← 亚里士多德

形而上学

§7.14

理念作为实体与属的单一性困境

针对主张理念是分离的实体、并由属和种差构成种的柏拉图学派,亚里士多德就种中的普遍者(如“动物”)在数量上是一还是多提出二难推理,指出这两种假设都会导致荒谬的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.14

φανερὸν δʼ ἐξ αὐτῶν τούτων τὸ συμβαῖνον καὶ τοῖς τὰς ἰδέας λέγουσιν οὐσίας τε χωριστὰς εἶναι1 καὶ ἅμα τὸ εἶδος ἐκ τοῦ γένους ποιοῦσι καὶ τῶν διαφορῶν. εἰ γὰρ ἔστι τὰ εἴδη, καὶ τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ καὶ ἵππῳ, ἤτοι ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ ἐστὶν ἢ ἕτερον· τῷ μὲν γὰρ λόγῳ δῆλον ὅτι ἕν· τὸν γὰρ αὐτὸν διέξεισι λόγον ὁ λέγων ἐν ἑκατέρῳ. εἰ οὖν ἐστί τις ἄνθρωπος αὐτὸς καθʼ αὑτὸν τόδε τι καὶ κεχωρισμένον, ἀνάγκη καὶ ἐξ ὧν, οἷον τὸ ζῷον καὶ τὸ δίπουν, τόδε τι σημαίνειν καὶ εἶναι χωριστὰ καὶ οὐσίας· ὥστε καὶ τὸ ζῷον. εἰ μὲν οὖν τὸ αὐτὸ καὶ ἓν τὸ ἐν τῷ ἵππῳ καὶ τῷ ἀνθρώπῳ,2 ὥσπερ σὺ σαυτῷ, πῶς τὸ ἓν ἐν τοῖς οὖσι χωρὶς ἓν ἔσται,3 καὶ διὰ τί οὐ καὶ χωρὶς αὑτοῦ ἔσται τὸ ζῷον τοῦτο; ἔπειτα εἰ μὲν μεθέξει τοῦ δίποδος καὶ τοῦ πολύποδος, ἀδύνατόν τι συμβαίνει, τἀναντία γὰρ ἅμα ὑπάρξει αὐτῷ ἑνὶ καὶ τῷδέ τινι ὄντι· εἰ δὲ μή, τίς ὁ τρόπος ὅταν εἴπῃ τις τὸ ζῷον εἶναι δίπουν ἢ πεζόν; ἀλλʼ ἴσως σύγκειται καὶ ἅπτεται ἢ μέμικται· ἀλλὰ πάντα ἄτοπα. ἀλλʼ ἕτερον ἐν ἑκάστῳ· οὐκοῦν ἄπειρα ὡς ἔπος εἰπεῖν ἔσται ὧν ἡ οὐσία ζῷον· οὐ γὰρ κατὰ συμβεβηκὸς ἐκ ζῴου ἅνθρωπος. ἔτι πολλὰ ἔσται αὐτὸ τὸ ζῷον· οὐσία τε γὰρ τὸ ἐν ἑκάστῳ ζῷον4 (οὐ γὰρ κατʼ ἄλλο λέγεται· εἰ δὲ μή, ἐξ ἐκείνου ἔσται ὁ ἄνθρωπος καὶ γένος αὐτοῦ ἐκεῖνο), καὶ ἔτι ἰδέαι ἅπαντα ἐξ ὧν ὁ ἄνθρωπος· οὐκοῦν οὐκ ἄλλου μὲν ἰδέα ἔσται ἄλλου δʼ οὐσία (ἀδύνατον γάρ)· αὐτὸ ἄρα ζῷον ἓν ἕκαστον ἔσται τῶν ἐν τοῖς ζῴοις. ἔτι ἐκ τίνος τοῦτο, καὶ πῶς ἐξ αὐτοῦ ζῴου; ἢ πῶς οἷόν τε εἶναι τὸ ζῷον, ᾧ οὐσία τοῦτο αὐτό, παρʼ αὐτὸ τὸ ζῷον; ἔτι δʼ ἐπὶ τῶν αἰσθητῶν ταῦτά τε συμβαίνει καὶ τούτων ἀτοπώτερα. εἰ δὴ ἀδύνατον οὕτως ἔχειν, δῆλον ὅτι οὐκ ἔστιν εἴδη αὐτῶν οὕτως ὥς τινές φασιν.

正是从这些事实本身出发,对于那些主张理念是分离的实体,并同时由属和种差构成种的人来说,其归结也是显而易见的。因为如果种存在,且“动物”内在于“人”和“马”之中,那么它要么在数量上是一且相同,要么是不同的;因为在定义上它显然是一,因为在这两者中说话的人阐述的是同一个定义。因此,如果有一个“人自身”是“这个”且分离的,那么构成他的那些东西,例如“动物”和“双足的”,也必须表示“这个”并且是分离的实体;因此“动物”也必定如此。如果“马”和“人”中的“动物”是同一个且是一,就像你对于你自己一样,那么在分离存在的事物中作为一的东西如何会是一,并且为什么这个“动物”不会也与自身分离而存在?其次,如果它要分有“双足的”和“多足的”,就会产生不可能的事情,因为相反的属性将同时属于它这个一且作为“这个”的东西;如果不是这样,当有人说“动物是双足的”或“陆行的”时,其方式又是什么?但也许它们是结合、接触或混合的;然而所有这些都是荒谬的。但如果它在每一者中是不同的;那么,可以这样说,其实体为“动物”的东西将是无限多的;因为人并非偶然地由动物构成。此外,“动物自身”将是许多东西;因为在每一者中的动物都是实体(因为其被称为动物并非由于其他东西;否则,人将由那其他东西构成,且那将是他的属),并且,构成人的所有东西都是理念;因此,它不会是一个东西的理念而又是另一个东西的实体(因为这是不可能的);因此,动物中的每一个都将是“动物自身”。此外,这是由什么构成的,并且它是如何由“动物自身”构成的?或者,作为其实体正是这“动物自身”的“动物”,又如何可能在“动物自身”之外存在?而且,在感觉对象的情况下,这些不妥以及比这更荒谬的事情都会产生。因此,如果不可能如此,显而易见,种并不是像某些人所说的那样存在。

语法注4 条
  1. 1039a25τοῖς τὰς ἰδέας λέγουσιν οὐσίας τε χωριστὰς εἶναι

    “τοῖς ... λέγουσιν”是依存于“φανερὸν”的与格补语(意为“对那些主张……的人来说也是显而易见的”)。“οὐσίας ... εἶναι”是作“λέγουσιν”宾语的带代格的不定式结构。

  2. 1039a30τὸ αὐτὸ καὶ ἓν τὸ ἐν τῷ ἵππῳ καὶ τῷ ἀνθρώπῳ

    带冠词的短语“τὸ ἐν τῷ ἵππῳ καὶ τῷ ἀνθρώπῳ”(马和人中的那个东西)在此处充当条件从句的主语,而“τὸ αὐτὸ καὶ ἕν”(同一且是一)则是谓语形容词。

  3. 1039a30πῶς τὸ ἓν ἐν τοῖς οὖσι χωρὶς ἓν ἔσται

    短语“ἐν τοῖς οὖσι χωρὶς”(在分离存在的事物中)包含修饰分词“οὖσι”的副词“χωρίς”(分离地),表示存在的事物彼此分离存在的状态。

  4. 1039b5οὐσία τε γὰρ τὸ ἐν ἑκάστῳ ζῷον

    “τὸ ἐν ἑκάστῳ ζῷον”(在每一者中的动物)是主语,指存在于各个种(如人或马)之中的动物,而“οὐσία”(实体)是谓语。随后的括号从句解释了这一陈述的原因。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:7.14