- 底本
- Aristotle. Aristotelis Meteorologicorum Libri Quattuor. Fobes, Francis H., editor. Cambridge, MA: Harvard University Press, 1919
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg026.humanitext-grc2:1.13#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作者主张河流的源头并非地下湖泊,而是地下如地上凝聚雨水般逐渐凝结并汇集水分的过程,并结合亚洲和欧洲的巨大山脉与河流的地理实例,解释了山脉所起到的海绵般的作用。
ἔτι δὲ τοῦ μὴ γιγνομένου ἀλλʼ ὑπάρχοντος ὕδατος1 καθʼ ἡμέραν μὴ τοιαύτην εἶναι τὴν ἀρχὴν2 τῶν ποταμῶν, οἷον ὑπὸ γῆν λίμνας τινὰς ἀποκεκριμένας, καθάπερ ἔνιοι λέγουσιν, ἀλλʼ ὁμοίως ὥσπερ καὶ ἐν τῷ ὑπὲρ γῆς3 τόπῳ μικραὶ συνιστάμεναι ῥανίδες, καὶ πάλιν αὗται ἑτέραις, τέλος μετὰ πλήθους καταβαίνει τὸ ὑόμενον ὕδωρ, οὕτω καὶ ἐν τῇ γῇ ἐκ μικρῶν συλλείβεσθαι τὸ πρῶτον καὶ εἶναι οἷον πιδώσης εἰς ἓν τῆς γῆς τὰς ἀρχὰς τῶν ποταμῶν. δηλοῖ δʼ αὐτὸ τὸ ἔργον· οἱ γὰρ τὰς ὑδραγωγίας ποιοῦντες ὑπονόμοις καὶ διώρυξι συνάγουσιν, ὥσπερ ἄν ἰδιούσης τῆς γῆς ἀπὸ τῶν ὑψηλῶν. διὸ καὶ τὰ ῥεύματα τῶν ποταμῶν ἐκ τῶν ὁρῶν φαίνεται ῤέοντα, καὶ πλεῖστοι καὶ μέγιστοι ποταμοὶ ῥέουσιν ἐκ τῶν μεγίστων ὁρῶν. ὁμοίως δὲ καὶ αἱ κρῆναι αἱ πλεῖσται ὄρεσιν καὶ τόποις ὑψηλοῖς γειτνιῶσιν· ἐν δὲ τοῖς πεδίοις ἄνευ ποταμῶν ὀλίγαι γίγνονται πάμπαν. οἱ γὰρ ὀρεινοὶ καὶ ὑψηλοὶ τόποι, οἷον σπόγγος πυκνὸς ἐπικρεμάμενοι, κατὰ μικρὰ μὲν πολλαχῇ δὲ διαπιδῶσι καὶ συλλείβουσι τὸ ὕδωρ· δέχονταί τε γὰρ τοῦ κατιόντος ὕδατος πολὺ πλῆθος (τὶ γὰρ διαφέρει κοίλην καὶ ὑπτίαν ἢ πρηνῆ τὴν περιφέρειαν εἶναι καὶ κυρτήν; ἀμφοτέρως γὰρ τὸν ἴσον ὄγκον περιλήψεται σώματος) καὶ τὴν ἀνιοῦσαν ἀτμίδα ψύχουσι καὶ συγκρίνουσι πάλιν εἰς ὕδωρ· διό, καθάπερ εἴπομεν, οἱ μέγιστοι τῶν ποταμῶν ἐκ τῶν μεγίστων φαίνονται ῤέοντες ὁρῶν. δῆλον δʼ ἐστὶ τοῦτο θεωμένοις τὰς τῆς γῆς περιόδους· ταύτας γὰρ ἐκ τοῦ πυνθάνεσθαι παρʼ ἑκάστων οὕτως ἀνέγραψαν, ὅσων μὴ συμβέβηκεν αὐτόπτας γενέσθαι τοὺς λέγοντας. ἐν μὲν οὖν τῇ Ἀσίᾳ πλεῖστοι μὲν ἐκ τοῦ Παρνασσοῦ καλουμένου φαίνονται ῤέοντες ὄρους καὶ μέγιστοι ποταμοί, τοῦτο δʼ ὁμολογεῖται πάντων εἶναι μέγιστον τὸ ὄρος τῶν πρὸς τὴν ἔω τὴν χειμερινήν· ὑπερβάντι γὰρ ἤδη τοῦτο φαίνεται ἡ ἔξω θάλαττα, ἧς τὸ πέρας οὐ δῆλον τοῖς ἐντεῦθεν. ἐκ μὲν οὖν τούτου ῥέουσιν ἄλλοι τε ποταμοὶ καὶ ὁ Βάκτρος καὶ ὁ Χοάσπης καὶ ὁ Ἀράξης· τούτου δʼ ὁ Τάναϊς ἀποσχίζεται μέρος ὢν4 εἰς τὴν Μαιῶτιν λίμνην. ῥεῖ δὲ καὶ ὁ Ἰνδὸς ἐξ αὐτοῦ, πάντων τῶν ποταμῶν ῥεῦμα πλεῖστον. ἐκ δὲ τοῦ Καυκάσου ἄλλοι τε ῥέουσι πολλοὶ καὶ κατὰ πλῆθος καὶ κατὰ μέγεθος ὑπερβάλλοντες, καὶ ὁ Φᾶσις· ὁ δὲ Καύκασος μέγιστον ὄρος τῶν πρὸς τὴν ἕω τὴν θερινὴν ἐστιν καὶ πλήθει καὶ ὕψει. σημεῖα δὲ τοῦ μὲν ὕψους ὅτι ὁρᾶται καὶ ἀπὸ τῶν καλουμένων βαθέων καὶ εἰς τὴν λίμνην εἰσπλεόντων, ἔτι δʼ ἡλιοῦται τῆς νυκτὸς αὐτοῦ τὰ ἄκρα μέχρι τοῦ τρίτου μέρους ἀπό τε τῆς ἕω καὶ πάλιν ἀπὸ τῆς ἐσπέρας· τοῦ δὲ πλήθους ὅτι πολλὰς ἔχον ἔδρας, ἐν αἷς ἔθνη τε κατοικεῖ πολλὰ καὶ λίμνας εἶναί φασι μεγάλας, ἀλλʼ ὅμως πάσας τὰς ἕδρας εἶναί φασι φανερὰς μέχρι τῆς ἐσχάτης κορυφῆς. ἐκ δὲ τῆς Πυρήνης (τοῦτο δʼ ἐστὶν ὅρος πρὸς δυσμὴν ἰσημερινὴν ἐν τῇ Κελτικῇ) ῥέουσιν ὅ τε Ἴστρος καὶ ὁ Ταρτησσός. οὗτος μὲν οὖν ἕξω στηλῶν, ὁ δʼ Ἴστρος διʼ ὅλης τῆς Εὐρώπης εἰς τὸν Εὔξεινον πόντον. τῶν δʼ ἄλλων ποταμῶν οἱ πλεῖστοι πρὸς ἄρκτον ἐκ τῶν ὁρῶν τῶν Ἀρκυνίων· ταῦτα δὲ καὶ ὕψει καὶ πλήθει μέγιστα περὶ τὸν τόπον τοῦτόν ἐστιν.
此外,关于并非每日产生而是预先存在的水,我们必须认为河流的源头并不像有些人所说的那样,是地下的某些被隔离的湖泊;而是正如在地上区域,微小的雨滴凝结,然后这些雨滴又与其他雨滴汇合,最终以大量的雨水降下一样,在地下,水最初也是从微小的量中渗流汇集,河流的源头就像是大地将水渗流到一处。实际的事实也表明了这一点:因为建造引水渠的人,通过地下通道和沟渠来收集水,就好像大地从高处渗出水分一样。因此,河流的溪流也显出是从山上流出的,而且最多和最大的河流都流自最大的山。同样,大多数泉水也与山脉和高地相邻,在平原上,除了河流附近,几乎没有泉水产生。因为多山和高峻的地方,就像悬挂着的致密海绵,在许多地方一点一滴地渗出并汇集水分;因为它们接收了大量降下的水(实际上,外周是凹陷向上还是倾斜呈凸状,又有什么区别呢?因为在这两种情况下,它都将容纳相同体积的物体),并且它们冷却了上升的蒸气,使其再次凝结成水。因此,正如我们所说,最大的河流显出是流自最大的山。这对于观察世界地图的人来说是显而易见的;因为地理学家们对于那些述说者未曾亲眼目睹的地方,是通过向各处的人们探问而这样记录下来的。在亚洲,最多和最大的河流显出流自被称为帕纳索斯的山,而这座山被公认为是朝向冬至日出方向的所有山中最大的一座;因为对于越过这座山的人来说,外海已经显现,而外海的边界对于这里的人们来说并不清楚。从这座山流出的除了其他河流外,还有巴克特罗斯河、科阿斯佩斯河和阿拉克塞斯河;而塔奈斯河从阿拉克塞斯河分流出来,作为其一部分注入迈奥蒂斯湖。印度河也流自这座山,它是所有河流中流量最大的。从高加索山流出的还有其他许多在水量和大小上都极其巨大的河流,以及法西斯河;而高加索山是朝向夏至日出方向的山中,在体量和高度上都最大的一座。其高度的证据是:即使从所谓的深处以及驶入湖的人们也能看到它,而且在夜间,其山顶的三分之一部分在拂晓和黄昏时分依然被太阳照射;而其体量的证据是:尽管它拥有许多居住地,其中居住着许多民族,并且据说有巨大的湖泊,但据说所有的居住地直到最高的山顶都是清晰可见的。而从比利牛斯山(这是在凯尔特地区朝向昼夜平分点日落方向的一座山)流出的是伊斯托罗斯河和塔尔特索斯河。后者流向海格力斯之柱以外,而伊斯托罗斯河则穿过整个欧洲注入厄克斯海。其他河流的大多数则向北流自阿尔库尼亚山脉;这些山脉在这一地区也是高度和体量上最大的。
- 349b25τοῦ μὴ γιγνομένου ἀλλʼ ὑπάρχοντος ὕδατος
置于句首的关联属格(话题提示),用于引出后面的主题:“此外,关于并非产生而是预先存在的水……”,为后文关于河流源头的论述设定前提。
- 349b27μὴ τοιαύτην εἶναι τὴν ἀρχὴν
不定式 εἶναι 延续了由 349b24 处的 νομίζειν(受 δεῖ 支配,意为“应当认为”)所引导的带对格的不定式结构(间接引语)。使用否定词 μή 而非 οὐ,是因为它在表示义务或思考内容的间接引语中。
- 349b25ὥσπερ ἂν ἰδιούσης τῆς γῆς
ἰδιούσης 是动词 ἰδιόω(出汗、渗出水分)的现在分词阴性单数属格,与 τῆς γῆς 一致,构成属格独立结构。ὥσπερ ἂν 中的 ἄν 增强了潜在或假设性比较的语气(“仿佛大地在渗出水分一般”)。
- 350a24τοῦτου δʼ ὁ Τάναϊς ἀποσχίζεται μέρος ὢν
这反映了作者古代不准确的地理认识,即认为塔奈斯河(顿河)是从阿拉克塞斯河分流出来的。μέρος ὢν(作为其一部分)是修饰主语 ὁ Τάναϊς 的伴随分词,表明塔奈斯河在观念上被视作阿拉克塞斯河的分支或延续。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 2 处
