- 底本
- Aristotle. Aristotelis Politica. Ross, William David, editor. Oxford: Clarendon Press, 1957 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:8.1341a
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-01
亚里士多德讨论了音乐教育中旋律、节奏和乐器的选择标准,强调适度的必要性,并结合历史背景解释了为什么排除奥洛斯等专业且具有狂乱性质的乐器。
καὶ ποίων μελῶν καὶ ποίων ῥυθμῶν κοινωνητέον, ἔτι δὲ ἐν ποίοις ὀργάνοις τὴν μάθησιν ποιητέον, καὶ γὰρ τοῦτο διαφέρειν εἰκός. ἐν τούτοις γὰρ ἡ λύσις ἐστὶ τῆς ἐπιτιμήσεως· οὐδὲν γὰρ κωλύει τρόπους τινὰς τῆς μουσικῆς ἀπεργάζεσθαι τὸ λεχθέν. φανερὸν τοίνυν ὅτι δεῖ τὴν μάθησιν αὐτῆς μήτε ἐμποδίζειν πρὸς τὰς ὕστερον πράξεις, μήτε τὸ σῶμα ποιεῖν βάναυσον καὶ ἄχρηστον πρὸς τὰς πολεμικὰς καὶ πολιτικὰς ἀσκήσεις, πρὸς μὲν τὰς χρήσεις ἤδη πρὸς δὲ τὰς χρήσεις ὕστερον.1 συμβαίνοι δʼ ἂν2 περὶ τὴν μάθησιν, εἰ μήτε τὰ πρὸς τοὺς ἀγῶνας τοὺς τεχνικοὺς συντείνοντα διαπονοῖεν, μήτε τὰ θαυμάσια καὶ περιττὰ τῶν ἔργων, ἃ νῦν ἐλήλυθεν εἰς τοὺς ἀγῶνας ἐκ δὲ τῶν ἀγώνων εἰς τὴν παιδείαν, ἀλλὰ καὶ τὰ μὴ τοιαῦτα μέχρι περ ἂν δύνωνται3 χαίρειν τοῖς καλοῖς μέλεσι καὶ ῥυθμοῖς, καὶ μὴ μόνον τῷ κοινῷ τῆς μουσικῆς, ὥσπερ καὶ τῶν ἄλλων ἔνια ζῴων, ἔτι δὲ καὶ πλῆθος ἀνδραπόδων καὶ παιδίων. δῆλον δὲ ἐκ τούτων καὶ ποίοις ὀργάνοις χρηστέον. οὔτε γὰρ αὐλοὺς εἰς παιδείαν ἀκτέον οὔτʼ ἄλλο τι τεχνικὸν ὄργανον, οἷον κιθάραν κἂν εἴ τι τοιοῦτον ἕτερον ἔστιν, ἀλλʼ ὅσα ποιήσει αὐτῶν ἀκροατὰς ἀγαθοὺς ἢ τῆς μουσικῆς παιδείας ἢ τῆς ἄλλης· ἔτι δὲ οὐκ ἔστιν ὁ αὐλὸς ἠθικὸν ἀλλὰ μᾶλλον ὀργιαστικόν, ὥστε πρὸς τοὺς τοιούτους αὐτῷ καιροὺς χρηστέον ἐν οἷς ἡ θεωρία κάθαρσιν μᾶλλον δύναται4 ἢ μάθησιν. προσθῶμεν δὲ ὅτι συμβέβηκεν ἐναντίον αὐτῷ πρὸς παιδείαν καὶ τὸ κωλύειν τῷ λόγῳ χρῆσθαι τὴν αὔλησιν. διὸ καλῶς ἀπεδοκίμασαν αὐτοῦ οἱ πρότερον τὴν χρῆσιν ἐκ τῶν νέων καὶ τῶν ἐλευθέρων, καίπερ χρησάμενοι τὸ πρῶτον αὐτῷ. σχολαστικώτεροι γὰρ γιγνόμενοι διὰ τὰς εὐπορίας καὶ μεγαλοψυχότεροι πρὸς τὴν ἀρετήν, ἔτι τε πρότερον καὶ μετὰ τὰ Μηδικὰ φρονηματισθέντες ἐκ τῶν ἔργων, πάσης ἥπτοντο μαθήσεως, οὐδὲν διακρίνοντες ἀλλʼ ἐπιζητοῦντες. διὸ καὶ τὴν αὐλητικὴν ἤγαγον πρὸς τὰς μαθήσεις. καὶ γὰρ ἐν Λακεδαίμονί τις χορηγὸς αὐτὸς ηὔλησε τῷ χορῷ, καὶ περὶ Ἀθήνας οὕτως ἐπεχωρίασεν ὥστε σχεδὸν οἱ πολλοὶ τῶν ἐλευθέρων μετεῖχον αὐτῆς· δῆλον δὲ ἐκ τοῦ πίνακος ὃν ἀνέθηκε Θράσιππος Ἐκφαντίδῃ χορηγήσας. ὕστερον δʼ ἀπεδοκιμάσθη διὰ τῆς πείρας αὐτῆς, βέλτιον δυναμένων κρίνειν τὸ πρὸς ἀρετὴν καὶ τὸ μὴ πρὸς ἀρετὴν συντεῖνον· ὁμοίως δὲ καὶ πολλὰ τῶν ὀργάνων τῶν ἀρχαίων, οἷον πηκτίδες καὶ βάρβιτοι καὶ τὰ πρὸς ἡδονὴν συντείνοντα τοῖς ἀκούουσι τῶν χρωμένων, ἑπτάγωνα καὶ τρίγωνα καὶ σαμβῦκαι,
(以及通过考察)应该参与什么样的旋律和什么样的节奏,此外,还应当用什么样的乐器来进行学习(来解决非难并不困难),因为这在理所当然上也是有区别的。因为在这些方面存在着对非难的解决;因为没有任何东西能阻止音乐的某些方式产生上述的效果。因此显而易见,音乐的学习既不应阻碍日后的活动,也不应使身体变得粗俗,以致对于军事和政治的锻炼无用,无论是在当下的使用上还是在日后的使用上。而如果在学习中,他们既不致力于那些有助于专业竞技的技术性事物,也不致力于那些奇特而非凡的演奏作品——这些作品现在已经进入了竞技,并从竞技进入了教育——而是致力于那些非此类的事物,直到他们能够鉴赏高尚的旋律和节奏,而不仅是音乐中的共同要素,正如其他一些动物以及大量的奴隶和儿童所能做到的那样,那么上述目的在学习中就能达到。从这些情况中,应该使用什么样的乐器也是显而易见的。因为既不应该把奥洛斯管引入教育,也不应该引入任何其他专业性的乐器,如基萨拉琴以及如果有任何其他此类乐器的话,而只要是那些能使他们成为音乐教育或其他教育的优秀听众的乐器。此外,奥洛斯管不是具有伦理性质的,而是更具有狂欢性质的,因此应该在那些观赏更能够达到净化而非学习的场合中使用它。我们还要加上一点:即吹奏奥洛斯管阻碍了言语的使用,这对于教育而言碰巧是一个相反的因素。因此,以前的人们正确地将它的使用从青年和自由人中排除出去,尽管最初他们曾使用过它。因为他们由于财富而变得更加有闲暇,在德行上更加气宇轩昂,而且在此之前特别是在波斯战争之后,由于功绩而变得心高气傲,他们开始涉猎一切学问,不作任何挑选而只是加以寻求。因此,他们也将奥洛斯管演奏引入了学习中。因为在拉刻代蒙,甚至有某个合唱队组织者自己为合唱队吹奏奥洛斯管,而在雅典周边,这变得如此流行,以致几乎多数自由人都参与其中;这从色拉西普斯在为埃克凡提德斯担任合唱队组织者时所献纳的铭板中可以清楚地看出。但后来,通过经验本身,它被排斥了,因为人们能够更好地判断什么是有助于德行的,什么是不是;同样地,许多古代乐器也是如此,例如百克提斯琴、巴比托琴以及那些仅仅有助于给弹奏者的听众带来快乐的乐器,七弦琴、三角琴和珊布卡琴。
- 1341a5πρὸς μὲν τὰς χρήσεις ἤδη πρὸς δὲ τὰς χρήσεις ὕστερον
这一副词性短语修饰前文的“对于军事和政治的锻炼”(πρὸς τὰς πολεμικὰς καὶ πολιτικὰς ἀσκήσεις),对比性地补充说明了年轻时期训练的“当下的实用”(χρήσεις ἤδη)与成年之后在实际国政和军事中的“日后的实用”(χρήσεις ὕστερον)。
- 1341a5συμβαίνοι δʼ ἂν
这是一个潜在祈愿(ἂν + 祈愿语气)结构,对应条件从句 εἰ μήτε... διαπονοῖεν(如果他们不致力于……)。虽然主语未明确给出,但它指的是前文所述的理想教育效果的实现,即音乐的学习不阻碍日后的活动,也不使身体变得无用。
- 1341a10μέχρι περ ἂν δύνωνται
由 μέχρι(περ) ἄν + 虚拟语气引导的时间限制从句。它指出了音乐实际学习(由 διαπονοῖεν 暗示)应当持续的界限或目的,即直到他们“能够鉴赏”(δύνωνται χαίρειν)高尚的旋律和节奏为止。
- 1341a20δύναται
此处的助动词性动词 δύναται 具有“能够产生/提供”的实义,省略了不定式(如 ποιεῖν 或 παρέχειν)。其句法结构为:“观赏(θεωρία)比学习(μάθησιν)更能够起净化作用(κάθαρσιν)”。
