← 亚里士多德

物理学

§4.8#2

基于介质阻力与运动速度比例否定虚空

作者论证了物体的移动速度与介质的稀薄度成正比,并说明在不具有任何比例的虚空中运动将超越一切有限比例,从而导致不可能的矛盾,以此否定虚空的存在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.8#2

ἔτι δὲ καὶ ἐκ τῶνδε φανερὸν τὸ λεγόμενον. ὁρῶμεν γὰρ τὸ αὐτὸ βάρος καὶ σῶμα1 θᾶττον φερόμενον διὰ δύο αἰτίας, ἢ τῷ διαφέρειν τὸ δι’ οὗ, οἷον διʼ ὕδατος ἢ γῆς ἢ διʼ ὕδατος ἢ ἀέρος, ἢ τῷ διαφέρειν τὸ φερόμενον, ἐὰν τἆλλα ταὐτὰ ὑπάρχῃ, διὰ τὴν ὑπεροχὴν τοῦ βάρους ἢ τῆς κουφότητος. τὸ μὲν οὖν διʼ οὗ φέρεται αἴτιον, ὅτι ἐμποδίζει μάλιστα μὲν ἀντιφερόμενον, ἔπειτα καὶ μένον· μᾶλλον δὲ τὸ μὴ εὐδιαίρετον· τοιοῦτο δὲ τὸ παχύτερον. τὸ δὴ ἐφʼ οὗ Α οἰσθήσεται διὰ τοῦ Β τὸν ἐφʼ ᾧ Γ χρόνον, διὰ δὲ τοῦ Δ λεπτοτέρου ὄντος τὸν ἐφʼ ᾧ Ε, εἰ ἴσον τὸ μῆκος τὸ τοῦ Β τῷ Δ, κατὰ τὴν ἀναλογίαν τοῦ ἐμποδίζοντος σώματος. ἔστω γὰρ τὸ μὲν Β ὕδωρ, τὸ δὲ Δ ἀήρ· ὅσῳ δὴ λεπτότερον ἀὴρ ὕδατος καὶ ἀσωματώτερον, τοσούτῳ θᾶττον τὸ Α διὰ τοῦ Δ οἰσθήσεται ἢ διὰ τοῦ Β. ἐχέτω δὴ τὸν αὐτὸν λόγον ὅνπερ διέστηκεν ἀὴρ πρὸς ὕδωρ, τὸ τάχος πρὸς τὸ τάχος. ὥστε εἰ διπλασίως λεπτόν, ἐν διπλασίῳ χρόνῳ τὴν τὸ Β δίεισιν ἢ τὴν τὸ Δ, καὶ ἔσται ὁ ἐφʼ Γ χρόνος διπλάσιος τοῦ ἐφʼ ᾧ Ε. καὶ ἀεὶ δὴ ὅσῳ ἂν ᾖ ἀσωματώτερον καὶ ἧττον ἐμποδιστικὸν καὶ εὐδιαιρετώτερον διʼ οὗ φέρεται, θᾶττον οἰσθήσεται. τὸ δὲ κενὸν οὐδένα ἔχει λόγον ᾧ ὑπερέχεται ὑπὸ τοῦ σώματος,2 ὥσπερ οὐδὲ τὸ μηδὲν πρὸς ἀριθμόν. εἰ γὰρ τὰ τέτταρα τῶν τριῶν ὑπερέχει ἑνί, πλείονι δὲ τοῖν δυοῖν, καὶ ἔτι πλείονι τοῦ ἑνὸς ἢ τοῖν δυοῖν, τοῦ δὲ μηδενὸς οὐκέτι ἔχει λόγον ᾧ ὑπερέχει· ἀνάγκη γὰρ τὸ ὑπερέχον διαιρεῖσθαι εἴς τε τὴν ὑπεροχὴν καὶ τὸ ὑπερεχόμενον, ὥστε ἔσται τὰ τέτταρα ὅσῳ τε ὑπερέχει καὶ οὐδέν. διὸ οὐδὲ γραμμὴ στιγμῆς ὑπερέχει, εἰ μὴ σύγκειται ἐκ στιγμῶν. ὁμοίως δὲ καὶ τὸ κενὸν πρὸς τὸ πλῆρες οὐδένα οἷόν τε ἔχειν λόγον, ὥστε οὐδὲ τὴν κίνησιν, ἀλλʼ εἰ διὰ τοῦ λεπτοτάτου ἐν τοσῳδὶ τὴν τοσήνδε φέρεται, διὰ τοῦ κενοῦ παντὸς ὑπερβάλλει λόγου. ἔστω γὰρ τὸ Ζ κενόν, ἴσον δὲ τοῖς Β καὶ Δ. τὸ δὴ Α εἰ δίεισι καὶ κινηθήσεται ἐν τινὶ μὲν χρόνῳ, τῷ ἐφʼ οὗ Η, ἐν ἐλάττονι δὲ τοῦ ἐφʼ οὗ Ε, τοῦτον ἕξει τὸν λόγον τὸ κενὸν πρὸς τὸ πλῆρες. ἀλλʼ ἐν τοσούτῳ χρόνῳ ὅσος ἐφʼ οὗ τὸ Η, τοῦ Δ τὸ Α δίεισι τὴν τὸ Θ. δίεισι δέ γε κἂν ᾖ τι λεπτότητι διαφέρον τοῦ ἀέρος ἐφʼ ᾧ τὸ3 ταύτην τὴν ἀναλογίαν ἣν ἔχει ὁ χρόνος ἐφʼ Ε πρὸς τὸν ἐφʼ Η. ἂν γὰρ τοσούτῳ λεπτότερον τὸ ἐφʼ σῶμα τοῦ Δ, ὅσῳ ὑπερέχει τὸ Ε τοῦ Η, ἀντεστραμμένως δίεισι τῷ τάχει ἐν τῷ τοσούτῳ ὅσον τὸ Η, τὴν τὸ τὸ ἐφʼ οὗ Α,4 ἐὰν φέρηται. ἐὰν τοίνυν μηδὲν ᾖ σῶμα ἐν τῷ Ζ, ἔτι θᾶττον. ἀλλʼ ᾖν ἐν τῷ Η. ὥστʼ ἐν ἴσῳ χρόνῳ δίεισι πλῆρές τε ὂν καὶ κενόν. ἀλλʼ ἀδύνατον. φανερὸν τοίνυν ὅτι, εἰ ἔστι χρόνος ἐν ᾧ τοῦ κενοῦ ὁτιοῦν οἰσθήσεται, συμβήσεται τοῦτο τὸ ἀδύνατον· ἐν ἴσῳ γὰρ ληφθήσεται πλῆρές τε ὂν διεξιέναι τι καὶ κενόν· ἔσται γάρ τι ἀνάλογον σῶμα ἕτερον πρὸς ἕτερον ὡς χρόνος πρὸς χρόνον. ὡς δʼ ἐν κεφαλαίῳ εἰπεῖν, δῆλον τὸ τοῦ συμβαίνοντος αἴτιον, ὅτι κινήσεως μὲν πρὸς κίνησιν πάσης ἔστι λόγος (ἐν χρόνῳ γάρ ἐστι, χρόνου δὲ παντὸς ἔστι πρὸς χρόνον, πεπερασμένων ἀμφοῖν, κενοῦ δὲ πρὸς πλῆρες οὐκ ἔστιν.

此外,从以下几点来看,所说的话也是显而易见的。因为我们看到,具有相同重量的同一物体,由于两个原因而运动得更快:要么是因为所穿过的介质不同(例如穿过水或土,或者穿过水或空气),要么是因为在其他条件相同的情况下,由于重量或轻巧的优越性,所移动的物体本身不同。那么,移动所穿过的介质之所以是原因,是因为它阻碍了运动,尤其是当它反向运动时,其次是当它保持静止时;而且越是不易分割的介质,阻碍就越大,而较浓密的介质就是这样的。因此,在B的长度与D相等的情况下,物体A将根据阻碍物体的(密度)比例,在时间G内通过B,而在较稀薄的D内,则在时间E内移动。因为,设B为水,D为空气;那么,空气比水稀薄和无物体的程度有多少,A通过D就会比通过B快多少。那么,就让速度对速度的比例,等于空气对水的差异比例。因此,如果空气稀薄两倍,它通过B的时间就是通过D的两倍,时间G将是时间E的两倍。而且,移动所穿过的介质越是无物体、越少阻碍、越易分割,物体移动得就越快。但是,虚空没有可以被物体超越的比例,正如零对数字没有比例一样。因为,如果4比3多1,比2多更多,且比1又比比2多更多,但对零来说,它就不再有超越的比例了;因为超越者必须被分割为超越的部分和被超越的部分,这样一来,4将由它所超越的程度和零(无)所组成。因此,线也不超越点,除非线是由点组成的。同样,虚空对充实之物也不可能有什么比例,因此,运动(的速度)也不可能有比例;但如果它通过最稀薄的介质在这么多的时间里移动了这么多的距离,那么通过虚空就会超出一切比例。因为,设 Z为虚空,其长度与B和D相等。现在,如果A在某个时间(即H)内穿过并移动,且所用时间少于E,那么虚空对充实之物就会具有这种(时间的)比例。但是,在等于H的时间内,A将通过D中等于Th的距离。而且,如果存在某种在稀薄度上与空气不同的物体(设为[I]),其比例等于时间E对时间H的比例,它也一定会穿过。因为,如果该[稀薄]物体比D稀薄的程度,等于E超越H的程度,那么在速度成反比的情况下,在等于H的时间里,如果A在移动,它将穿过A的距离(即Z)。因此,如果在Z中没有任何物体,它将移动得更快。但它在H中已经如此。所以,在相等的时间内,它将穿过充实和虚空。但这是不可能的。因此,显然如果存在任何可以穿过任何部分虚空的时间,这种不可能的情况就会发生;因为它将被认为在相等的时间内穿过充实和虚空;因为某种物体对另一种物体的比例将等于时间对时间的比例。概括来说,所发生的事情的原因是显而易见的:因为任何运动对另一种运动都有比例(因为运动是在时间内的,且在双方都是有限的情况下,任何时间对另一种时间都有比例),但虚空对充实却没有比例。

语法注4 条
  1. 215a25τὸ αὐτὸ βάρος καὶ σῶμα

    意为“相同的重量与物体”或“具有相同重量的同一物体”。由于此处讨论的是单一物体在不同条件下的运动表现,因此带有冠词的“τὸ αὐτὸ”自然同时修饰“βάρος”与“σῶμα”。

  2. 215b12οὐδένα ἔχει λόγον ᾧ ὑπερέχεται ὑπὸ τοῦ σώματος

    意为“(虚空)没有可以被物体超越的比例”。这基于古希腊数学的比例定义,即在零(由虚空或“无”代表)与正实数(由物体或介质代表)之间无法定义比例。

  3. 215b28ἐφʼ ᾧ τὸ

    在文本传抄中,中性冠词“τὸ”后面极有可能遗失了一个名词或符号(如 [I])。从上下文来看,它指的是一个比空气更稀薄的虚拟特定介质(物体)。

  4. 215b31τὴν τὸ ἐφʼ οὗ Α

    此处文本因抄本损坏而存在混乱,通常被校订为“τὴν τὸ [Ζ] ἐφ' ᾧ τὸ Α φέρεται”(物体A移动的距离 Z)。阴性单数宾格冠词“τὴν”在没有明确先行词的情况下被用作“通过(δίεισι)”的直接宾语,代表距离(διάστημα)或路径(ὁδός)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-22)
  • 2026-09-22 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0086.tlg031.humanitext-grc1:4.8#2