← 亚里士多德

形而上学

§4.1

研究作为存在的存在的普遍科学

亚里士多德提出了一门研究作为存在的存在及其固有属性的独特科学(形而上学),并阐明它不同于仅研究存在之某一特定部分的具体科学(如数学)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

ἔστιν ἐπιστήμη τις ἣ θεωρεῖ τὸ ὂν ᾗ ὂν1 καὶ τὰ τούτῳ ὑπάρχοντα καθʼ αὑτό. αὕτη δʼ ἐστὶν οὐδεμιᾷ τῶν ἐν μέρει λεγομένων ἡ αὐτή· οὐδεμία γὰρ τῶν ἄλλων ἐπισκοπεῖ καθόλου περὶ τοῦ ὄντος ᾗ ὄν, ἀλλὰ μέρος αὐτοῦ τι ἀποτεμόμεναι περὶ τούτου θεωροῦσι τὸ συμβεβηκός, οἷον αἱ μαθηματικαὶ τῶν ἐπιστημῶν. ἐπεὶ δὲ τὰς ἀρχὰς καὶ τὰς ἀκροτάτας αἰτίας ζητοῦμεν, δῆλον ὡς φύσεώς τινος αὐτὰς ἀναγκαῖον εἶναι καθʼ αὑτήν.2 εἰ οὖν καὶ οἱ τὰ στοιχεῖα τῶν ὄντων ζητοῦντες ταύτας τὰς ἀρχὰς ἐζήτουν, ἀνάγκη καὶ τὰ στοιχεῖα τοῦ ὄντος εἶναι μὴ κατὰ συμβεβηκὸς ἀλλʼ ᾗ ὄν· διὸ καὶ ἡμῖν τοῦ ὄντος ᾗ ὂν τὰς πρώτας αἰτίας ληπτέον.

有一门科学,它研究作为存在的存在以及凭自身属于它的属性。这门科学不同于任何一门所谓的具体科学;因为其他科学没有一门是普遍地考察作为存在的存在的,而是切取它的一部分,研究关于这部分事物的偶性,例如数学诸科学就是这样。既然我们正在探求原理和最高原因,显然这些原理和原因必然凭自身属于某种本性。因此,如果探求存在物元素的人们也是在探求这些原理,那么存在的元素也必然不是由于偶然,而是作为存在而存在的。因此,我们也必须把握作为存在的存在的最初原因。

语法注2 条
  1. 1003a21τὸ ὂν ᾗ ὂν

    此处作副词使用的 ᾗ 源自关系代词 ὅς 的阴性单数与格,意为“在……的意义上”或“只要它是……”。这是亚里士多德哲学的一个核心概念,表明“存在”并非在其特定属性或部分上被考察,而纯粹是在其作为“存在”本身的性质上被考察。

  2. 1003a26φύσεώς τινος αὐτὰς ἀναγκαῖον εἶναι καθʼ αὑτήν

    受格代词 αὐτὰς(指代前文的“原理和最高原因”)是不定式 εἶναι 的逻辑主语。属格短语 φύσεώς τινος 起表语性属格(predicate genitive)的作用,表示所属,译为“属于某种本性”。此外,阴性单数介词短语 καθʼ αὑτήν(凭自身)修饰的是阴性属格名词 φύσεως,而不是阴性复数的 αὐτὰς。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:4.1