← 亚里士多德

政治学

§4.1291a

城邦的组成阶层与对柏拉图的批判

亚里士多德列举了构成城邦的各个部分(粗工、商人、雇工、战士、富人、官吏以及进行审议和裁判的人),并批评了柏拉图在《国家篇》中对城邦起源的讨论是不充分的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1291a

δεύτερον δὲ τὸ καλούμενον βάναυσον (ἔστι δὲ τοῦτο τὸ περὶ τὰς τέχνας ὧν ἄνευ πόλιν ἀδύνατον οἰκεῖσθαι· τούτων δὲ τῶν τεχνῶν τὰς μὲν ἐξ ἀνάγκης ὑπάρχειν δεῖ, τὰς δὲ εἰς τρυφὴν ἢ τὸ καλῶς ζῆν), τρίτον δὲ τὸ ἀγοραῖον (λέγω δʼ ἀγοραῖον τὸ περὶ τὰς πράσεις καὶ τὰς ὠνὰς καὶ τὰς ἐμπορίας καὶ καπηλείας διατρῖβον), τέταρτον δὲ τὸ θητικόν, πέμπτον δὲ γένος τὸ προπολεμῆσον, ὃ τούτων οὐθὲν ἧττόν ἐστιν ἀναγκαῖον ὑπάρχειν, εἰ μέλλουσι μὴ δουλεύσειν τοῖς ἐπιοῦσιν. μὴ γὰρ ἓν τῶν ἀδυνάτων ᾖ1 πόλιν ἄξιον εἶναι καλεῖν τὴν φύσει δούλην· αὐτάρκης γὰρ ἡ πόλις, τὸ δὲ δοῦλον οὐκ αὔταρκες. διόπερ ἐν τῇ Πολιτείᾳ κομψῶς τοῦτο, οὐχ ἱκανῶς δὲ εἴρηται. φησὶ γὰρ ὁ Σωκράτης ἐκ τεττάρων τῶν ἀναγκαιοτάτων πόλιν συγκεῖσθαι, λέγει δὲ τούτους ὑφάντην καὶ γεωργὸν καὶ σκυτοτόμον καὶ οἰκοδόμον· πάλιν δὲ προστίθησιν, ὡς οὐκ αὐτάρκων τούτων,2 χαλκέα καὶ τοὺς ἐπὶ τοῖς ἀναγκαίοις βοσκήμασιν, ἔτι δʼ ἔμπορόν τε καὶ κάπηλον· καὶ ταῦτα πάντα γίνεται πλήρωμα τῆς πρώτης πόλεως, ὡς τῶν ἀναγκαίων τε χάριν πᾶσαν πόλιν συνεστηκυῖαν,3 ἀλλʼ οὐ τοῦ καλοῦ μᾶλλον, ἴσον τε δεομένην σκυτέων τε καὶ γεωργῶν. τὸ δὲ προπολεμοῦν οὐ πρότερον ἀποδίδωσι μέρος πρὶν ἢ τῆς χώρας αὐξομένης καὶ τῆς τῶν πλησίον ἁπτομένης εἰς πόλεμον καταστῶσιν. ἀλλὰ μὴν καὶ ἐν τοῖς τέτταρσι καὶ τοῖς ὁποσοισοῦν κοινωνοῖς ἀναγκαῖον εἶναί τινα τὸν ἀποδώσοντα καὶ κρινοῦντα τὸ δίκαιον. εἴπερ οὖν καὶ ψυχὴν ἄν τις θείη ζῴου μόριον μᾶλλον ἢ σῶμα, καὶ πόλεων τὰ τοιαῦτα μᾶλλον θετέον τῶν εἰς τὴν ἀναγκαίαν χρῆσιν συντεινόντων, τὸ πολεμικὸν καὶ τὸ μετέχον δικαιοσύνης δικαστικῆς, πρὸς δὲ τούτοις τὸ βουλευόμενον, ὅπερ ἐστὶ συνέσεως πολιτικῆς ἔργον. καὶ ταῦτʼ εἴτε κεχωρισμένως ὑπάρχει τισὶν εἴτε τοῖς αὐτοῖς, οὐθὲν διαφέρει πρὸς τὸν λόγον· καὶ γὰρ ὁπλιτεύειν καὶ γεωργεῖν συμβαίνει τοῖς αὐτοῖς πολλάκις. ὥστε εἴπερ καὶ ταῦτα καὶ ἐκεῖνα θετέα μόρια τῆς πόλεως, φανερὸν ὅτι τό γε ὁπλιτικὸν ἀναγκαῖόν ἐστι μόριον τῆς πόλεως. ἕβδομον δὲ τὸ ταῖς οὐσίαις λειτουργοῦν, ὃ καλοῦμεν εὐπόρους. ὄγδοον δὲ τὸ δημιουργικὸν καὶ τὸ περὶ τὰς ἀρχὰς λειτουργοῦν, εἴπερ ἄνευ ἀρχόντων ἀδύνατον εἶναι πόλιν. ἀναγκαῖον οὖν εἶναί τινας τοὺς δυναμένους ἄρχειν καὶ λειτουργοῦντας ἢ συνεχῶς ἢ κατὰ μέρος τῇ πόλει ταύτην τὴν λειτουργίαν. λοιπὰ δὲ περὶ ὧν τυγχάνομεν διωρικότες ἀρτίως, τὸ βουλευόμενον καὶ τὸ κρῖνον περὶ τῶν δικαίων τοῖς ἀμφισβητοῦσιν. εἴπερ οὖν ταῦτα δεῖ γινέσθαι ταῖς πόλεσι, καὶ καλῶς γενέσθαι καὶ δικαίως,

第二部分是所谓的粗工(即从事那些若没有它们城邦就无法生存的技术的人;在这些技术中,有些是必然需要存在的,有些则是为了奢华或良好的生活)。第三部分是市场阶级(我所说的市场阶级是指从事买卖、贸易和零售的部分)。第四部分是雇工阶级。第五类则是准备战斗的阶级,若人们不打算沦为入侵者的奴隶,这一部分就同样不可或缺。因为恐怕城邦不能被称为本性为奴的东西,毕竟城邦是自足的,而奴隶是不自足的。因此,在《国家篇》中对此说得虽然巧妙,但并不充分。因为苏格拉底说城邦是由四个最不可或缺的人组成的,他说这些人是织工、农夫、鞋匠和建筑工。但他又接着补充说,因为这些人并不自足,所以又加上了铁匠、饲养必需牲畜的人,以及批发商和零售商。这一切全都成了第一个城邦的“满盈”,仿佛每个城邦的建立都是为了必需品,而不是更为了美德,且同等地需要鞋匠和农夫。但他并没有给防御战斗的部分以城邦组成部分的地位,直到领土扩大并侵犯了邻国的土地,从而陷入战争。然而,即使在四个或任意数量的合伙人中,也必然需要有某个分配和裁判公正的人。因此,如果有人认为动物的灵魂比肉体更算是一个部分,那么在城邦中,也应该把这些部分,即军事部分和参与司法审判的部分,此外还有进行审议的部分——这是政治智慧的作用——看得比那些致力于满足必需用途的部分更为重要。而这些部分无论是分别存在于某些人身上,还是存在于相同的人身上,对论述都没有影响。因为同一批人往往既担任重装步兵又从事耕作。因此,如果这些(后者)和那些(前者)都应该被视为城邦的部分,那么显而易见,重装步兵部分必然是城邦的不可或缺的部分。 第七部分是以财产来承担公共服务的阶级,我们称之为富裕者。第八部分是官吏和服务于官职的部分,因为没有统治者城邦就无法存在。因此,必然要有一些能够进行统治并连续或轮流为城邦承担这种公共服务的人。其余的部分则是我们刚才所界定的:审议的部分和对争议者判决公正的部分。因此,如果城邦需要存在这些部分,并且需要优美且公正地运作,(……)

语法注3 条
  1. 1291a5μὴ γὰρ ἓν τῶν ἀδυνάτων ᾖ

    独立分句中带 μή 的虚拟语气 ᾖ 表示担忧或委婉的断言(“莫非是……”、“恐怕……吧”)。这里表达了对将天生为奴的共同体称为城邦是否合适的担忧。

  2. 1291a10ὡς οὐκ αὐτάρκων τούτων

    省略了分词 ὄντων 的属格独立结构。连词 ὡς 表示主观原因或假定(“由于这些并不自足”)。

  3. 1291a15ὡς τῶν ἀναγκαίων τε χάριν πᾶσαν πόλιν συνεστηκυῖαν

    由 ὡς 引导的宾格独立结构。不及物动词 συνίστημι 的完成时活性分词阴性单数宾格形式 συνεστηκυῖαν 与宾格主语 πᾶσαν πόλιν 一致,用以呈现苏格拉底所作的主观假定。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:4.1291a