- 底本
- Aristotle. Aristotelis Politica. Ross, William David, editor. Oxford: Clarendon Press, 1957 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:3.1274b-3.1275a
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
为了界定国制,必须首先界定“城邦”,进而需要对“公民”进行定义。本节指出,无条件意义上的公民最核心的特征在于参与司法和公民大会等“无限定的官职”。
τῷ περὶ πολιτείας ἐπισκοποῦντι,1 καὶ τίς ἑκάστη καὶ ποία τις, σχεδὸν πρώτη σκέψις περὶ πόλεως ἰδεῖν, τί ποτέ ἐστιν ἡ πόλις. νῦν γὰρ ἀμφισβητοῦσιν, οἱ μὲν φάσκοντες τὴν πόλιν πεπραχέναι τὴν πρᾶξιν, οἱ δʼ οὐ τὴν πόλιν ἀλλὰ τὴν ὀλιγαρχίαν ἢ τὸν τύραννον· τοῦ δὲ πολιτικοῦ καὶ τοῦ νομοθέτου πᾶσαν ὁρῶμεν τὴν πραγματείαν οὖσαν περὶ πόλιν, ἡ δὲ πολιτεία τῶν τὴν πόλιν οἰκούντων ἐστὶ τάξις τις. ἐπεὶ δʼ ἡ πόλις τῶν συγκειμένων, καθάπερ ἄλλο τι τῶν ὅλων μὲν συνεστώτων δʼ ἐκ πολλῶν μορίων, δῆλον ὅτι πρότερον ὁ πολίτης ζητητέος· ἡ γὰρ πόλις πολιτῶν τι πλῆθός ἐστιν.
对于考察国制、以及每种国制是什么和具有何种性质的人来说,首要的研究几乎就是审视城邦,即城邦究竟是什么。因为现在人们存在争议,有人说城邦做出了这一行为,而有人则说不是城邦,而是寡头政体或僭主做出的;我们看到政治家和立法者的所有活动都围绕着城邦展开,而国制则是居住在城邦中的人们的一种秩序。由于城邦属于复合事物,正如由许多部分构成的其他任何整体一样,显然必须首先探寻“公民”;因为城邦是公民的某种群体。
ὥστε τίνα χρὴ καλεῖν πολίτην καὶ τίς ὁ πολίτης ἐστὶ σκεπτέον. καὶ γὰρ ὁ πολίτης ἀμφισβητεῖται πολλάκις· οὐ γὰρ τὸν αὐτὸν ὁμολογοῦσι πάντες εἶναι πολίτην· ἔστι γάρ ὅστις ἐν δημοκρατίᾳ πολίτης ὢν ἐν ὀλιγαρχίᾳ πολλάκις οὐκ ἔστι πολίτης. τοὺς μὲν οὖν ἄλλως πως τυγχάνοντας ταύτης τῆς προσηγορίας, οἷον τοὺς ποιητοὺς πολίτας, ἀφετέον· ὁ δὲ πολίτης οὐ τῷ οἰκεῖν που πολίτης ἐστίν (καὶ γὰρ μέτοικοι καὶ δοῦλοι κοινωνοῦσι τῆς οἰκήσεως), οὐδʼ οἱ τῶν δικαίων μετέχοντες οὕτως ὥστε καὶ δίκην ὑπέχειν καὶ δικάζεσθαι2 (τοῦτο γὰρ ὑπάρχει καὶ τοῖς ἀπὸ συμβόλων κοινωνοῦσιν· πολλαχοῦ μὲν οὖν οὐδὲ τούτων τελέως οἱ μέτοικοι μετέχουσιν, ἀλλὰ νέμειν ἀνάγκη προστάτην, ὥστε ἀτελῶς πως μετέχουσι τῆς τοιαύτης κοινωνίας), ἀλλὰ καθάπερ καὶ παῖδας τοὺς μήπω διʼ ἡλικίαν ἐγγεγραμμένους καὶ τοὺς γέροντας τοὺς ἀφειμένους φατέον εἶναι μέν πως πολίτας, οὐχ ἁπλῶς δὲ λίαν ἀλλὰ προστιθέντας τοὺς μὲν ἀτελεῖς τοὺς δὲ παρηκμακότας ἤ τι τοιοῦτον ἕτερον (οὐδὲν γὰρ διαφέρει· δῆλον γὰρ τὸ λεγόμενον). ζητοῦμεν γὰρ τὸν ἁπλῶς πολίτην καὶ μηδὲν ἔχοντα τοιοῦτον ἔγκλημα διορθώσεως δεόμενον, ἐπεὶ καὶ περὶ τῶν ἀτίμων καὶ φυγάδων ἔστι τὰ τοιαῦτα καὶ διαπορεῖν καὶ λύειν. πολίτης δʼ ἁπλῶς οὐδενὶ τῶν ἄλλων ὁρίζεται μᾶλλον ἢ τῷ μετέχειν κρίσεως καὶ ἀρχῆς. τῶν δʼ ἀρχῶν αἱ μέν εἰσι διῃρημέναι κατὰ χρόνον, ὥστʼ ἐνίας μὲν ὅλως δὶς τὸν αὐτὸν οὐκ ἔξεστιν ἄρχειν, ἢ διὰ τινῶν ὡρισμένων χρόνων· ὁ δʼ ἀόριστος, οἷον ὁ δικαστὴς καὶ ὁ ἐκκλησιαστής. τάχα μὲν οὖν ἂν φαίη τις οὐδʼ ἄρχοντας εἶναι τοὺς τοιούτους, οὐδὲ μετέχειν διὰ ταῦτʼ ἀρχῆς· καίτοι γελοῖον τοὺς κυριωτάτους ἀποστερεῖν ἀρχῆς. ἀλλὰ διαφερέτω μηδέν· περὶ ὀνόματος γὰρ ὁ λόγος· ἀνώνυμον γὰρ τὸ κοινὸν ἐπὶ δικαστοῦ καὶ ἐκκλησιαστοῦ, τί δεῖ ταῦτʼ ἄμφω καλεῖν. ἔστω δὴ διορισμοῦ χάριν ἀόριστος ἀρχή. τίθεμεν δὴ πολίτας τοὺς οὕτω μετέχοντας. ὁ μὲν οὖν μάλιστʼ ἂν ἐφαρμόσας πολίτης ἐπὶ πάντας τοὺς λεγομένους πολίτας σχεδὸν τοιοῦτός ἐστιν· δεῖ δὲ μὴ λανθάνειν ὅτι τῶν πραγμάτων ἐν οἷς τὰ ὑποκείμενα διαφέρει τῷ εἴδει,3 καὶ τὸ μὲν αὐτῶν ἐστι πρῶτον τὸ δὲ δεύτερον τὸ δʼ ἐχόμενον, ἢ τὸ παράπαν οὐδὲν ἔνεστιν, ᾗ τοιαῦτα, τὸ κοινόν, ἢ γλίσχρως. τὰς δὲ πολιτείας ὁρῶμεν εἴδει διαφερούσας ἀλλήλων, καὶ τὰς μὲν ὑστέρας τὰς δὲ προτέρας οὔσας·
因此,必须考察应当称谁为公民,以及公民是什么。事实上,公民的身份也经常引起争议;因为并非所有人一致同意同一个人是公民;因为有人在平民制中是公民,但在寡头制中却往往不是公民。因此,对于那些以其他某种方式获得这一称呼的人,例如被授予公民权的人,应当予以排除;公民并不是因为居住在某处而成为公民(因为外邦人和奴隶也共同居住),也不是因为分享司法权利,以至于既能作为被告受审又能作为原告起诉的人就是公民(因为这也适用于根据通商条约建立交往关系的人;在许多地方,外邦人甚至不能完全分享这些权利,而是必须指定一个保护人,因此他们在这类交往中的分享在某种程度上是不完全的),而是,正如因年龄未达到而尚未登记的儿童,以及免除公职的老人,应当说他们在某种意义上是公民,但绝非无条件地,而是必须加上限定:前者是“未成年公民”,后者是“暮年公民”或诸如此类。因为我们所探求的是无条件意义上的公民,即没有任何需要修正的缺陷的公民,毕竟关于被剥夺公民权者和流亡者,人们也可以提出并解决这类问题。无条件意义上的公民,没有比参与裁判和官职更主要的定义方式了。而在官职中,有些是按时间划分的,以至于其中某些官职完全不允许同一人担任两次,或者只能在经过某些固定的时间后担任;但也有无限定的官职,例如法官和公民大会成员。或许有人会说,这类人甚至算不上官员,因此也不算分享了官职;然而,剥夺那些拥有最高权力的人的官职资格是荒谬的。但就让这毫无影响吧;因为争议在于名称;对于法官和公民大会成员所共有的身份,即应该如何称呼这两者,尚无共同的名称。那么,为了便于界定起见,就称之为“无限定官职”吧。因此,我们将以这种方式参与的人定为公民。因此,最适用于所有被称为公民的人的公民,大致就是这样的人;但我们决不能忽视,在那些底层主体因种类而异的事物中,其中一个居于首位,另一个居于次位,再一个紧随其后,在它们作为此类事物的范围内,要么完全没有共同之处,要么只有极微弱的共同之处。而我们看到国制在种类上彼此不同,有些是后起的,有些是先在的;
- 1274b32τῷ περὶ πολιτείας ἐπισκοποῦντι
分词 ἐπισκοποῦντι 是表示关系或视角的与格,引入了探究的主体:“对于考察……的人来说”。它指明了对谁而言这是“首要的研究”。
- 1275a9οὕτως ὥστε καὶ δίκην ὑπέχειν καὶ δικάζεσθαι
这是由 οὕτως ὥστε 引导带不定式(ὑπέχειν 和 δικάζεσθαι)的程度/结果句结构(“以至于……”)。δίκην ὑπέχειν(作为被告受审)与 δικάζεσθαι(作为原告起诉)在法律诉讼中形成主动与被动的对照。
- 1275a35τῶν πραγμάτων ἐν οἷς τὰ ὑποκείμενα διαφέρει τῷ εἴδει
属格名词短语 τῶν πραγμάτων 是关系属格或部分属格,限定后文中的名词化形容词 τὸ κοινόν(“共同之处”),起到限定讨论范围的作用:“在(其底层主体因物种而异的)事物中”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
