← 亚里士多德

形而上学

§13.5

形相无益于感觉事物的存在与认识

亚里士多德指出形相(理念)对于感觉和产生消灭之物的存在与认识毫无贡献,也不能作为运动的原因;他将“范型”和“分有”等概念斥为诗意的比喻,并论证了实体与其事物分离存在的不合理性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.5

πάντων δὲ μάλιστα διαπορήσειεν ἄν τις τί ποτε συμβάλλονται1 τὰ εἴδη ἢ τοῖς ἀϊδίοις τῶν αἰσθητῶν ἢ τοῖς γιγνομένοις καὶ φθειρομένοις· οὔτε γὰρ κινήσεώς ἐστιν οὔτε μεταβολῆς οὐδεμιᾶς αἴτια αὐτοῖς. ἀλλὰ μὴν οὔτε πρὸς τὴν ἐπιστήμην οὐθὲν βοηθεῖ τὴν τῶν ἄλλων (οὐδὲ γὰρ οὐσία ἐκεῖνα τούτων· ἐν τούτοις γὰρ ἂν ἦν), οὔτʼ εἰς τὸ εἶναι, μὴ ἐνυπάρχοντά γε2 τοῖς μετέχουσιν· οὕτω μὲν γὰρ ἴσως αἴτια δόξειεν ἂν εἶναι ὡς τὸ λευκὸν μεμιγμένον τῷ λευκῷ, ἀλλʼ οὗτος μὲν ὁ λόγος λίαν εὐκίνητος, ὃν Ἀναξαγόρας μὲν πρότερος Εὔδοξος δὲ ὕστερος ἔλεγε διαπορῶν καὶ ἕτεροί τινες (ῥᾴδιον γὰρ πολλὰ συναγαγεῖν καὶ ἀδύνατα πρὸς τὴν τοιαύτην δόξαν)· ἀλλὰ μὴν οὐδὲ ἐκ τῶν εἰδῶν ἐστὶ τἆλλα κατʼ οὐθένα τρόπον τῶν εἰωθότων λέγεσθαι. τὸ δὲ λέγειν παραδείγματα εἶναι καὶ μετέχειν αὐτῶν τὰ ἄλλα κενολογεῖν ἐστὶ καὶ μεταφορὰς λέγειν ποιητικάς. τί γάρ ἐστι τὸ ἐργαζόμενον πρὸς τὰς ἰδέας ἀποβλέπον; ἐνδέχεταί τε καὶ εἶναι καὶ γίγνεσθαι ὁτιοῦν καὶ μὴ εἰκαζόμενον, ὥστε καὶ ὄντος Σωκράτους καὶ μὴ ὄντος3 γένοιτʼ ἂν οἷος Σωκράτης· ὁμοίως δὲ δῆλον ὅτι κἂν εἰ ἦν ὁ Σωκράτης ἀΐδιος. ἔσται τε πλείω παραδείγματα τοῦ αὐτοῦ, ὥστε καὶ εἴδη, οἷον τοῦ ἀνθρώπου τὸ ζῷον καὶ τὸ δίπουν, ἅμα δὲ καὶ αὐτοάνθρωπος. ἔτι οὐ μόνον τῶν αἰσθητῶν παραδείγματα τὰ εἴδη ἀλλὰ καὶ αὐτῶν, οἷον τὸ γένος τῶν ὡς γένους εἰδῶν· ὥστε τὸ αὐτὸ ἔσται παράδειγμα καὶ εἰκών. ἔτι δόξειεν ἂν ἀδύνατον χωρὶς εἶναι τὴν οὐσίαν καὶ οὗ ἡ οὐσία· ὥστε πῶς ἂν αἱ ἰδέαι οὐσίαι τῶν πραγμάτων οὖσαι χωρὶς εἶεν; ἐν δὲ τῷ Φαίδωνι τοῦτον λέγεται τὸν τρόπον, ὡς καὶ τοῦ εἶναι καὶ τοῦ γίγνεσθαι αἴτια τὰ εἴδη ἐστίν· καίτοι τῶν εἰδῶν ὄντων4 ὅμως οὐ γίγνεται ἂν μὴ ᾖ τὸ κινῆσον, καὶ πολλὰ γίγνεται ἕτερα, οἷον οἰκία καὶ δακτύλιος, ὧν οὔ φασιν εἶναι εἴδη· ὥστε δῆλον ὅτι ἐνδέχεται κἀκεῖνα, ὧν φασὶν ἰδέας εἶναι, καὶ εἶναι καὶ γίγνεσθαι διὰ τοιαύτας αἰτίας οἵας καὶ τὰ ῥηθέντα νῦν, ἀλλʼ οὐ διὰ τὰ εἴδη. ἀλλὰ περὶ μὲν τῶν ἰδεῶν καὶ τοῦτον τὸν τρόπον καὶ διὰ λογικωτέρων καὶ ἀκριβεστέρων λόγων ἔστι πολλὰ συναγαγεῖν ὅμοια τοῖς τεθεωρημένοις.

最首要的是,人们可能会产生极大的疑问:形相究竟对感觉事物中永恒者,或对产生和消灭者有什么贡献?因为它们对它们[感觉事物]而言,既不是运动的原因,也不是任何变化的原理。此外,它们对于其他事物的认识也毫无帮助(因为形相并不是这些事物的实体;否则,它们就应该在这些事物之中了),对于它们的自身存在也毫无用处,因为它们并不存在于分有者之中。因为,如果这样[存在于分有者中],它们也许会显得是原因,就像白色混合在白色事物中一样,但这个论点是非常容易被推翻的,这是阿那克萨哥拉最早、后来又是欧多克索斯在面临困难时提出的,还有其他一些人也是如此(因为很容易针对这种观点收集到许多不可能的荒谬结论)。再者,其他事物绝不是以任何通常所说的方式从形相中产生的。而宣称形相是范型、其他事物分有它们,则是说空话并使用诗意的比喻。因为有什么东西是在注视着理念而进行创作的呢?而且,无论什么事物,即使不被摹仿,也同样可以存在和产生,因此,无论苏格拉底存在还是不存在,都可能产生像苏格拉底这样的人。同样,显然,即使苏格拉底是永恒的,情况也是如此。此外,同一事物将有多个范型,因而也有多个形相,例如对于“人”来说,有“动物”和“双足的”,同时还有“人自体”。而且,形相不仅是感觉事物的范型,也是它们自身的范型,例如,作为类的形相是作为类下之种的形相的范型;因此,同一事物既是范型又是摹本。此外,实体与作为其主体的实体似乎不可能分离。既然如此,作为事物实体的理念又怎能分离存在呢?但在《斐多篇》中是这样说的:形相是存在和产生两者的原因。然而,尽管形相存在,但如果没有推动者,产生依然不会发生;而且还有许多其他东西产生,例如房屋和戒指,他们却说这些东西没有形相。因此,显然那些他们宣称有理念存在的事物,也完全可以像刚才所说的那些东西一样,通过类似的原因而存在和产生,而不是通过形相。然而,关于理念,无论是通过这种方式,还是通过更具逻辑性和更精确的论证,都可以收集到许多类似于我们已经考察过的结论。

语法注4 条
  1. 1079b12τί ποτε συμβάλλονται

    宾格疑问代名词 τί 是内含性(副词性)宾格,与中动语态动词 συμβάλλονται 连用,意为“贡献了什么”或“在多大程度上做出了贡献”。与格的 τοῖς ἀϊδίοις 和 τοῖς γιγνομένοις 表示这一贡献的对象。

  2. 1079b18μὴ ἐνυπάρχοντά γε

    主格中性复数分词 ἐνυπάρχοντα 修饰主语 τὰ εἴδη。伴随否定词 μή,并与后文的 οὕτω μὲν γὰρ...(因为,如果这样[即内在]的话……)形成对比,表达了假定或条件的意思:“如果它们并不内在存在于……”。

  3. 1079b28καὶ ὄντος Σωκράτους καὶ μὴ ὄντος

    这是一个属格独立结构(Genitive Absolute),表示条件或让步(“无论苏格拉底存在还是不存在”)。它与主句中表示潜在可能性的 γένοιτʼ ἄν 呼应,为证明形相在因果上的无效性设定了一个思想实验的前提。

  4. 1080a3τῶν εἰδῶν ὄντων

    这是一个前面带有逆接小词 καίτοι 的属格独立构文,表示让步(“尽管形相存在”)。其作用是展开论证:单凭形相的存在不足以解释事物的产生,还必须有推动因(动力因)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:13.5