- 底本
- Aristotle. Aristotelis Politica. Ross, William David, editor. Oxford: Clarendon Press, 1957 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:5.1303a-5.1303b
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-30
讨论了不均匀增长、偶然事件、族群不合、微小变化等因素如何导致政体变革,并结合具体实例说明了领导者之间的私人恩怨如何升级为整个城邦的内讧。
ὧν1 πολλάκις λανθάνει τι αὐξανόμενον, οἷον τὸ τῶν ἀπόρων πλῆθος ἐν ταῖς δημοκρατίαις καὶ πολιτείαις. συμβαίνει δʼ ἐνίοτε τοῦτο καὶ διὰ τύχας, οἷον ἐν Τάραντι ἡττηθέντων καὶ ἀπολομένων πολλῶν γνωρίμων ὑπὸ τῶν Ἰαπύγων μικρὸν ὕστερον τῶν Μηδικῶν δημοκρατία ἐγένετο ἐκ πολιτείας, καὶ ἐν Ἄργει τῶν ἐν τῇ ἑβδόμῃ2 ἀπολομένων ὑπὸ Κλεομένους τοῦ Λάκωνος ἠναγκάσθησαν παραδέξασθαι τῶν περιοίκων τινάς, καὶ ἐν Ἀθήναις ἀτυχούντων πεζῇ οἱ γνώριμοι ἐλάττους ἐγένοντο διὰ τὸ ἐκ καταλόγου στρατεύεσθαι ὑπὸ τὸν Λακωνικὸν πόλεμον. συμβαίνει δὲ τοῦτο καὶ ἐν ταῖς δημοκρατίαις, ἧττον δέ· πλειόνων γὰρ τῶν εὐπόρων γινομένων ἢ τῶν οὐσιῶν αὐξανομένων μεταβάλλουσιν εἰς ὀλιγαρχίας καὶ δυναστείας. —μεταβάλλουσι δʼ αἱ πολιτεῖαι καὶ ἄνευ στάσεως διά τε τὰς ἐριθείας, ὥσπερ ἐν Ἡραίᾳ (ἐξ αἱρετῶν γὰρ διὰ τοῦτο ἐποίησαν κληρωτάς, ὅτι ᾑροῦντο τοὺς ἐριθευομένους), καὶ διʼ ὀλιγωρίαν, ὅταν ἐάσωσιν εἰς τὰς ἀρχὰς τὰς κυρίας παριέναι τοὺς μὴ τῇ πολιτείᾳ φίλους, ὥσπερ ἐν Ὠρεῷ κατελύθη ἡ ὀλιγαρχία τῶν ἀρχόντων γενομένου Ἡρακλεοδώρου, ὃς ἐξ ὀλιγαρχίας πολιτείαν καὶ δημοκρατίαν κατεσκεύασεν. —ἔτι διὰ τὸ παρὰ μικρόν.3 λέγω δὲ παρὰ μικρόν, ὅτι πολλάκις λανθάνει μεγάλη γινομένη μετάβασις τῶν νομίμων, ὅταν παρορῶσι τὸ μικρόν, ὥσπερ ἐν Ἀμβρακίᾳ μικρὸν ἦν τὸ τίμημα, τέλος δʼ ἀπʼ οὐθενὸς ἦρχον, ὡς ἔγγιον ἢ μηθὲν διαφέρον τοῦ μηθὲν τὸ μικρόν. στασιωτικὸν δὲ καὶ τὸ μὴ ὁμόφυλον, ἕως ἂν συμπνεύσῃ· ὥσπερ γὰρ οὐδʼ ἐκ τοῦ τυχόντος πλήθους πόλις γίγνεται, οὕτως οὐδʼ ἐν τῷ τυχόντι χρόνῳ· διὸ ὅσοι ἤδη συνοίκους ἐδέξαντο ἢ ἐποίκους, οἱ πλεῖστοι διεστασίασαν· οἷον Τροιζηνίοις Ἀχαιοὶ συνῴκησαν Σύβαριν, εἶτα πλείους οἱ Ἀχαιοὶ γενόμενοι ἐξέβαλον τοὺς Τροιζηνίους, ὅθεν τὸ ἄγος συνέβη τοῖς Συβαρίταις· καὶ ἐν Θουρίοις Συβαρῖται τοῖς συνοικήσασιν (πλεονεκτεῖν γὰρ ἀξιοῦντες ὡς σφετέρας τῆς χώρας ἐξέπεσον)· καὶ Βυζαντίοις οἱ ἔποικοι ἐπιβουλεύοντες φωραθέντες ἐξέπεσον διὰ μάχης· καὶ Ἀντισσαῖοι τοὺς Χίων φυγάδας εἰσδεξάμενοι διὰ μάχης ἐξέβαλον· Ζαγκλαῖοι δὲ Σαμίους ὑποδεξάμενοι ἐξέπεσον αὐτοί· καὶ Ἀπολλωνιᾶται οἱ ἐν τῷ Εὐξείνῳ πόντῳ ἐποίκους ἐπαγαγόμενοι ἐστασίασαν·
在这些部分中,经常有某个部分在不知不觉中增长,例如在民主政体和“波利蒂亚”中平民大众的增长。而这有时也是因为偶然而发生,例如在塔拉斯,在希波战争后不久,由于许多名门显贵被伊阿庇吉亚人击败并消灭,政体由“波利蒂亚”变成了民主政体。又如在阿耳戈斯,在第七日被拉科尼亚人克列奥美涅斯消灭了市民之后,他们被迫接纳了一些周边居民为公民。又如在雅典,当他们在陆战中遭遇不幸时,由于在拉科尼亚战争期间必须根据征兵名册服役,名门显贵的数量有所减少。这也发生在民主政体中,但频率较低;因为当富人变得更多或财产增加时,它们就会转变为寡头政体和豪强统治。――政体也会在没有内讧的情况下发生变化,一是因为党派私利的选举画策,正如在赫赖亚(由于这个原因,他们将官职从选举制改为抽签制,因为他们过去总是选举那些进行党派画策的人);二是因为疏忽,当他们允许那些对政体不友好的人进入主权官职时,就像在奥列乌斯,当赫拉克列奥多罗斯成为统治者之一时,执政者的寡头统治被瓦解,他由寡头政体建立了“波利蒂亚”和民主政体。――此外,还因为微小的差异。我说“因为微小的差异”,是因为当人们忽视微小的事情时,法律往往在不知不觉中发生了巨大的改变,就像在安布拉基亚,财产资格原本很小,但最终却变成了由完全没有财产的人来统治,因为他们认为微小的财产接近于零,或者与零没有任何区别。 异族不合也是导致内讧的原因,直到他们能够同舟共济;因为正如城邦并非由任意的群众组成一样,它也不是在任意的时间内形成的。因此,凡是已经接纳了共同居住者或新移民的城邦,大多数都陷入了内讧。例如,阿开亚人与特罗曾人共同在叙巴里斯定居,随后阿开亚人因人数变多,驱逐了特罗曾人,叙巴里斯人因此遭到了诅咒。又如在图里伊,叙巴里斯人与共同定居者发生内讧(因为他们认为土地是自己的,要求占有更多的份额,结果被驱逐)。又如在拜占庭,新移民因被发现密谋而暴露,在战斗后被驱逐。又如安提萨人接纳了基奥斯岛的流亡者,在战斗后将其驱逐。而赞克勒人接纳了萨摩斯人,自己反而被驱逐了。黑海的阿波罗尼亚人引入了新移民,结果发生了内讧。
καὶ Συρακούσιοι μετὰ τὰ τυραννικὰ τοὺς ξένους καὶ τοὺς μισθοφόρους πολίτας ποιησάμενοι ἐστασίασαν καὶ εἰς μάχην ἦλθον· καὶ Ἀμφιπολῖται δεξάμενοι Χαλκιδέων ἐποίκους ἐξέπεσον ὑπὸ τούτων οἱ πλεῖστοι αὐτῶν. στασιάζουσι δʼ ἐν μὲν ταῖς ὀλιγαρχίαις οἱ πολλοὶ ὡς ἀδικούμενοι, ὅτι οὐ μετέχουσι τῶν ἴσων, καθάπερ εἴρηται πρότερον, ἴσοι ὄντες, ἐν δὲ ταῖς δημοκρατίαις οἱ γνώριμοι, ὅτι μετέχουσι τῶν ἴσων οὐκ ἴσοι ὄντες. στασιάζουσι δὲ ἐνίοτε αἱ πόλεις καὶ διὰ τοὺς τόπους, ὅταν μὴ εὐφυῶς ἔχῃ ἡ χώρα πρὸς τὸ μίαν εἶναι πόλιν, οἷον ἐν Κλαζομεναῖς οἱ ἐπὶ Χύτρῳ πρὸς τοὺς ἐν νήσῳ, καὶ Κολοφώνιοι καὶ Νοτιεῖς· καὶ Ἀθήνησιν οὐχ ὁμοίως εἰσὶν ἀλλὰ μᾶλλον δημοτικοὶ οἱ τὸν Πειραιᾶ οἰκοῦντες τῶν τὸ ἄστυ. ὥσπερ γὰρ ἐν τοῖς πολέμοις αἱ διαβάσεις τῶν ὀχετῶν,4 καὶ τῶν πάνυ σμικρῶν, διασπῶσι τὰς φάλαγγας, οὕτως ἔοικε πᾶσα διαφορὰ ποιεῖν διάστασιν. μεγίστη μὲν οὖν ἴσως διάστασις ἀρετὴ καὶ μοχθηρία, εἶτα πλοῦτος καὶ πενία, καὶ οὕτως δὴ ἑτέρα ἑτέρας μᾶλλον, ὧν μία καὶ ἡ εἰρημένη ἐστί. Γίγνονται μὲν οὖν αἱ στάσεις οὐ περὶ μικρῶν ἀλλʼ ἐκ μικρῶν, στασιάζουσι δὲ περὶ μεγάλων. μάλιστα δὲ καὶ αἱ μικραὶ ἰσχύουσιν, ὅταν ἐν τοῖς κυρίοις γένωνται, οἷον συνέβη καὶ ἐν Συρακούσαις ἐν τοῖς ἀρχαίοις χρόνοις. μετέβαλε γὰρ ἡ πολιτεία ἐκ δύο νεανίσκων στασιασάντων τῶν ἐν ταῖς ἀρχαῖς ὄντων, περὶ ἐρωτικὴν αἰτίαν. θατέρου γὰρ ἀποδημοῦντος ἅτερος ὤν τὸν ἐρώμενον αὐτοῦ ὑπεποιήσατο, πάλιν δʼ ἐκεῖνος τούτῳ χαλεπήνας τὴν γυναῖκα αὐτοῦ ἀνέπεισεν ὡς αὑτὸν ἐλθεῖν· ὅθεν προσλαμβάνοντες τοὺς ἐν τῷ πολιτεύματι διεστασίασαν πάντας. διόπερ ἀρχομένων εὐλαβεῖσθαι δεῖ τῶν τοιούτων, καὶ διαλύειν τὰς τῶν ἡγεμόνων καὶ δυναμένων στάσεις· ἐν ἀρχῇ γὰρ γίνεται τὸ ἁμάρτημα, ἡ δʼ ἀρχὴ λέγεται ἥμισυ εἶναι παντός, ὥστε καὶ τὸ ἐν αὐτῇ μικρὸν ἁμάρτημα ἀνάλογόν ἐστι πρὸς τὰ ἐν τοῖς ἄλλοις μέρεσιν. ὅλως δὲ αἱ τῶν γνωρίμων στάσεις συναπολαύειν ποιοῦσι καὶ τὴν ὅλην πόλιν, οἷον ἐν Ἑστιαίᾳ συνέβη μετὰ τὰ Μηδικά, δύο ἀδελφῶν περὶ τῆς πατρῴας νομῆς διενεχθέντων· ὁ μὲν γὰρ ἀπορώτερος, ὡς οὐκ ἀποφαίνοντος5 τὴν οὐσίαν οὐδὲ τὸν θησαυρὸν ὃν εὗρεν ὁ πατήρ, προσηγάγετο τοὺς δημοτικούς, ὁ δʼ ἕτερος ἔχων οὐσίαν πολλὴν τοὺς εὐπόρους. καὶ ἐν Δελφοῖς ἐκ κηδείας γενομένης διαφορᾶς ἀρχὴ πασῶν ἐγένετο τῶν στάσεων τῶν ὕστερον·
又如叙拉古人在僭主政体结束之后,将外国人和雇佣兵接纳为公民,结果发生了内讧并诉诸战斗。又如安菲波利斯人接纳了卡尔基斯人的新移民,其中大部分人被这些人驱逐。 在内讧中,在寡头政体中,多数人因为受到不公正对待而挑起内讧,因为他们虽然与统治者对等,却未能分享对等的权利,正如前面所说的那样;而在民主政体中,名门显贵挑起内讧,因为他们虽然不对等,却与大众分享对等的权利。 城邦有时也会因为地理环境而发生内讧,当领土不适合形成单一的城邦时,例如在克拉佐美奈,居住在希特鲁姆的人反对居住在岛上的人,还有科洛封人和诺提翁人。在雅典,居住在比雷埃夫斯的人和居住在市区的人并非同心同德,而是比市区的人更倾向于民主。因为正如在战争中跨越沟渠(即使是非常小的沟渠)也会使方阵分裂一样,同样,每一种差异似乎都会造成分裂。因此,也许最大的分裂是美德与恶德,其次是富有与贫穷,如此等等,一者比另一者更为严重,其中之一也就是上述的差异。 因此,内讧的发生不是为了小事,而是由于小事,而人们争夺的则是大事。特别是当小冲突发生在掌握统治权的人之间时,其力量最大,就像在古代叙拉古所发生的那样。因为政体的改变是由于两个处于执政地位的年轻人因情爱原因发生内讧。当其中一人外游时,另一人诱惑并占有了他的情人;而那人回来后,对此感到愤怒,又说服对方的妻子来到自己身边。由此,他们各自拉拢政权中的人,使所有人分裂成不同派系。因此,在这些事情刚刚开始时就必须警惕,并消除领导者和有实力者之间的对立;因为过错发生在开始,而俗话说“开始是全部的一半”,所以在开始时的微小过错与在其他部分的过错相比,具有成比例的重大影响。总之,名门显贵的内讧也会让整个城邦共同承担后果,就像在希波战争之后的赫斯提埃亚所发生的那样,两兄弟因为分父亲的遗产而发生争执。较穷的那一个,以另一个没有公开财产以及父亲发现的宝藏为由,拉拢了平民大众,而另一个拥有大量财产的兄弟则拉拢了富人。又如在德尔菲,由于姻亲关系引起的纠纷成为了此后发生的所有内讧的开端;
- 1303a1ὧν
关系代名词属格复数,其先行词为前句 πόλις σύγκειται ἐκ μερῶν(城邦是由若干部分组成的)中的 μερῶν(部分)。表示在这些部分中,“某一部分”在不知不觉中增长。
- 1303a7τῶν ἐν τῇ ἑβδόμῃ
可解释为“第七天(被消灭的人)”或“第七个(战役/部队中被消灭的人)”。历史学界通常认为是指斯巴达国王克列奥美涅斯一世在塞佩亚战役后,于“第七天”对阿耳戈斯人进行的屠杀。
- 1303a21διὰ τὸ παρὰ μικρόν
前置词短语 παρὰ μικρόν(微小的差异、仅差)被中性冠词 τό 名词化,表示“微小差异的累积”或“渐进的改变”。
- 1303b14αἱ διαβάσεις τῶν ὀχετῶν
主语是 αἱ διαβάσεις(跨越),属格 τῶν ὀχετῶν(沟渠)作为其动作的对象(目的格属格)。τῶν πάνυ σμικρῶν(即使是非常小的)在性、数、格上一致,修饰 ὀχετῶν,共同构成了“即使跨越极小的沟渠也会使方阵分裂”的喻意。
- 1303b35ὡς οὐκ ἀποφαίνοντος
由连词 ὡς(以……为由,宣称主观理由)引导的属格绝对结构。分词 ἀποφαίνοντος(公开,出示)的主语(即另一兄弟)在语境中被省略。
