- 底本
- Aristotle. Aristotle's Metaphysics, Vol. 1-2. Ross, William David, editor. Oxford: Clarendon Press, 1924 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:5.13-5.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
亚里士多德提出了“量”与“质”的定义和分类。量分为自身之量(多、大小等)和偶性之量(运动、时间等);质则被归纳为本质差异、数学对象的性质、运动引起的受动属性以及德性与邪恶。
ποσὸν λέγεται τὸ διαιρετὸν εἰς ἐνυπάρχοντα ὧν ἑκάτερον ἢ ἕκαστον ἕν τι καὶ τόδε τι πέφυκεν εἶναι. πλῆθος μὲν οὖν ποσόν τι ἐὰν ἀριθμητὸν ᾖ, μέγεθος δὲ ἂν μετρητὸν ᾖ. λέγεται δὲ πλῆθος μὲν τὸ διαιρετὸν δυνάμει εἰς μὴ συνεχῆ, μέγεθος δὲ τὸ εἰς συνεχῆ· μεγέθους δὲ τὸ μὲν ἐφʼ ἓν συνεχὲς μῆκος τὸ δʼ ἐπὶ δύο πλάτος τὸ δʼ ἐπὶ τρία βάθος. τούτων δὲ πλῆθος μὲν τὸ πεπερασμένον ἀριθμὸς μῆκος δὲ γραμμὴ πλάτος δὲ ἐπιφάνεια βάθος δὲ σῶμα. ἔτι τὰ μὲν λέγεται καθʼ αὑτὰ ποσά, τὰ δὲ κατὰ συμβεβηκός, οἷον ἡ μὲν γραμμὴ ποσόν τι καθʼ ἑαυτό, τὸ δὲ μουσικὸν κατὰ συμβεβηκός. τῶν δὲ καθʼ αὑτὰ τὰ μὲν κατʼ οὐσίαν ἐστίν, οἷον ἡ γραμμὴ ποσόν τι (ἐν γὰρ τῷ λόγῳ τῷ τί ἐστι λέγοντι1 τὸ ποσόν τι ὑπάρχει), τὰ δὲ πάθη καὶ ἕξεις τῆς τοιαύτης ἐστὶν οὐσίας, οἷον τὸ πολὺ καὶ τὸ ὀλίγον, καὶ μακρὸν καὶ βραχύ, καὶ πλατὺ καὶ στενόν, καὶ βαθὺ καὶ ταπεινόν, καὶ βαρὺ καὶ κοῦφον, καὶ τὰ ἄλλα τὰ τοιαῦτα. ἔστι δὲ καὶ τὸ μέγα καὶ τὸ μικρὸν καὶ μεῖζον καὶ ἔλαττον, καὶ καθʼ αὑτὰ καὶ πρὸς ἄλληλα λεγόμενα, τοῦ ποσοῦ πάθη καθʼ αὑτά· μεταφέρονται μέντοι καὶ ἐπʼ ἄλλα ταῦτα τὰ ὀνόματα. τῶν δὲ κατὰ συμβεβηκὸς λεγομένων ποσῶν τὰ μὲν οὕτως λέγεται ὥσπερ ἐλέχθη ὅτι τὸ μουσικὸν ποσὸν καὶ τὸ λευκὸν τῷ εἶναι ποσόν τι ᾧ ὑπάρχουσι, τὰ δὲ ὡς κίνησις καὶ χρόνος· καὶ γὰρ ταῦτα πόσʼ ἄττα λέγεται καὶ συνεχῆ τῷ ἐκεῖνα διαιρετὰ εἶναι ὧν ἐστὶ ταῦτα πάθη. λέγω δὲ οὐ τὸ κινούμενον ἀλλʼ ὃ ἐκινήθη·2 τῷ γὰρ ποσὸν εἶναι ἐκεῖνο καὶ ἡ κίνησις ποσή, ὁ δὲ χρόνος τῷ ταύτην.
“量”被说,是指可分割为内在组成部分的事物,其中两部分或每一部分在自然上都是一个“一”和“这个”。因此,若多是可数完的,则是一种量;若大小是可测量的,则是一种量。“多”被说,是指在潜能上可分割为非连续事物的事物;而“大小”是指可分割为连续事物的事物。在大小中,向单一方向连续的是“长度”,向两个方向连续的是“宽度”,向三个方向连续的是“深度”。在这些之中,有限的多是“数”,长度是“线”,宽度是“面”,深度是“体”。此外,有些事物被称为自身之量,有些则是偶性之量。例如,线是自身之量,而有音乐才能的是偶性之量。在自身之量中,有些是由于其本质,如线是一种量(因为在说明“它是什么”的定义中包含了量);另一些则是这类本质的受动和状态,例如,多与少、长与短、宽与窄、深与浅、重与轻,以及其他类似的事物。大与小、更大与更小,无论是就自身而言还是彼此相对而言,也都是量的自身受动;然而,这些名称也被借用到其他事物上。在被称为偶性之量的事物中,有些正如所说的那样,如“有音乐才能的”和“白色的”之所以被称为量,是因为它们所归属的载体是某种量;另一些则是像运动和时间那样。因为这些也被说成是某种量和连续的,这是因为这些属性所归属的那些事物是可分割的。我指的不是正在运动的事物,而是被移动过的事物;因为那事物是量,所以运动也是量,而时间是因为运动是量而成为量。
ποιὸν λέγεται ἕνα μὲν τρόπον ἡ διαφορὰ τῆς οὐσίας, οἷον ποιόν τι ἄνθρωπος ζῷον ὅτι δίπουν, ἵππος δὲ τετράπουν, καὶ κύκλος ποιόν τι σχῆμα ὅτι ἀγώνιον, ὡς τῆς διαφορᾶς τῆς κατὰ τὴν οὐσίαν ποιότητος οὔσης· —ἕνα μὲν δὴ τρόπον τοῦτον λέγεται ἡ ποιότης διαφορὰ οὐσίας, ἕνα δὲ ὡς τὰ ἀκίνητα καὶ τὰ μαθηματικά, ὥσπερ οἱ ἀριθμοὶ ποιοί τινες, οἷον οἱ σύνθετοι καὶ μὴ μόνον ἐφʼ ἓν ὄντες ἀλλʼ ὧν μίμημα τὸ ἐπίπεδον καὶ τὸ στερεόν (οὗτοι δʼ εἰσὶν οἱ ποσάκις ποσοὶ ἢ ποσάκις ποσάκις ποσοί), καὶ ὅλως ὃ παρὰ τὸ ποσὸν ὑπάρχει ἐν τῇ οὐσίᾳ· οὐσία γὰρ ἑκάστου ὃ ἅπαξ, οἷον τῶν ἓξ οὐχ ὃ δὶς ἢ τρὶς εἰσὶν ἀλλʼ ὃ ἅπαξ· ἓξ γὰρ ἅπαξ ἕξ. ἔτι ὅσα πάθη τῶν κινουμένων οὐσιῶν, οἷον θερμότης καὶ ψυχρότης, καὶ λευκότης καὶ μελανία, καὶ βαρύτης καὶ κουφότης, καὶ ὅσα τοιαῦτα, καθʼ ἃ λέγονται καὶ ἀλλοιοῦσθαι τὰ σώματα μεταβαλλόντων. ἔτι κατʼ ἀρετὴν καὶ κακίαν καὶ ὅλως τὸ κακὸν καὶ ἀγαθόν. σχεδὸν δὴ κατὰ δύο τρόπους λέγοιτʼ ἂν τὸ ποιόν, καὶ τούτων ἕνα τὸν κυριώτατον· πρώτη μὲν γὰρ ποιότης ἡ τῆς οὐσίας διαφορά (ταύτης δέ τι καὶ ἡ ἐν τοῖς ἀριθμοῖς ποιότης μέρος· διαφορὰ γάρ τις οὐσιῶν, ἀλλʼ ἢ οὐ κινουμένων ἢ οὐχ ᾗ κινούμενα),3 τὰ δὲ πάθη τῶν κινουμένων ᾗ κινούμενα, καὶ αἱ τῶν κινήσεων διαφοραί. ἀρετὴ δὲ καὶ κακία τῶν παθημάτων μέρος τι· διαφορὰς γὰρ δηλοῦσι τῆς κινήσεως καὶ τῆς ἐνεργείας, καθʼ ἃς ποιοῦσιν ἢ πάσχουσι καλῶς ἢ φαύλως τὰ ἐν κινήσει ὄντα· τὸ μὲν γὰρ ὡδὶ δυνάμενον κινεῖσθαι ἢ ἐνεργεῖν ἀγαθὸν τὸ δʼ ὡδὶ καὶ ἐναντίως μοχθηρόν. μάλιστα δὲ τὸ ἀγαθὸν καὶ τὸ κακὸν σημαίνει τὸ ποιὸν ἐπὶ τῶν ἐμψύχων, καὶ τούτων μάλιστα ἐπὶ τοῖς ἔχουσι προαίρεσιν.
“质”在一种意义上,是指本质的差异。例如,人是怎样的动物,是因为他是双足的,而马是四足的;圆是怎样的图形,是因为它是无角的,因为按本质分类的差异就是质。――那么,在这一种意义上,质被称为本质的差异。在另一种意义上,是指对于不动之物和数学对象,就像数有某种性质一样。例如,那些不单是向单一方向、而是平面和立体作为其摹本的合成数(这些数是若干次若干、或若干次若干次若干的数),以及总的来说在量之外存在于本质之中的东西。因为每个事物的本质是它一次所是的,例如六的本质不是它两次或三次所是的,而是它一次所是的;因为六是一次六。此外,运动本质的一切受动,例如热与冷、白与黑、重与轻,以及所有这类事物,根据这些,物体在变化时也被说成是发生了质变。此外,还有关于德性与邪恶,以及总的来说坏与好。的确,质几乎可以说有两种方式,而其中一种是最本真的。因为第一种质是本质的差异(数之中的质也是其中的一部分;因为它是本质的某种差异,但要么是不动之物的,要么不是作为运动之物的差异)。另一种是运动之物作为运动之物时的受动,以及诸运动的差异。德性与邪恶是受动的一部分;因为它们表明了运动和活动的差异,根据这些,处于运动之中的事物见地地或卑劣地起作用或受动。因为能够以某种特定方式运动或活动的是好,而以某种特定方式且以相反方式的是坏。特别是,好与坏在有灵魂的事物中表示质,在这些之中,特别是对那些拥有抉择的事物。
- 1020a15ἐν γὰρ τῷ λόγῳ τῷ τί ἐστι λέγοντι
与格名词“τῷ λόγῳ”(定义/公式)由现在分词“λέγοντι”(说明)修饰,该分词以名词化的疑问句“τί ἐστι”(它是什么/本质)作为宾语。整体解释为“在说明‘它是什么’的定义中”。
- 1020a30οὐ τὸ κινούμενον ἀλλʼ ὃ ἐκινήθη
现在分词“τὸ κινούμενον”(正在运动的事物)指运动的主体(物体),而关系代词“ὃ”(省略了先行词“大小/空间”)与不定过去时被动动词“ἐκινήθη”的组合则指“被移动过的[空间或大小,即通过的轨迹或距离]”。这一对比体现了亚里士多德运动论的核心:运动之所以是量,是因为后者(所通过的空间大小)是量。
- 1020b16ἀλλʼ ἢ οὐ κινουμένων ἢ οὐχ ᾗ κινούμενα
短语“ἀλλʼ ἤ”表示强烈的限制或例外(“除了……之外”、“但是,除非”)。这里在解释数之中的质属于本质差异(διαφορά τις οὐσιῶν)的一部分时,限制说明它们要么是“不动之物(数学对象)的差异”,要么是“即使是运动之物,也不是作为运动之物的差异”。
