← 亚里士多德

物理学

§6.5#1

已变化之物的终点与变化完成的首要时间的不可分性

作者论证了已变化之物必然存在于其变化至的终点,并证明变化首次完成的首要时间(时刻)必然是不可分的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.5#1

Επεὶ δὲ πᾶν τὸ μεταβάλλον ἔκ τινος εἴς τι μεταβάλλει, ἀνάγκη τὸ μεταβεβληκός, ὅτε πρῶτον μεταβέβληκεν, εἶναι ἐν ᾧ μεταβέβληκεν.1 τὸ γὰρ μεταβάλλον, ἐξ οὗ μεταβάλλει, ἐξίσταται ἢ ἀπολείπει αὐτό, καὶ ἤτοι ταὐτόν ἐστι τὸ μεταβάλλειν καὶ τὸ ἀπολείπειν, ἢ ἀκολουθεῖ τῷ μεταβάλλειν τὸ ἀπολείπειν. εἰ δὲ τῷ μεταβάλλειν τὸ ἀπολείπειν, τῷ μεταβεβληκέναι τὸ ἀπολελοιπέναι· ὁμοίως γὰρ ἑκάτερον ἔχει πρὸς ἑκάτερον. ἐπεὶ οὖν μία τῶν μεταβολῶν ἡ κατʼ ἀντίφασιν, ὅτε μεταβέβληκεν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἀπολέλοιπεν τὸ μὴ ὄν. ἔσται ἄρα ἐν τῷ ὄντι· πᾶν γὰρ ἀνάγκη ἢ εἶναι ἢ μὴ εἶναι. φανερὸν οὖν ὅτι ἐν τῇ κατʼ ἀντίφασιν μεταβολῇ τὸ μεταβεβληκὸς ἔσται ἐν ᾧ μεταβέβληκεν. εἰ δʼ ἐν ταύτῃ, καὶ ἐν ταῖς ἄλλαις· ὁμοίως γὰρ ἐπὶ μιᾶς καὶ τῶν ἄλλων. ἔτι δὲ καὶ καθʼ ἑκάστην λαμβάνουσι2 φανερόν, εἴπερ ἀνάγκη τὸ μεταβεβληκὸς εἶναί που ἢ ἔν τινι. ἐπεὶ γὰρ ἐξ οὗ μεταβέβληκεν ἀπολέλοιπεν, ἀνάγκη δʼ εἶναί που, ἢ ἐν τούτῳ ἢ ἐν ἄλλῳ ἔσται. εἰ μὲν οὖν ἐν ἄλλῳ, οἷον ἐν τῷ Γ, τὸ εἰς τὸ B μεταβεβληκός, πάλιν ἐκ τοῦ Γ μεταβάλλει εἰς τὸ Β· οὐ γὰρ ἦν ἐχόμενον τὸ B, ἡ δὲ μεταβολὴ συνεχής. ὥστε τὸ μεταβεβληκός, ὅτε μεταβέβληκεν, μεταβάλλει εἰς ὃ μεταβέβληκεν. τοῦτο δʼ ἀδύνατον· ἀνάγκη ἄρα τὸ μεταβεβληκὸς εἶναι ἐν τούτῳ εἰς ὃ μεταβέβληκεν. φανερὸν οὖν ὅτι καὶ τὸ γεγονός, ὅτε γέγονεν, ἔσται, καὶ τὸ ἐφθαρμένον οὐκ ἔσται· καθόλου τε γὰρ εἴρηται περὶ πάσης μεταβολῆς, καὶ μάλιστα δῆλον ἐν τῇ κατʼ ἀντίφασιν. ὅτι μὲν τοίνυν τὸ μεταβεβληκός, ὅτε μεταβέβληκε πρῶτον, ἐν ἐκείνῳ ἐστίν, δῆλον· ἐν ᾧ δὲ πρώτῳ3 μεταβέβληκεν τὸ μεταβεβληκός, ἀνάγκη ἄτομον εἶναι. λέγω δὲ πρῶτον ὃ μὴ τῷ ἕτερόν τι αὐτοῦ εἶναι τοιοῦτόν ἐστιν. ἔστω γὰρ διαιρετὸν τὸ ΑΓ, καὶ διῃρήσθω κατὰ τὸ B. εἰ μὲν οὖν ἐν τῷ ΑΒ μεταβέβληκεν ἢ πάλιν ἐν τῷ ΒΓ, οὐκ ἂν ἐν πρώτῳ τῷ ΑΓ μεταβεβληκὸς εἴη. εἰ δʼ ἐν ἑκατέρῳ μετέβαλλεν (ἀνάγκη γὰρ ἢ μεταβεβληκέναι ἢ μεταβάλλειν ἐν ἑκατέρῳ, κἂν ἐν τῷ ὅλῳ μεταβάλλοι· ἀλλʼ ἦν μεταβεβληκός.4 ὁ αὐτὸς δὲ λόγος καὶ εἰ ἐν τῷ μὲν μεταβάλλει, ἐν δὲ τῷ μεταβέβληκεν· ἔσται γάρ τι τοῦ πρώτου πρότερον· ὥστʼ οὐκ ἂν εἴη διαιρετὸν ἐν ᾧ μεταβέβληκεν. φανερὸν οὖν ὅτι καὶ τὸ ἐφθαρμένον καὶ τὸ γεγονὸς ἐν ἀτόμῳ τὸ μὲν ἔφθαρται τὸ δὲ γέγονεν.

既然一切变化着的东西都是从某物变化到某物,那么已经变化了的东西,在其最初完成变化时,必然存在于它所变化至的那个目标(状态或场所)中。因为变化着的东西脱离或离开它所由以变化而出的起点,而“变化”与“离开”或者是同一回事,或者“离开”随伴于“变化”。如果“离开”随伴于“变化”,那么“已离开”就随伴于“已变化”;因为两者各自对各自身处类似的关系。既然矛盾之中的变化是变化的一种,那么当一物从非存在变化到存在时,它就已经离开了非存在。因而它将在存在之中;因为一切事物必然要么存在,要么不存在。因此显而易见,在矛盾的变化中,已变化的东西将存在于它已变化至的那个目标中。如果在这一变化中是这样,在其他变化中也是如此;因为对于其中一种变化和对于其他变化情况是相似的。此外,对于逐个考察每种变化的人来说,这也是显而易见的,如果已变化的东西确实必然在某处或在某物之中。因为既然它已经离开了它所由以变化而出的起点,而它又必然存在于某处,那么它要么在此处(变化的目标中),要么在别处。如果已经变化到B的东西在别处,例如在Γ,那么它又在从Γ变化到B;因为Γ与B并不相邻,而变化是连续的。结果,已变化的东西在其完成变化的时刻,正向着它已经变化至的目标在变化。但这是不可能的;因此,已变化的东西必然存在于它所变化至的那个目标中。因此显而易见,生成了的东西在其生成之时将存在,而毁灭了的东西将不存在;因为这是对一切变化普遍而言的,且在矛盾的变化中最为明显。因此,已变化的东西在其最初完成变化时存在于该目标中,这是明显的;但已变化物在其中“首先完成变化”的那个首要的东西,必然是不可分的。我所说的“首要的”是指:它之所以具有这种性质,并不是因为它有某个其他部分具有这种性质。设AC是可分的,且在B处被分割。如果它在AB中已经完成了变化,或者在BC中完成了变化,那么它就不是在首要的AC中完成变化。但如果它在每个部分中都在变化(因为在每个部分中它必然要么已经完成变化,要么正在变化),那么它在整体中也应当在变化;但它已被假定为已经完成变化。如果它在其中一部分中正在变化,在另一部分中已经完成变化,同样的论证也适用;因为这样就会有某种比那第一者更先的存在。结果,它在其中完成变化的那个首要的东西不可能是可分的。显然,毁灭了的东西和生成了的东西,都是在不可分的时刻(瞬间)中,一个已经毁灭,另一个已经生成。

语法注4 条
  1. 235b5ἐν ᾧ μεταβέβληκεν

    意为“在它所变化至的那个目标中”。在此语境下,由关系代名词 ᾧ 引导的从句是指作为变化目标的“状态”或“场所(范畴)”。伴随着表示变化完成的现在完成时(μεταβέβληκεν),它表示变化完成后的结果状态或场所。

  2. 235b19καθʼ ἑκάστην λαμβάνουσι

    现在分词 λαμβάνουσι 为与格复数阳性,在非人称形容词 φανερόν(明显的)中起到“对于……的人来说”的补足作用。此处解释为“对于逐个考察每种变化的人来说”,指一种普遍的归纳性方法。

  3. 235b33ἐν ᾧ δὲ πρώτῳ

    在此语境中,ἐν ᾧ 指代变化完成的“时间”(χρόνος)。由于后续论证了这一时间是 ἄτομον(不可分的,即瞬间),因此该表达意在指代作为时间极限或界限的最小单位。

  4. 236a1ἀλλʼ ἦν μεταβεβληκός

    过去未完成时 ἦν 起到唤起思考上的前提或此前已达成共识的事物(“应当是……”)的作用。意为“但它曾被假定为已经完成变化的”,以此强调其与过去未完成时 μετέβαλλεν(正在变化中)之间的矛盾。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-09-22)
  • 2026-09-22 AI校阅 — 原文 2 处
  • 2026-09-21 AI校阅 — 原文 1 处
  • 2026-09-16 修正OCR错误 — 原文 1 处
urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:6.5#1