← 亚里士多德

政治学

§2.1268a

希波达摩斯的制度提案及其公民阶层论批判

在介绍了希波达摩斯关于司法、荣誉及公费福利制度的提案后,文本批判性地分析了他关于公民划分的不合理性,指出非武装公民将沦为奴隶以及农夫定位的荒谬性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1268a

τὰς δὲ κρίσεις ἐν τοῖς δικαστηρίοις οὐ διὰ ψηφοφορίας ᾤετο γίγνεσθαι δεῖν, ἀλλὰ φέρειν ἕκαστον πινάκιον, ἐν ᾧ γράφειν, εἰ καταδικάζοι ἁπλῶς, τὴν δίκην, εἰ δʼ ἀπολύοι ἁπλῶς, κενόν, εἰ δὲ τὸ μὲν τὸ δὲ μή, τοῦτο διορίζειν.1 νῦν γὰρ οὐκ ᾤετο νενομοθετῆσθαι καλῶς· ἀναγκάζειν γὰρ ἐπιορκεῖν ἢ ταῦτα ἢ ταῦτα δικάζοντας.2 ἔτι δὲ νόμον ἐτίθει περὶ τῶν εὑρισκόντων τι τῇ πόλει συμφέρον, ὅπως τυγχάνωσι τιμῆς, καὶ τοῖς παισὶ τῶν ἐν τῷ πολέμῳ τελευτώντων ἐκ δημοσίου γίνεσθαι τὴν τροφήν, ὡς οὔπω τοῦτο παρʼ ἄλλοις νενομοθετημένον3 (ἔστι δὲ καὶ ἐν Ἀθήναις οὗτος ὁ νόμος νῦν καὶ ἐν ἑτέραις τῶν πόλεων)· τοὺς δʼ ἄρχοντας αἱρετοὺς ὑπὸ τοῦ δήμου εἶναι πάντας. δῆμον δʼ ἐποίει τὰ τρία μέρη τῆς πόλεως· τοὺς δʼ αἱρεθέντας ἐπιμελεῖσθαι κοινῶν καὶ ξενικῶν καὶ ὀρφανικῶν. τὰ μὲν οὖν πλεῖστα καὶ τὰ μάλιστα ἀξιόλογα τῆς Ἱπποδάμου τάξεως ταῦτʼ ἐστίν· ἀπορήσειε δʼ ἄν τις πρῶτον μὲν τὴν διαίρεσιν τοῦ πλήθους τῶν πολιτῶν. οἵ τε γὰρ τεχνῖται καὶ οἱ γεωργοὶ καὶ οἱ τὰ ὅπλα ἔχοντες κοινωνοῦσι τῆς πολιτείας πάντες, οἱ μὲν γεωργοὶ οὐκ ἔχοντες ὅπλα, οἱ δὲ τεχνῖται οὔτε γῆν οὔτε ὅπλα, ὥστε γίνονται σχεδὸν δοῦλοι τῶν τὰ ὅπλα κεκτημένων. μετέχειν μὲν οὖν πασῶν τῶν τιμῶν ἀδύνατον (ἀνάγκη γὰρ ἐκ τῶν τὰ ὅπλα ἐχόντων καθίστασθαι καὶ στρατηγοὺς καὶ πολιτοφύλακας καὶ τὰς κυριωτάτας ἀρχὰς ὡς εἰπεῖν)· μὴ μετέχοντας δὲ τῆς πολιτείας πῶς οἷόν τε φιλικῶς ἔχειν πρὸς τὴν πολιτείαν; "ἀλλὰ δεῖ καὶ κρείττους εἶναι τοὺς τὰ ὅπλα γε κεκτημένους ἀμφοτέρων τῶν μερῶν". τοῦτο δʼ οὐ ῥᾴδιον μὴ πολλοὺς ὄντας· εἰ δὲ τοῦτʼ ἔσται, τί δεῖ τοὺς ἄλλους μετέχειν τῆς πολιτείας καὶ κυρίους εἶναι τῆς τῶν ἀρχόντων καταστάσεως; ἔτι οἱ γεωργοὶ τί χρήσιμοι τῇ πόλει; τεχνίτας μὲν γὰρ ἀναγκαῖον εἶναι (πᾶσα γὰρ δεῖται πόλις τεχνιτῶν), καὶ δύνανται διαγίγνεσθαι καθάπερ ἐν ταῖς ἄλλαις πόλεσιν ἀπὸ τῆς τέχνης· οἱ δὲ γεωργοὶ πορίζοντες μὲν τοῖς τὰ ὅπλα κεκτημένοις τὴν τροφὴν εὐλόγως ἂν ἦσάν τι τῆς πόλεως μέρος,4 νῦν δʼ ἰδίαν ἔχουσιν καὶ ταύτην ἰδίᾳ γεωργήσουσιν. ἔτι δὲ τὴν κοινήν, ἀφʼ ἧς οἱ προπολεμοῦντες ἕξουσι τὴν τροφήν, εἰ μὲν αὐτοὶ γεωργήσουσιν, οὐκ ἂν εἴη τὸ μάχιμον ἕτερον καὶ τὸ γεωργοῦν, βούλεται δʼ ὁ νομοθέτης· εἰ δʼ ἕτεροί τινες ἔσονται τῶν τε τὰ ἴδια γεωργούντων καὶ τῶν μαχίμων, τέταρτον αὖ μόριον ἔσται τοῦτο τῆς πόλεως, οὐδενὸς μετέχον, ἀλλὰ ἀλλότριον τῆς πολιτείας· ἀλλὰ μὴν εἴ τις τοὺς αὐτοὺς θήσει τούς τε τὴν ἰδίαν καὶ τοὺς τὴν κοινὴν γεωργοῦντας, τό τε πλῆθος ἄπορον ἔσται τῶν καρπῶν ἐξ ὧν ἕκαστος γεωργήσει δύο οἰκίαις,5

他又认为法庭上的判决不应通过投票来进行,而应当由每人携带一块小板,若无条件判处有罪,便在其上写下判决;若无条件宣告无罪,则留空;若判处部分有罪而部分无罪,则对此予以明细划分。因为他认为现行的立法并不妥当;因为这会强迫那些非此即彼地进行判决的审判官违背誓言。此外,他还针对为城邦发现有益事物的人制定了法律,以使他们获得荣誉,并规定阵亡将士的子女应当由公家供养,仿佛这在其他地方尚未确立为法律(然而这一法律现在不仅存在于雅典,也存在于其他城邦中);且所有执政官都应由平民选举产生。而他将城邦的三个部分视作平民;选出的人则负责管理公共事务、外侨事务以及孤儿事务。 那么,希波达摩斯的制度中最多且最值得注意的,便是这些。不过,人们首先可能会对公民人数的划分提出疑问。因为手工业者、农夫以及持有武器者都共同参与了国制,但农夫没有武器,而手工业者既没有土地也没有武器,以至于他们几乎成了占有武器者的奴隶。因此,让他们分享所有的官职是不可能的(因为将军、城邦卫士以及可以说最重要的官职,都必须由持有武器的人来充任);而既然不参与国制,他们又怎能对这一国制怀有友好的态度呢? “但是,占有武器的人也必须比其他两个部分都更强大才行。”但如果他们人数不多,这并非易事;而如果果真如此,其他两部分人又为何必须参与国制并拥有决定执政官任命的权力呢?再者,农夫对城邦又有什么用处呢?因为,虽然手工业者的存在是必需的(每个城邦都需要手工业者),而且他们可以像在其他城邦中那样依靠自己的手艺度日;但农夫们如果能为占有武器者提供食物,那理所当然会成为城邦的一个组成部分,可现如今他们拥有私有土地,并且只是为自己耕作。再者,关于战士们用以获取食物的公有地,如果由他们自己来耕作,那么战士阶层和农耕阶层就不会是不同的,而立法者却希望它们是不同的;而如果耕作公有地的人是既不同于私人土地耕作者、也不同于战士的另一些人,那么这又将成为城邦的第四个部分,它不分享任何权利,而是与国制格格不入。但是,如果有人假定耕作私有地和耕作公有地的是同一批人,那么,每人需要耕作出供养两个家庭的作物的数量,将是难以解决的问题,

语法注5 条
  1. 1268aεἰ δὲ τὸ μὲν τὸ δὲ μή, τοῦτο διορίζειν

    句中 εἰ δὲ τὸ μὲν τὸ δὲ μή 意为“如果判定其中一部分(有罪)而另一部分不(有罪)”,代表部分有罪的情况。διορίζειν(明确划分、具体规定)为不定式,受 ᾤετο δεῖν 支配。

  2. 1268a5ἀναγκάζειν γὰρ ἐπιορκεῖν ἢ ταῦτα ἢ ταῦτα δικάζοντας

    主语为前文提到的现行立法。不定式 ἐπιορκεῖν(违背誓言)的逻辑主语是宾格分词 δικάζοντας(进行审判的人们)。ἢ ταῦτα ἢ ταῦτα 指“要么这、要么那”的绝对二选一判决。

  3. 1268a5ὡς οὔπω τοῦτο παρʼ ἄλλοις νενομοθετημένον

    此处是 ὡς 加上完成时被动分词 νενομοθετημένον 构成的宾格绝对句式,表示希波达摩斯的主观断言,即“这在其他地方尚未立为法律”。

  4. 1268a30εὐλόγως ἂν ἦσάν τι τῆς πόλεως μέρος

    动词短语 ἂν ἦσαν 表示假设性的推论,其中分词 πορίζοντες 相当于条件从句(“如果他们提供……”)。τι 是不定形容词,修饰名词 μέρος,意为“(城邦的)某一部分”。

  5. 1268a40τό τε πλῆθος ἄπορον ἔσται τῶν καρπῶν ἐξ ὧν ἕκαστος γεωργήσει δύο οἰκίαις

    主语是 τό τε πλῆθος τῶν καρπῶν(作物的数量),谓语是 ἄπορον ἔσται(将是困难的/不足的)。关系从句 ἐξ ὧν... 以前面的 τῶν καρπῶν 为先行词,而 δύο οἰκίαις 是利益与格,指“为了两个家庭”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0086.tlg035.humanitext-grc2:2.1268a