← 亚里士多德

气象学

§3.5#1

虹的形状不超过半圆的几何证明准备

作者开始通过结合地平线与太阳位置的几何模型,论证虹的形状为何不可能大于半圆,并通过引入比例定义与圆极来为后续证明作准备。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.5#1

​5 ὅτι δ᾿ οὔτε κύκλον οἷόν τε γενέσθαι τῆς ἴριδος οὔτε μεῖζον ἡμικυκλίου τμῆμα,1 καὶ περὶ τῶν ἄλλων τῶν συμβαινόντων περὶ αὐτήν, ἐκ τοῦ διαγράμματος ἔσται θεωροῦσι δῆλον. ἡμισφαιρίου γὰρ ὄντος ἐπὶ τοῦ ὁρίζοντος κύκλου τοῦ ἐφ᾿ ᾧ τὸ Α, κέντρου δὲ τοῦ Κ, ἄλλου δέ τινος ἀνατέλλοντος σημείου ἐφ᾿ ᾧ τὸ Η, ἐὰν ἀπὸ τοῦ Κ γραμμαὶ κατὰ κῶνον ἐκπίπτουσαι ποιῶσιν ὡσπερεὶ ἄξονα τὴν ἐφ᾿ ᾗ ΗΚ, καὶ ἀπὸ τοῦ Κ ἐπὶ τὸ ἐπιζευχθεῖσαι ἀνακλασθῶσιν ἀπὸ τοῦ ἡμισφαιρίου ἐπὶ τὸ Η ἐπὶ τὴν μείζω γωνίαν,2 πρὸς κύκλου περιφέρειαν προσπεσοῦνται αἱ ἀπὸ τοῦ Κ· καὶ ἐὰν μὲν ἐπ᾿ ἀνατολῆς ἢ ἐπὶ δύσεως τοῦ ἄστρου ἡ ἀνάκλασις γένηται, ἡμικύκλιον ἀποληφθήσεται τοῦ κύκλου ὑπὸ τοῦ ὁρίζοντος τὸ ὑπὲρ γῆν γιγνόμενον, ἐὰν δ᾿ ἐπάνω, ἀεὶ ἔλαττον ἡμικυκλίου· ἐλάχιστον δέ, ὅταν ἐπὶ τοῦ μεσημβρινοῦ γένηται τὸ ἄστρον. ἔστω γὰρ ἐπ᾿ ἀνατολῆς πρῶτον, οὗ τὸ Η, καὶ ἀνακεκλάσθω ἡ ΚM ἐπὶ τὸ Η, καὶ τὸ ἐπίπεδον ἐκβεβλήσθω ἐν ᾧ ἡ Α, τὸ ἀπὸ τοῦ τριγώνου ἐν ᾧ τὸ ΗΚΜ. κύκλος οὖν ἡ τομὴ ἔσται τῆς σφαίρας ὁ μέγιστος. ἔστω ὁ ἐφ᾿ ᾧ Α· διοίσει γὰρ οὐδὲν ἂν ὁποιονοῦν τῶν ἐπὶ τῆς ΗΚ κατὰ τὸ τρίγωνον τὸ ΚΜΗ ἐκβληθῇ τὸ ἐπίπεδον. αἱ οὖν ἀπὸ τῶν ἀναγόμεναι γραμμαὶ ἐν τούτῳ τῷ λόγῳ οὐ συσταθήσονται τοῦ ἐφ᾿ ᾧ Α ἡμικυκλίου πρὸς ἄλλο καὶ ἄλλο σημεῖον· ἐπεὶ γὰρ τὰ τε Κ Η σημεῖα δέδοται καὶ ἡ HΚ, δεδομένη ἂν εἴη καὶ ἡ ΜΗ, ὥστε καὶ λόγος τῆς ΜΗ πρὸς ΜΚ. δεδομένης οὖν περιφερείας ἐφάψεται τὸ Μ. ἔστω δὴ αὕτη ἐφ᾿ ἧς τὰ ΝΜ· ὥστε ἡ τομὴ τῶν περιφερειῶν δέδοται. πρὸς ἄλλη δέ γε ἢ τῇ ΜΝ περιφερείᾳ ἀπὸ τῶν αὐτῶν σημείων ὁ αὐτὸς λόγος ἐν τῷ αὐτῷ ἐπιπέδῳ οὐ συνίσταται. ἐκκείσθω οὖν τις γραμμὴ ἡ ΔΒ, καὶ τετμήσθω ὡς ἡ ΜΗ πρὸς ΜΚ ἡ Δ πρὸς B.3 μείζων δὲ ἡ ΜΗ τῆς ΚΜ, ἐπείπερ ἐπὶ τὴν μείζω γωνίαν ἡ ἀνάκλασις τοῦ κώνου· ὑπὸ γὰρ τὴν μείζω γωνίαν ὑποτείνει τοῦ τριγώνου. προσπεπορίσθω οὖν πρὸς τὴν B, ἐφ᾿ ἧς τὸ Ζ· ὥστ᾿ εἶναι ὅπερ τὴν Δ πρὸς τὴν B, τὴν ΒΖ πρὸς τὴν Δ. εἶτα ὅπερ ἡ Ζ πρὸς τὴν ΚΗ, ἡ τὸ B πρὸς ἄλλην πεποιήσθω τὴν ΚΠ, καὶ ἀπὸ τοῦ ἐπὶ τὸ Μ ἐπεζεύχθω ἡ τὸ ΜΠ. ἔσται οὖν τὸ Π πόλος τοῦ κύκλου, πρὸς ὃν αἱ ἀπὸ τοῦ Κ γραμμαὶ προσπίπτουσιν· ἔσται γὰρ ὅπερ ἡ Ζ πρὸς ΚΗ, καὶ ἡ Β πρὸς ΚΠ, καὶ ἡ Δ πρὸς ΠΜ. μὴ γὰρ ἔστω, ἀλλ᾿ ἢ πρὸς ἐλάττω ἢ πρὸς μείζω τῆς ΠΜ· οὐδὲν γὰρ διοίσει. ἔστω πρὸς ΠΡ. τὸν αὐτὸν ἄρα λόγον αἱ καὶ ΚΠ καὶ ἡ ΠΡ πρὸς ἀλλήλας ἕξουσιν ὃνπερ αἱ ΔΒ Ζ. αἱ δὲ Δ Β Ζ ἀνὰ λόγον ἦσαν, ὅνπερ ἡ Δ πρὸς Β, ἡ ΖΒ πρὸς Δ· ὥστε ὅπερ ἡ ΠΗ πρὸς τὴν ΠΡ, ἡ τὸ ΠΡ πρὸς τὴν ΠΚ. ἂν οὖν ἀπὸ τῶν Κ αἱ ΗΡ καὶ ΚΡ ἐπὶ τὸ Ρ ἐπιζευχθῶσιν, αἱ ἐπιζευχθεῖσαι αὗται τὸν αὐτὸν ἕξουσι λόγον ὅνπερ ἡ ΗΠ πρὸς τὴν ΠΡ· περὶ γὰρ τὴν αὐτὴν γωνίαν τὴν ἀνάλογον4 αἵ τε τοῦ ΗΠΡ τριγώνου καὶ τοῦ ΚΡΠ. ὥστε καὶ ἡ ΠΡ πρὸς τὴν ΚΡ τὸν αὐτὸν ἕξει λόγον, καὶ ἡ τὸ ΗΠ πρὸς τὴν ΠΡ. ἔχει δὲ καὶ ἡ ΜΗ πρὸς ΚΜ τοῦτον τὸν λόγον· ὅνπερ γὰρ ἡ τὸ Δ πρὸς τὴν Β ἀμφότεραι. ὥστε ἀπὸ τῶν ΗΚ σημείων οὐ μόνον πρὸς τὴν Ν περιφέρειαν συσταθήσονται τὸν αὐτὸν ἔχουσαι λόγον, ἀλλὰ καὶ ἄλλοθι· ὅπερ ἀδύνατον.

​5 至于虹不可能形成一个完整的圆,也不可能形成大于半圆的弓形,以及关于围绕它发生的其他现象,对于研究几何图示的人来说将是显而易见的。因为,在 A 处的地平线圆上有一个半球,其中心为 K,另一个升起的点在 H 处,如果从 K 呈圆锥状射出的直线群以 HK 处的直线为轴,并从 K 连接到 [M],从半球以较大的角反射到 H,那么从 K 射出的直线群将落在圆周上。如果反射发生在天体升起或落下时,那么地平线上方的圆弧将被地平线截为一个半圆;但如果天体在上方,则总是小于半圆;而当天体位于子午线上时,这一弧度最小。首先让天体在升起处,即 H 处,并让KM 反射到 H,且延长由三角形 HKM 组成的平面(即 A 所在的平面)。因此,与球体的交线将是一个大圆。让它作为 A 处的圆;因为如果平面沿着三角形 KMH 通过 HK 上的任何点被延长,都毫无区别。因此,从 [H, K] 引出的直线群在这一比例下,不会在 A 处的半圆上构建到不同的点;因为既然点 K、H 以及 HK 已知,MH 也将是已知的,因此 MH 对 MK 的比例也是已知。那么 M 将接触一条已知的圆周。让这条圆周为 NM 所在的圆周;因此圆周的交点已知。但是在同一平面内,从相同的点出发,对除了 MN 圆周以外的其他圆周,不可能构建出相同的比例。那么,设一条直线 ΔB,并将其分割,使 Δ 对 B 的比例等于 MH 对 MK 的比例。而 MH 大于 KM,因为圆锥的反射是在较大的角上进行的;因为它在三角形中对向较大的角。因此,在 B 上增加一条直线 Z;使之满足 Δ 对 B 的比例等于 BZ 对 Δ 的比例。然后使 B 对另一条直线 KΠ 的比例等于 Z 对 KH 的比例,并从 Π 到 M 连接 MΠ。那么 Π 将是 K 发出的直线所到达的圆的极;因为 Z 对 KH 的比例,等于 B 对 KΠ 的比例,也等于 Δ 对ΠM 的比例。如果不是这样,而等于比 ΠM 更小或更大的直线;因为这没有区别。设它等于 ΠP。因此,直线 KΠ 和 ΠP 彼此之间的比例将与 Δ、B、Z 彼此之间的比例相同。而 Δ、B、Z 是成比例的,即 Δ 对 B 的比例等于 ZB 对 Δ 的比例;因此,ΠH对 ΠR 的比例等于 ΠR 对 ΠK 的比例。因此,如果从 [H, ] K 引出 HP 和 KP 连接到 P,这些连接的直线将具有与 HΠ 对 ΠP 相同的比例;因为三角形 HPΠ 和 KRP 的对应边围绕相同的角成比例。因此,ΠP对 KP 也将具有相同的比例,且 HΠ 对 ΠP 也是。而 MH 对 KM 也有这一比例;因为两者都等于 Δ 对 B 的比例。因此,从点 H、K 出发,不仅对 NM 圆周会构建出具有相同比例的直线,在其他地方也会如此;而这是不可能的。

语法注4 条
  1. 375b16ὅτι δ᾿ οὔτε κύκλον σἷόν τε γενέσθαι τῆς ἴριδος οὔτε μεῖζον ἡμικυκλίου τμῆμα

    该句本身是不含主句动词的结构,整体构成了一个 ὅτι 引导的从句,意为“……将是显而易见的”。属格 τῆς ἴριδος 同时修饰 κύκλον 和 τμῆμα。

  2. 375b22ἀνακλασθῶσιν ... ἐπὶ τὴν μείζω γωνίαν

    关于反射的几何学规定。此处并非指简单的“入射角等于反射角”的等角反射,而是指在几何作图中以特定的“较大角度”进行反射的关系。

  3. 376a11τετμήσθω ὡς ἡ ΜΗ πρὸς ΜΚ ἡ Δ πρὸς B

    设定比例等式的命令句。τετμήσθω 是第三人称单数被动命令式。ὡς 引导了比例关系“正如……(as)”。

  4. 376a26περὶ γὰρ τὴν αὐτὴν γωνίαν τὴν ἀνάλογον

    相似性的证明。指在两个三角形 HPΠ 和 KRP 中,夹住公共角 P 的两边成比例这一相似判定条件(SAS)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:3.5#1