← 亚里士多德

形而上学

§5.29-5.30

虚假与偶性的定义

在§5.29中,将“虚假”概念区分为虚假的事物、虚假的言论和虚假的人,并批判性地考察了安提斯泰尼及柏拉图《希庇亚斯篇》的论证。在§5.30中,定义了“偶性”的含义,并将其区分为既非必然亦非通常的偶发属性,与虽不包含在本质中却自体地属于事物的属性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.29

τὸ ψεῦδος λέγεται ἄλλον μὲν τρόπον ὡς πρᾶγμα ψεῦδος, καὶ τούτου τὸ μὲν τῷ μὴ συγκεῖσθαι ἢ ἀδύνατον εἶναι συντεθῆναι1 (ὥσπερ λέγεται τὸ τὴν διάμετρον εἶναι σύμμετρον ἢ τὸ σὲ καθῆσθαι· τούτων γὰρ ψεῦδος τὸ μὲν ἀεὶ τὸ δὲ ποτέ· οὕτω γὰρ οὐκ ὄντα ταῦτα, τὰ δὲ ὅσα ἔστι μὲν ὄντα, πέφυκε μέντοι φαίνεσθαι ἢ μὴ οἷα) ἐστιν ἢ ἃ μὴ ἔστιν (οἷον ἡ σκιαγραφία καὶ τὰ ἐνύπνια· ταῦτα γὰρ ἔστι μέν τι, ἀλλʼ οὐχ ὧν ἐμποιεῖ τὴν φαντασίαν)·—πράγματα μὲν οὖν ψευδῆ οὕτω λέγεται, ἢ τῷ μὴ εἶναι αὐτὰ ἢ τῷ τὴν ἀπʼ αὐτῶν φαντασίαν μὴ ὄντος εἶναι· λόγος δὲ ψευδὴς ὁ τῶν μὴ ὄντων, ᾗ ψευδής, διὸ πᾶς λόγος ψευδὴς ἑτέρου ἢ οὗ ἐστὶν ἀληθής, οἷον ὁ τοῦ κύκλου ψευδὴς τριγώνου. ἑκάστου δὲ λόγος ἔστι μὲν ὡς εἷς, ὁ τοῦ τί ἦν εἶναι, ἔστι δʼ ὡς πολλοί, ἐπεὶ ταὐτό πως αὐτὸ καὶ αὐτὸ πεπονθός, οἷον Σωκράτης καὶ Σωκράτης μουσικός (ὁ δὲ ψευδὴς λόγος οὐθενός ἐστιν ἁπλῶς λόγος)· διὸ Ἀντισθένης ᾤετο εὐήθως μηθὲν ἀξιῶν λέγεσθαι πλὴν τῷ οἰκείῳ λόγῳ,2 ἓν ἐφʼ ἑνός· ἐξ ὧν συνέβαινε μὴ εἶναι ἀντιλέγειν, σχεδὸν δὲ μηδὲ ψεύδεσθαι. ἔστι δʼ ἕκαστον λέγειν οὐ μόνον τῷ αὐτοῦ λόγῳ ἀλλὰ καὶ τῷ ἑτέρου, ψευδῶς μὲν καὶ παντελῶς, ἔστι δʼ ὡς καὶ ἀληθῶς, ὥσπερ τὰ ὀκτὼ διπλάσια τῷ τῆς δυάδος λόγῳ. τὰ μὲν οὖν οὕτω λέγεται ψευδῆ, ἄνθρωπος δὲ ψευδὴς ὁ εὐχερὴς καὶ προαιρετικὸς τῶν τοιούτων λόγων, μὴ διʼ ἕτερόν τι ἀλλὰ διʼ αὐτό, καὶ ὁ ἄλλοις ἐμποιητικὸς τῶν τοιούτων λόγων, ὥσπερ καὶ τὰ πράγματά φαμεν ψευδῆ εἶναι ὅσα ἐμποιεῖ φαντασίαν ψευδῆ. διὸ ὁ ἐν τῷ Ἱππίᾳ λόγος παρακρούεται ὡς ὁ αὐτὸς ψευδὴς καὶ ἀληθής. τὸν δυνάμενον γὰρ ψεύσασθαι λαμβάνει ψευδῆ (οὗτος δʼ ὁ εἰδὼς καὶ ὁ φρόνιμος)· ἔτι τὸν ἑκόντα φαῦλον βελτίω. τοῦτο δὲ ψεῦδος λαμβάνει διὰ τῆς ἐπαγωγῆς—ὁ γὰρ ἑκὼν χωλαίνων τοῦ ἄκοντος κρείττων—τὸ χωλαίνειν τὸ μιμεῖσθαι λέγων, ἐπεὶ εἴ γε χωλὸς ἑκών, χείρων ἴσως, ὥσπερ ἐπὶ τοῦ ἤθους, καὶ οὗτος.

“虚假”在一个意义上被称为“虚假的事物”,这之中,一方面是因为不结合或者不可能被结合(正如说对角线是可通约的,或者说你正坐着;因为在这些之中,一者总是虚假的,另一者则是偶尔虚假的;因为以此方式,这些是不存在的事物);另一方面,是指那些确实存在,但其本性却表现为并非它们那样的,或者表现为它们所不是的事物(例如透视画和梦境;因为这些确实是某种东西,但不是它们所产生的那种表象的对象)。因此,事物被称为虚假,或是因为它们自身不存在,或是因为由它们产生的表象是不存在之物的表象。而“虚假的言论”是指关于不存在之物的言论,在其虚假的意义上。因此,对于任何一个其为真的对象之外的其他对象,一切言论都是虚假的,例如关于圆的言论对于三角形是虚假的。而每个事物的言论在某种意义上是一个,即关于“它曾是什么”的言论,但在另一种意义上是多个,因为事物自身和在某种状态下的自身在某种意义上是相同的,例如苏格拉底和有音乐素养的苏格拉底(但是虚假的言论在绝对意义上不是任何事物的言论)。因此,安提斯泰尼荒谬地认为,任何事物除了用其固有的言论外,不应被述说,即一物对应一言论;由此得出的结论是,人不可能进行反驳,甚至几乎不可能说谎。然而,叙述每个事物不仅可以用它自己的言论,还可以用他物的言论,虽然这完全是虚假的,但在某种意义上也可以是真的,正如八通过二的言论被称为“两倍”。那么,事物等是在这个意义上被称为虚假的,而“虚假的人”是指乐于并有意选择此类言论的人,不是为了别的什么,而是为了这言论本身,以及易于在他人中产生此类言论的人,正如我们也说凡是产生虚假表象的事物都是虚假的一样。因此,《希庇亚斯篇》中的论证是误导人的,它假定同一个虚假的人也是真实的人。因为它把能够说谎的人(而这就是有知识且聪明的人)当作虚假的人;进而认为自愿犯错的人更好。但这通过归纳得出了一个虚假的结论——因为自愿跛行的人比非自愿跛行的人更好——他把“跛行”称为“模仿”,因为如果他真的是自愿成为跛子,他或许会更糟,就像在品格的情况下一样,在这里也是如此。

§5.30

συμβεβηκὸς λέγεται ὃ ὑπάρχει μέν τινι καὶ ἀληθὲς εἰπεῖν, οὐ μέντοι οὔτʼ ἐξ ἀνάγκης οὔτε ὡς ἐπὶ τὸ πολύ, οἷον εἴ τις ὀρύττων φυτῷ βόθρον εὗρε θησαυρόν. τοῦτο τοίνυν συμβεβηκὸς τῷ ὀρύττοντι τὸν βόθρον, τὸ εὑρεῖν θησαυρόν· οὔτε γὰρ ἐξ ἀνάγκης τοῦτο ἐκ τούτου ἢ μετὰ τοῦτο, οὔθʼ ὡς ἐπὶ τὸ πολὺ ἄν τις φυτεύῃ θησαυρὸν εὑρίσκει. καὶ μουσικός γʼ ἄν τις εἴη λευκός· ἀλλʼ ἐπεὶ οὔτε ἐξ ἀνάγκης οὔθʼ ὡς ἐπὶ τὸ πολὺ τοῦτο γίγνεται, συμβεβηκὸς αὐτὸ λέγομεν. ὥστʼ ἐπεὶ ἔστιν ὑπάρχον τι καὶ τινί, καὶ ἔνια τούτων καὶ ποὺ καὶ ποτέ, ὅ τι ἂν ὑπάρχῃ μέν, ἀλλὰ μὴ διότι τοδὶ ἦν ἢ νῦν ἢ ἐνταῦθα,3 συμβεβηκὸς ἔσται. οὐδὲ δὴ αἴτιον ὡρισμένον οὐδὲν τοῦ συμβεβηκότος ἀλλὰ τὸ τυχόν· τοῦτο δʼ ἀόριστον. συνέβη τῳ εἰς Αἴγιναν ἐλθεῖν, εἰ μὴ διὰ τοῦτο ἀφίκετο ὅπως ἐκεῖ ἔλθῃ, ἀλλʼ ὑπὸ χειμῶνος ἐξωσθεὶς ἢ ὑπὸ λῃστῶν ληφθείς. γέγονε μὲν δὴ ἢ ἔστι τὸ συμβεβηκός, ἀλλʼ οὐχ ᾗ αὐτὸ ἀλλʼ ᾗ ἕτερον· ὁ γὰρ χειμὼν αἴτιος τοῦ μὴ ὅπου ἔπλει ἐλθεῖν, τοῦτο δʼ ἦν Αἴγινα. λέγεται δὲ καὶ ἄλλως συμβεβηκός, οἷον ὅσα ὑπάρχει ἑκάστῳ καθʼ αὑτὸ μὴ ἐν τῇ οὐσίᾳ ὄντα, οἷον τῷ τριγώνῳ τὸ δύο ὀρθὰς ἔχειν. καὶ ταῦτα μὲν ἐνδέχεται ἀΐδια εἶναι, ἐκείνων δὲ οὐδέν. λόγος δὲ τούτου ἐν ἑτέροις.

“偶性的”是指属于某物且说它属实,但既非出于必然,也非通常如此的事物;例如,如果有人在为植物挖坑时发现了宝藏。那么,发现宝藏对于挖坑的人来说就是偶性的;因为这既不是必然地产生于此或紧随其后,如果有人种植,也并非通常能发现宝藏。而且一个有音乐素养的人可能是白的;但由于这既非出于必然,也非通常如此,我们称之为偶性。因此,既然有某物属于某物,且其中一些属于某地和某时,那么凡是确实属于、但不是因为曾是这一事物、或现在、或在此处的,都将是偶性。偶性确实没有任何确定的原因,而只有随机的原因;而这是无定限的。例如某人来到了埃吉纳岛,如果他不是为了去那里而到达的,而是被暴风雨驱逐或被海盗抓去的。因此,偶性虽然生成或存在,但不是作为其自身,而是作为他物;因为暴风雨是使他没有到达航行目的地,而目的地恰好是埃吉纳岛的原因。 “偶性的”也在另一种意义上被说,即凡是自体地属于每个事物、但不包含在其本性中的属性,例如三角形具有两个直角。而且,这些偶性可能是永恒的,而前一类偶性则绝非如此。关于这点的论述在其他著作中。

语法注3 条
  1. 1024b17τούτου τὸ μὲν τῷ μὴ συγκεῖσθαι ἢ ἀδύνατον εἶναι συντεθῆναι

    属格 τούτου 是指代 πρᾶγμα ψεῦδος(虚假的事物)的部分属格。它与后文的 τὰ δὲ(1024b21)相呼应,表示“在虚假的事物中,一部分是因为未被结合或不可能被结合”。

  2. 1024b33μηθὲν ἀξιῶν λέγεσθαι πλὴν τῷ οἰκείῳ λόγῳ

    这是由 ἀξιῶν(主张)引导的带主格/宾格不定式结构,其中 μηθέν 是不定式 λέγεσθαι 的逻辑主语,意为“主张任何事物除了用其固有的言论外,不应被述说”。

  3. 1025a23ὅ τι ἂν ὑπάρχῃ μέν, ἀλλὰ μὴ διότι τοδὶ ἦν ἢ νῦν ἢ ἐνταῦθα

    短语 τοδὶ ἦν(曾是这个)指事物的本质定义,与 νῦν(现在)和 ἐνταῦθα(此处)这些时空上的偶发条件相对比。它将偶性定义为“既非因为其本质,亦非因为特定的时间或空间”而存在的内容。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:5.29-5.30