相反者是否具有相反的属性,如果它不具有则予以反驳,如果它具有则予以确立,例如,节制是善的,因为放纵是有害的。或者如《麦塞尼亚演说》中所说: “因为如果战争是当前灾难的根源,那么我们就必须随着和平来加以修复。” 又如: “因为,如果对那些非自愿犯下恶行的人发怒是不正义的,那么,即便有人被迫对他人行善,对他欠下恩情也是不适宜的。” 又如: “但是,如果在凡人之中确实存在能令人信服的谎言,你也必须相信其相反面,即对凡人而言,许多难以置信的真相也是会发生的。”

§2.23.2

ἄλλος ἐκ τῶν ὁμοίων πτώσεων· ὁμοίως γὰρ δεῖ ὑπάρχειν ἢ μὴ ὑπάρχειν, οἷον ὅτι τὸ δίκαιον οὐ πᾶν ἀγαθόν· καὶ γὰρ ἂν τὸ δικαίως,2 νῦν δʼ οὐχ αἱρετὸν τὸ δικαίως ἀποθανεῖν.

另一个论式源于同源派生词;因为属性应当以同样的方式存在或不存在,例如,正义的事情并不全然是善的;因为否则的话,“正义地”也应当是善的,但如今“正义地死去”并非人们所愿。

§2.23.3

ἄλλος ἐκ τῶν πρὸς ἄλληλα· εἰ γὰρ θατέρῳ ὑπάρχει τὸ καλῶς ἢ δικαίως ποιῆσαι, θατέρῳ τὸ πεπονθέναι, καὶ εἰ τὸ κελεῦσαι, καὶ τὸ πεποιηκέναι, οἷον ὡς ὁ τελώνης Διομέδων περὶ τῶν τελῶν, εἰ γὰρ μηδʼ ὑμῖν αἰσχρὸν τὸ πωλεῖν, οὐδʼ ἡμῖν τὸ ὠνεῖσθαι. καὶ εἰ τῷ πεπονθότι τὸ καλῶς ἢ δικαίως ὑπάρχει, καὶ τῷ ποιήσαντι. ἔστι δʼ ἐν τούτῳ παραλογίσασθαι· εἰ γὰρ δικαίως ἔπαθέν τι, ἀλλʼ ἴσως οὐχ ὑπὸ σοῦ· διὸ δεῖ σκοπεῖν χωρὶς εἰ ἄξιος ὁ παθὼν παθεῖν καὶ ὁ ποιήσας ποιῆσαι, εἶτα χρῆσθαι ὁποτέρως ἁρμόττει· ἐνίοτε γὰρ διαφωνεῖ τὸ τοιοῦτον καὶ οὐδὲν κωλύει, ὥσπερ ἐν τῷ Ἀλκμαίωνι τῷ Θεοδέκτου "μητέρα δὲ τὴν σὴν οὔ τις ἐστύγει βροτῶν;" φησὶ δὲ ἀποκρινόμενος ἀλλὰ διαλαβόντα χρὴ σκοπεῖν· ἐρομένης δὲ τῆς Ἀλφεσιβοίας πῶς, ὑπολαβών φησιν "τὴν μὲν θανεῖν ἔκριναν, ἐμὲ δὲ μὴ κτανεῖν." καὶ ἡ περὶ Δημοσθένους δίκη καὶ τῶν ἀποκτεινάντων Νικάνορα· ἐπεὶ γὰρ δικαίως ἐκρίθησαν ἀποκτεῖναι, δικαίως ἔδοξεν ἀποθανεῖν. καὶ περὶ τοῦ Θήβησιν ἀποθανόντος, περὶ οὗ κελεύει κρίνεσθαι εἰ δίκαιος ἦν ἀποθανεῖν, ὡς οὐκ ἄδικον ὂν3 τὸ ἀποκτεῖναι τὸν δικαίως ἀποθανόντα.

另一个论式源于相关联的词(相关关系);因为如果对一方而言,美妙地或正义地“行事”是成立的,那么对另一方而言,“承受”也是成立的,而且如果“命令”成立,那么“实行”也成立,正如税吏迪奥梅东关于税收所说: “因为如果对你们来说出售并非耻辱,那么对我们来说购买也同样不是。” 而且,如果美妙或正义属于承受者,它也同样属于施加者。然而在这一点上可能产生谬误;因为即使某人正义地承受了某事,但也许不应当由你来施加。因此,必须分开考察承受者是否配得上承受,以及施加者是否配得上施加,然后视何者合适而予以运用。因为有时这些情况是不一致的,而且没有任何妨碍,正如在狄奥德克特斯的《阿尔克迈翁》中: “难道凡人中就没有人憎恨你的母亲吗?” 他回答说: “但我们必须分开来考察。” 当阿尔斐西博亚问“如何考察?”时,他接过来回答说: “他们判定她应当死,但并没有判定由我来杀死她。” 还有关于德摩斯梯尼以及杀死尼卡诺尔之人的审判也是如此;因为既然他们被判定是正义地杀死了他,那么他就被认为是正义地死去的。还有关于在底比斯死去的那个人,对于他,要求审判他是否死得正义,其理由是杀死一个死得正义的人并不是不正义的。

§2.23.4

ἄλλος ἐκ τοῦ μᾶλλον καὶ ἧττον, οἷον εἰ μηδʼ οἱ θεοὶ πάντα ἴσασιν, σχολῇ οἵ γε ἄνθρωποι· τοῦτο γάρ ἐστιν εἰ ᾧ μᾶλλον ἂν ὑπάρχοι μὴ ὑπάρχει, δῆλον ὅτι οὐδʼ ᾧ ἧττον. τὸ δʼ ὅτι τοὺς πλησίον τύπτει ὅς γε καὶ τὸν πατέρα ἐκ τοῦ εἰ τὸ ἧττον ὑπάρχον ὑπάρχει, καὶ τὸ μᾶλλον ὑπάρχει· τοὺς γὰρ πατέρας ἧττον τύπτουσιν ἢ τοὺς πλησίον· ἢ δὴ οὕτως γε ἢ εἰ ᾧ μᾶλλον ὑπάρχει μὴ ὑπάρχει, ἢ εἰ ᾧ ἧττον ὑπάρχει ὑπάρχει, ὁπότερον δεῖ δεῖξαι, εἴθʼ ὅτι ὑπάρχει εἴθʼ ὅτι οὔ.

另一个论式源于“程度的更深和更浅”(或多与少),例如: “如果连神明都不是无所不知,那么人类就更不用说了。”因为这就是:“如果某种属性连更应当拥有的主体都不拥有,显然更不应当拥有的主体也就不拥有。”而“打父亲的人也会打邻人”,这源于:“如果较不应当拥有的属性拥有了,那么较应当拥有的属性也拥有了。”因为人们打父亲的可能要比打邻人小。因此,无论以此种方式,即如果更应当拥有的主体不拥有,还是如果较不应当拥有的主体拥有,视需要证明的是哪一方而定,无论是要证明属性存在还是不存在。

§2.23.5

ἔτι εἰ μήτε μᾶλλον μήτε ἧττον, ὅθεν εἴρηται "καὶ σὸς μὲν οἰκτρὸς παῖδας ἀπολέσας πατήρ· Οἰνεὺς δʼ ἄρʼ οὐχὶ κλεινὸν ἀπολέσας γόνον;" καὶ ὅτι, εἰ μηδὲ Θησεὺς ἠδίκησεν, οὐδʼ Ἀλέξανδρος, καὶ εἰ μηδʼ οἱ Τυνδαρίδαι, οὐδʼ Ἀλέξανδρος, καὶ εἰ Πάτροκλον Ἕκτωρ, καὶ Ἀχιλλέα Ἀλέξανδρος. καὶ εἰ μηδʼ ἄλλοι τεχνῖται φαῦλοι, οὐδʼ οἱ φιλόσοφοι. καὶ εἰ μηδʼ οἱ στρατηγοὶ φαῦλοι ὅτι θανατοῦνται πολλάκις, οὐδʼ οἱ σοφισταί. καὶ ὅτι εἰ δεῖ τὸν ἰδιώτην τῆς ὑμετέρας δόξης ἐπιμελεῖσθαι, καὶ ὑμᾶς τῆς τῶν Ἑλλήνων.

此外,如果既非更深亦非更浅(同等程度),由此便有这样的说法: “你的父亲失去了孩子,是令人怜悯的;那么奥伊纽斯失去了他显赫的儿子,难道不也是如此吗?” 以及:“如果连忒修斯都没有犯错,那么亚历山大也没有犯错”;和“如果连廷达瑞代都没有犯错,那么亚历山大也没有”;和“如果赫克托尔对帕特罗克洛斯[那样做是正当的],那么亚历山大对阿喀琉斯[那样做也是正当的]”;和“如果其他工匠都不算低劣,那么哲学者们也不低劣”;和“如果将军们并不因常常被处死就被算作低劣,那么智者们也不算低劣”;以及: “如果普通公民必须在乎你们的声誉,那么你们也必须在乎全希腊人的声誉。”

语法注3 条
  1. 1397a10εἰς ὀργὴν πεσεῖν

    字面意思是“落入愤怒之中”,但在上下文中是指“成为(他人)愤怒的对象”。与格的 τοῖς κακῶς δεδρακόσιν(非自愿做坏事的人)在此充当该不定式的逻辑主语。

  2. 1397a20καὶ γὰρ ἂν τὸ δικαίως

    条件句归结小句中动词和形容词的省略。承接前文的 τὸ δίκαιον,应当补充理解为 καὶ γὰρ ἂν τὸ δικαίως [ἀγαθὸν εἴη](因为若是如此,“正义地”也应当是善的)。

  3. 1397b10ὡς οὐκ ἄδικον ὂν

    分词 ὄν 连同 ὡς 表示宣称的理由或前提(属绝对宾格用法,或用作 κελεύει κρίνεσθαι 的申辩依据)。可理解为“基于杀害……并非不正义的理由”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:2.23.1-2.23.5