- 底本
- Aristotle. Aristotelis Meteorologicorum Libri Quattuor. Fobes, Francis H., editor. Cambridge, MA: Harvard University Press, 1919
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:3.6#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
解释了幻日和光棒的产生因太阳位置(上方、下方、中天)而受限的原因,并概述了地下的两种发散物(干烟气与湿雾气)如何分别生成矿石和金属。
ἄνω μὲν οὖν ἐὰν γίγνηται καὶ ἐγγύς, διαλύσει ὁ ἥλιος· ἐὰν δὲ πόρρω, ἐλάττων ἡ ὄψις οὖσα ἢ ὥστε ποιεῖν ἀνάκλασιν1 οὐ προσπεσεῖται. ἐν δὲ τῷ πλαγίῳ ἐστὶ τοσοῦτον ἀποστῆναι τὸ ἔνοπτρον,2 ὥστε μήτε τὸν ἥλιον διαλῦσαι, τήν τε ὄψιν ἀθρόαν ἐλθεῖν, διὰ τὸ πρὸς τὴν γῆν φερομένην μὴ διασπᾶσθαι ὥσπερ δι᾿ ἀχανοῦς φερομένην. ὑπὸ δὲ τὸν ἥλιον οὐ γίγνεται διὰ τὸ πλησίον μὲν τῆς γῆς διαλύεσθαι ἂν ὑπὸ τοῦ ἡλίου, ἄνω δὲ μεσουρανίου γιγνομένης συστάσεως3 τὴν ὄψιν διασπᾶσθαι. καὶ ὅλως οὐδ᾿ ἐκ πλαγίου μεσουρανίου γίγνεται· ἡ γὰρ ὄψις οὐχ ὑπὸ τὴν γῆν φέρεται, ὥστε ὀλίγη ἀφικνεῖται πρὸς τὸ ἔνοπτρον, καὶ ἡ ἀνακλωμένη γίγνεται πάμπαν ἀσθενής. ὅσα μὲν οὖν ἔργα συμβαίνει παρέχεσθαι τὴν ἔκκρισιν ἐν τοῖς τόποις τοῖς ὑπὲρ τῆς γῆς, σχεδόν ἐστι τοσαῦτα καὶ τοιαῦτα. ὅσα δ᾿ ἐν αὐτῇ τῇ γῇ, ἐγκατακλειομένη τοῖς τῆς γῆς μέρεσιν, ἀπεργάζεται, λεκτέον. ποιεῖ γὰρ δύο διαφορὰς σωμάτων διὰ τὸ διπλῆ πεφυκέναι καὶ αὐτή, καθάπερ καὶ ἐν τῷ μετεώρῳ· δύο μὲν γὰρ αἱ ἀναθυμιάσεις, ἡ μὲν ἀτμιδώδης ἡ δὲ καπνώδης, ὥς φαμεν, εἰσίν· δύο δὲ καὶ τὰ εἴδη τῶν ἐν τῇ γῇ γιγνομένων, τὰ μὲν ὀρυκτὰ τὰ δὲ μεταλλευτά. ἡ μὲν οὖν ξηρὰ ἀναθυμίασίς ἐστιν ἥ τις ἐκπυροῦσα ποιεῖ τὰ ὀρυκτὰ πάντα, οἷον λίθων τε γένη τὰ ἄτηκτα καὶ σανδαράκην καὶ ὤχραν καὶ μίλτον καὶ θεῖον καὶ τἆλλα τὰ τοιαῦτα. τὰ δὲ πλεῖστα τῶν ὀρυκτῶν ἐστιν τὰ μὲν κονία κεχρωματισμένη, τὰ δὲ λίθος ἐκ τοιαύτης γεγονὼς συστάσεως, οἷον τὸ κιννάβαρι. τῆς δ᾿ ἀναθυμιάσεως τῆς ἀτμιδώδους, ὅσα μεταλλεύεται, καὶ ἔστιν ἢ χυτὰ ἢ ἐλατά, οἷον σίδηρος, χρυσός, χαλκός. ποιεῖ δὲ ταῦτα πάντα ἡ ἀναθυμίασις ἡ ἀτμιδώδης ἐγκατακλειομένη, καὶ μάλιστα ἐν τοῖς λίθοις, διὰ ξηρότητα εἰς ἓν συνθλιβομένη καὶ πηγνυμένη, οἷον ἢ δρόσος ἢ πάχνη, ὅταν ἀποκριθῇ. ἐνταῦθα δὲ πρὶν ἀποκριθῆναι γεννᾶται ταῦτα. διὸ ἔστι μὲν ὡς ὕδωρ ταῦτα, ἔστιν δ᾿ ὡς οὔ· δυνάμει μὲν γὰρ ἡ ὕλη ὕδατος ἦν, ἔστι δ᾿ οὐκέτι, οὐδ᾿ ἐξ ὕδατος γενομένου διά τι πάθος, ὥσπερ οἱ χυμοί· οὐδὲ γὰρ οὕτω γίγνεται τὸ μὲν χαλκὸς τὸ δὲ χρυσός, ἀλλὰ πρὶν γενέσθαι παγείσης τῆς ἀναθυμιάσεως4 ἕκαστα τούτων ἐστίν. διὸ καὶ πυροῦται πάντα καὶ γῆν ἔχει· ξηρὰν γὰρ ἔχει ἀναθυμίασιν· ὁ δὲ χρυσὸς μόνος οὐ πυροῦται. κοινῇ μὲν οὖν εἴρηται περὶ αὐτῶν ἁπάντων, ἰδίᾳ δὲ σκεπτέον προχειριζομένοις περὶ ἕκαστον γένος.
因此,如果它产生在上方且靠近,太阳就会消散它;如果遥远,视线则因过于微弱而无法引起反射,因而无法投射到它。但在侧面,反射镜可能处于这样一个距离:既不被太阳消散,并且视线又由于向着地面进行而得以整体到达,而不会像穿过无底深渊进行那样被分散。但在太阳下方则不会产生,因为若靠近地面,它就会被太阳消散;而若在上方中天产生积聚,视线就会被分散。并且总的来说,当太阳在中天时,即使在侧面也不会产生;因为视线不向地面附近进行,以致只有极少部分到达反射镜,而反射的视线则变得完全微弱。因此,排泄物在地面以上的区域中碰巧产生的现象,几乎就是这么多且是这些种类。 然而,我们必须阐述那些由于排泄物被封闭在地球的内部各处,而在地球本身内部所产生的事物。因为排泄物自身在本质上也是双重的,正如同在高空一样,所以它产生了两种不同类别的物体。实际上,正如我们所说,有两种发散物:一种是湿润的雾气,另一种是干燥的烟气;在地球内部产生的事物也有两种,即采掘物和金属物。那么,干燥的发散物(烟气)是那种因受热而产生所有采掘物的,例如不融化的各类石头、鸡冠石、黄土、赭石、硫黄以及其他此类事物。大部分采掘物要么是着了色的粉末,要么是由此类积聚物形成的石头,例如辰砂。另一方面,从湿润的发散物(雾气)中产生所有金属物,它们要么是可熔的,要么是可延展的,例如铁、金、铜。湿润的发散物在被封闭时产生所有这些,尤其是由于干燥在石头内部被挤压成一体并凝固,正如露水或霜在分离时形成一样。但在地中,这些是在它们分离之前生成的。因此,这些在某种意义上是水,在某种意义上则不是;因为它们的物质在潜能上曾是水,但现在已不再是,也不是像液汁那样,由水因某种变化而产生的事物。因为某物成为铜,另一物成为金,并不是以这种方式产生的,而是在它们成为水之前,发散物凝固而使得这些事物各自存在的。因此,它们受热时都会熔化并含有土,因为它们含有干燥的发散物;唯独金受热不熔。那么,关于所有这些已经作了总括性的说明,接下来我们必须将每一个类别提出来进行单独考察。
- 378a1ἐλάττων ἡ ὄψις οὖσα ἢ ὥστε ποιεῖν ἀνάκλασιν
比较级 ἐλάττων 与 ἢ ὥστε 加不定式结合,表示结果或程度,意为“太弱/太小以至于无法引起反射”。
- 378a3ἐστὶ τοσοῦτον ἀποστῆναι τὸ ἔνοπτρον
非人称的 ἔστι(表示可能)后接不定式 ἀποστῆναι(其主语为 τὸ ἔνοπτρον)。τοσοῦτον(如此之远)与后文的结果引导词 ὥστε 相关联。
- 378a7μεσουρανίου γιγνομένης συστάσεως
属格独立结构。形容词 μεσουρανίου(“在中天/天顶”)修饰名词 συστάσεως(“积聚物/构成”),或与省略的 ἡλίου 连用(意为“当太阳在中天时”)。此处描述了太阳处于天顶、高空形成积聚物的状态。
- 378b1πρὶν γενέσθαι παγείσης τῆς ἀναθυμιάσεως
在 πρὶν 加不定式 γενέσθαι(“在变成[水]之前”)之间,嵌入了表示原因的属格独立结构 παγείσης τῆς ἀναθυμιάσεως(“由于烟气凝固”)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-09-22)
- 2026-09-22 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 原文 1 处
