← 亚里士多德

政治学

§3.1281b

多数人的集体智慧与关于专业审判的难题

亚里士多德阐述了“集体智慧”的论点,说明多数人作为一个整体其判断力可能优于最优秀的少数个体,从而论证了让他们参与选举和审查等事务的合理性,但他随即也提出了基于医生专业比喻的首个难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1281b

ὅμως ἐνδέχεται συνελθόντας εἶναι βελτίους ἐκείνων, οὐχ ὡς ἕκαστον ἀλλʼ ὡς σύμπαντας, οἷον τὰ συμφορητὰ δεῖπνα τῶν ἐκ μιᾶς δαπάνης χορηγηθέντων·1 πολλῶν γὰρ ὄντων2 ἕκαστον μόριον ἔχειν ἀρετῆς καὶ φρονήσεως, καὶ γίνεσθαι συνελθόντας ὥσπερ ἕνα ἄνθρωπον τὸ πλῆθος, πολύποδα καὶ πολύχειρα καὶ πολλὰς ἔχοντʼ αἰσθήσεις, οὕτω καὶ περὶ τὰ ἤθη καὶ τὴν διάνοιαν. διὸ καὶ κρίνουσιν ἄμεινον οἱ πολλοὶ καὶ τὰ τῆς μουσικῆς ἔργα καὶ τὰ τῶν ποιητῶν· ἄλλοι γὰρ ἄλλο τι μόριον, πάντα δὲ πάντες. ἀλλὰ τούτῳ διαφέρουσιν οἱ σπουδαῖοι τῶν ἀνδρῶν ἑκάστου τῶν πολλῶν, ὥσπερ καὶ τῶν μὴ καλῶν τοὺς καλούς φασι, καὶ τὰ γεγραμμένα διὰ τέχνης τῶν ἀληθινῶν, τῷ συνῆχθαι3 τὰ διεσπαρμένα χωρὶς εἰς ἕν, ἐπεὶ κεχωρισμένων γε4 κάλλιον ἔχειν τοῦ γεγραμμένου τουδὶ μὲν τὸν ὀφθαλμὸν ἑτέρου δέ τινος ἕτερον μόριον. εἰ μὲν οὖν περὶ πάντα δῆμον καὶ περὶ πᾶν πλῆθος ἐνδέχεται ταύτην εἶναι τὴν διαφορὰν τῶν πολλῶν πρὸς τοὺς ὀλίγους σπουδαίους, ἄδηλον, ἴσως δὲ νὴ Δία δῆλον ὅτι περὶ ἐνίων ἀδύνατον (ὁ γὰρ αὐτὸς κἂν ἐπὶ τῶν θηρίων ἁρμόσειε λόγος· καίτοι τί διαφέρουσιν ἔνιοι τῶν θηρίων ὡς ἔπος εἰπεῖν;)· ἀλλὰ περὶ τὶ πλῆθος οὐδὲν εἶναι κωλύει τὸ λεχθὲν ἀληθές. διὸ καὶ τὴν πρότερον εἰρημένην ἀπορίαν λύσειεν ἄν τις διὰ τούτων καὶ τὴν ἐχομένην αὐτῆς,5 τίνων δεῖ κυρίους εἶναι τοὺς ἐλευθέρους καὶ τὸ πλῆθος τῶν πολιτῶν. τοιοῦτοι δʼ εἰσὶν ὅσοι μήτε πλούσιοι μήτε ἀξίωμα ἔχουσιν ἀρετῆς μηδὲ ἕν. τὸ μὲν γὰρ μετέχειν αὐτοὺς τῶν ἀρχῶν τῶν μεγίστων οὐκ ἀσφαλές (διά τε γὰρ ἀδικίαν καὶ διʼ ἀφροσύνην τὰ μὲν ἀδικεῖν ἀνάγκη τὰ δʼ ἁμαρτάνειν αὐτούς)· τὸ δὲ μὴ μεταδιδόναι μηδὲ μετέχειν φοβερόν (ὅταν γὰρ ἄτιμοι πολλοὶ καὶ πένητες ὑπάρχωσι, πολεμίων ἀναγκαῖον εἶναι πλήρη τὴν πόλιν ταύτην). λείπεται δὴ τοῦ βουλεύεσθαι καὶ κρίνειν μετέχειν αὐτούς. διόπερ καὶ Σόλων καὶ τῶν ἄλλων τινὲς νομοθετῶν τάττουσιν ἐπί τε τὰς ἀρχαιρεσίας καὶ τὰς εὐθύνας τῶν ἀρχόντων, ἄρχειν δὲ κατὰ μόνας οὐκ ἐῶσιν. πάντες μὲν γὰρ ἔχουσι συνελθόντες ἱκανὴν αἴσθησιν, καὶ μιγνύμενοι τοῖς βελτίοσι τὰς πόλεις ὠφελοῦσιν, καθάπερ ἡ μὴ καθαρὰ τροφὴ μετὰ τῆς καθαρᾶς τὴν πᾶσαν ποιεῖ χρησιμωτέραν τῆς ὀλίγης·6 χωρὶς δʼ ἕκαστος ἀτελὴς περὶ τὸ κρίνειν ἐστίν. ἔχει δʼ ἡ τάξις αὕτη τῆς πολιτείας ἀπορίαν πρώτην μὲν ὅτι δόξειεν ἂν τοῦ αὐτοῦ εἶναι τὸ κρῖναι τίς ὀρθῶς ἰάτρευκεν, οὗπερ καὶ τὸ ἰατρεῦσαι καὶ ποιῆσαι ὑγιᾶ τὸν κάμνοντα τῆς νόσου τῆς παρούσης· οὗτος δʼ ἐστὶν ὁ ἰατρός.

然而,尽管如此,当他们集聚在一起时,作为一个整体而非作为单独的个体,他们仍有可能优于那些少数最优秀的人,正如众人集资筹备的宴会要好于由一人独资举办的宴会一样。因为由于人数众多,每个人都分有美德和智慧,而当他们集聚在一起时,多数人就变成了一个仿佛长着许多只脚、许多只手、拥有许多种感官的单一之人,在性格和理智方面也是如此。因此,多数人对音乐作品和诗人的作品也有着更好的判断力;因为有些人判断这一部分,而所有人在一起则能判断其全体。但是,优秀的男子与多数人中的每一个人的区别也恰恰在于此,正如人们说英俊的人区别于不英俊的人,以及艺术绘制的形象区别于真实的事物一样,这是因为那原本分散在各处的部分被聚集到了一个整体之中;因为,如果把它们拆开来看,这个被画出来的形象的眼睛,或者另外某人的其他部位,实际上可能会比画像中的更为美丽。因此,在所有的平民和所有的群众中,是否都可能存在多数人与少数优秀者之间的这种差异,尚不清楚;但是,凭宙斯起誓,显而易见,在某些情况下这是不可能的(因为同样的论据也适用于野兽;然而,在某种程度上说,某些人与野兽又有什么区别呢?)。不过,对于某一种群众来说,没有什么能阻碍所说的话成为真理。因此,人们可以凭借这些道理来解决先前提到过的难点,以及紧随其后的另一个难点:即自由人和公民中的多数应当在哪些事务上拥有最高权力。这样的人是指那些既不富裕,又没有任何一项美德声望的人。因为让他们参与最重要的官职是不安全的(因为由于不公正和愚蠢,他们必然一方面会行不公,另一方面会犯错误);然而,不给他们分享,也不让他们参与,则是可怕的(因为当存在着许多失去荣誉且贫困的人时,这个城邦必然充满了敌人)。因此,剩下的就是让他们参与审议和裁判。正因如此,梭伦和其他一些立法者才把他们安排在选举官职和审查统治者的事务上,而不允许他们单独进行统治。因为所有人集聚在一起时,都具有足够的感知力,且通过与较优秀的人混合,他们能对城邦有所助益,正如不纯净的食物与纯净的食物混合在一起,会使整体比少量的纯净食物更有用一样;但每个人单独在裁判上则是不完善的。 然而,政体的这种安排也带来了第一个难题:因为,判定谁进行了正确的治疗,似乎应当属于那同样能够进行治疗并使病人从当前的疾病中恢复健康的人;而这个人就是医生。

语法注6 条
  1. 3.1281bτῶν ἐκ μιᾶς δαπάνης χορηγηθέντων

    修饰比较级 βελτίους 的比较属格。此处省略了与前文 τὰ συμφορητὰ δεῖπνα 相对比的中性复数名词 δείπνων,分词 χορηγηθέντων 修饰这一省略的名词。

  2. 3.1281bπολλῶν γὰρ ὄντων

    表示原因的独立属格。其逻辑主语指的是构成后文主句主语 τὸ πλῆθος(群众)的各个个体(πολλοί)。

  3. 3.1281bτῷ συνῆχθαι

    与格冠词伴随的不定式(完成时被动),表示手段或原因(“通过……”、“由于……”)。

  4. 3.1281bἐπεὶ κεχωρισμένων γε

    κεχωρισμένων [ὄντων] 是表示条件的独立属格。主句不定式 κάλλιον ἔχειν(“处于更美状态”)的主语是 τὸν ὀφθαλμὸν(眼睛)或 ἕτερον μόριον(其他部位),而比较属格 τοῦ γεγραμμένου(画成之物)修饰它们。

  5. 3.1281bτὴν ἐχομένην αὐτῆς

    分词 ἐχομένην 是意为“紧邻”、“随之而来”的 ἔχομαι 的现在分词阴性单数宾格(此处修饰省略的 [ἀπορίαν]),与前文 τὴν πρότερον εἰρημένην ἀπορίαν(先前说过的难点)相对应。代词属格 αὐτῆς 由该分词支配,指代前一个难点。

  6. 3.1281bτὴν πᾶσαν ποιεῖ χρησιμωτέραν τῆς ὀλίγης

    ποιεῖ 的宾语是 τὴν πᾶσαν [τροφήν](整体食物),其宾语补足语是比较级形容词 χρησιμωτέραν。比较属格 τῆς ὀλίγης [καθαρᾶς τροφῆς] 指的是“少量的纯净食物”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:3.1281b