← 亚里士多德

诗学

§2.1-2.7

模仿对象的优劣与不同诗歌体裁的区别

作者指出模仿的对象即“行动中的人”分为三类(比我们更好的人、更坏的人或与我们一样的人),并说明这一区分构成了绘画以及悲剧、喜剧等各种诗歌体裁分类的基准。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

ἐπεὶ δὲ μιμοῦνται οἱ μιμούμενοι πράττοντας, ἀνάγκη δὲ τούτους ἢ σπουδαίους ἢ φαύλους εἶναι1 (τὰ γὰρ ἤθη σχεδὸν ἀεὶ τούτοις ἀκολουθεῖ μόνοις, κακίᾳ γὰρ καὶ ἀρετῇ τὰ ἤθη διαφέρουσι πάντες), ἤτοι βελτίονας ἢ καθ’ ἡμᾶς2 ἢ χείρονας ἢ καὶ τοιούτους, ὥσπερ οἱ γραφεῖς·

既然模仿者所模仿的是正在行动的人,而这些人必然或是高尚的或是卑劣的(因为性格几乎总是仅随从于这些[美德与恶德],因为所有人都是因恶德与美德而有性格上的差异),也就是说,他们要么比我们更好,要么更坏,要么就和我们一样,正如画家们一样。

§2.2

Πολύγνωτος μὲν γὰρ κρείττους, Παύσων δὲ χείρους, Διονύσιος δὲ ὁμοίους εἴκαζεν.

因为波吕格诺托斯将他们描绘得更好,保森描绘得更坏,而狄奥尼西奥斯则描绘得和普通人一样。

§2.3

δῆλον δὲ ὅτι καὶ τῶν λεχθεισῶν ἑκάστη μιμήσεων ἕξει ταύτας τὰς διαφορὰς καὶ ἔσται ἑτέρα τῷ ἕτερα μιμεῖσθαι τοῦτον τὸν τρόπον.

显然,上述每一种模仿也将具有这些差异,并且由于以这种方式模仿不同的对象而各不相同。

§2.4

καὶ γὰρ ἐν ὀρχήσει καὶ αὐλήσει καὶ κιθαρίσει ἔστι γενέσθαι ταύτας τὰς ἀνομοιότητας, καὶ περὶ τοὺς λόγους δὲ καὶ τὴν ψιλομετρίαν, οἷον Ὅμηρος μὲν βελτίους, Κλεοφῶν δὲ ὁμοίους, Ἡγήμων δὲ ὁ Θάσιος ὁ τὰς παρῳδίας ποιήσας πρῶτος καὶ Νικοχάρης ὁ τὴν Δειλιάδα χείρους·

因为在舞蹈、竖笛演奏和竖琴演奏中,确实可能产生这些差异,在无伴奏的语言和韵律诗中也是如此:例如,荷马将人物描绘得更好,克勒丰描绘得和普通人一样,而最先创作讽刺模仿诗的萨索斯人赫革蒙以及创作《怯夫传》的尼科哈雷斯则描绘得更坏。

§2.6

ὁμοίως δὲ καὶ περὶ τοὺς διθυράμβους καὶ περὶ τοὺς νόμους, ὥσπερ † γᾶς † Κύκλωπας Τιμόθεος καὶ Φιλόξενος μιμήσαιτο ἄν τις.

同样在迪堤兰坡和诺莫斯中也是如此:正如提摩太和菲洛克塞努斯模仿库克罗普斯那样,人们也可以进行模仿。

§2.7

ἐν αὐτῇ δὲ τῇ διαφορᾷ καὶ ἡ τραγῳδία πρὸς τὴν κωμῳδίαν διέστηκεν· ἡ μὲν γὰρ χείρους ἡ δὲ βελτίους3 μιμεῖσθαι βούλεται τῶν νῦν.

悲剧和喜剧也正是在这同一个差异上分离开来的:因为一者旨在模仿比今天的人更坏的人,另一者则旨在模仿更好的人。

语法注3 条
  1. 1448a1τούτους ἢ σπουδαίους ἢ φαύλους εἶναι

    由无人称动词 ἀνάγκη 引导的带宾格不定式结构。代词 τούτους 指代前文的宾格分词 πράττοντας(行动者),并作为不定式 εἶναι 的逻辑主语。

  2. 1448a1καθ’ ἡμᾶς

    介词 κατά 加上宾格表示比较的基准,意为“与我们相比”。它作为 βελτίονας(更好)和 χείρονας(更坏)的比较基准。

  3. 1448a15ἡ μὲν γὰρ χείρους ἡ δὲ βελτίους

    尽管前句按“悲剧(τραγῳδία)与喜剧(κωμῳδία)”的顺序排列,但此处的 ἡ μὲν 指代后者喜剧(模仿“更坏的”人 χείρους),而 ἡ δὲ 指代前者悲剧(模仿“更好的”人 βελτίους),形成了一种交叉对应的关系。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0086.tlg034.humanitext-grc2:2.1-2.7