← 亚里士多德

形而上学

§12.9

神圣知性的本质与对思考的思考

亚里士多德探讨了神圣知性的本质,并研究了它的思考对象应该是什么。他论证了知性为了达到最善,必须思考自身,即成为“对思考的思考”,并指出在不含质料的事物中,思考者与被思考的对象是同一的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.9

τὰ δὲ περὶ τὸν νοῦν ἔχει τινὰς ἀπορίας· δοκεῖ μὲν γὰρ εἶναι τῶν φαινομένων θειότατον, πῶς δʼ ἔχων τοιοῦτος ἂν εἴη, ἔχει τινὰς δυσκολίας. εἴτε γὰρ μηδὲν νοεῖ, τί ἂν εἴη τὸ σεμνόν, ἀλλʼ ἔχει ὥσπερ ἂν εἰ ὁ καθεύδων· εἴτε νοεῖ, τούτου δʼ ἄλλο κύριον, οὐ γάρ ἐστι τοῦτο ὅ ἐστιν αὐτοῦ ἡ οὐσία νόησις, ἀλλὰ δύναμις,1 οὐκ ἂν ἡ ἀρίστη οὐσία εἴη· διὰ γὰρ τοῦ νοεῖν τὸ τίμιον αὐτῷ ὑπάρχει. ἔτι δὲ εἴτε νοῦς ἡ οὐσία αὐτοῦ εἴτε νόησίς ἐστι, τί νοεῖ; ἢ γὰρ αὐτὸς αὑτὸν ἢ ἕτερόν τι· καὶ εἰ ἕτερόν τι, ἢ τὸ αὐτὸ ἀεὶ ἢ ἄλλο. πότερον οὖν διαφέρει τι ἢ οὐδὲν τὸ νοεῖν τὸ καλὸν ἢ τὸ τυχόν; ἢ καὶ ἄτοπον τὸ διανοεῖσθαι περὶ ἐνίων; δῆλον τοίνυν ὅτι τὸ θειότατον καὶ τιμιώτατον νοεῖ, καὶ οὐ μεταβάλλει· εἰς χεῖρον γὰρ ἡ μεταβολή, καὶ κίνησίς τις ἤδη τὸ τοιοῦτον. πρῶτον μὲν οὖν εἰ μὴ νόησίς ἐστιν ἀλλὰ δύναμις, εὔλογον ἐπίπονον εἶναι τὸ συνεχὲς αὐτῷ τῆς νοήσεως· ἔπειτα δῆλον ὅτι ἄλλο τι ἂν εἴη τὸ τιμιώτερον ἢ ὁ νοῦς, τὸ νοούμενον.2 καὶ γὰρ τὸ νοεῖν καὶ ἡ νόησις ὑπάρξει καὶ τὸ χείριστον νοοῦντι, ὥστʼ εἰ φευκτὸν τοῦτο (καὶ γὰρ μὴ ὁρᾶν ἔνια κρεῖττον ἢ ὁρᾶν), οὐκ ἂν εἴη τὸ ἄριστον ἡ νόησις. αὑτὸν ἄρα νοεῖ, εἴπερ ἐστὶ τὸ κράτιστον, καὶ ἔστιν ἡ νόησις νοήσεως νόησις. φαίνεται δʼ ἀεὶ ἄλλου ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις καὶ ἡ δόξα καὶ ἡ διάνοια, αὑτῆς δʼ ἐν παρέργῳ. ἔτι εἰ ἄλλο τὸ νοεῖν καὶ τὸ νοεῖσθαι, κατὰ πότερον αὐτῷ τὸ εὖ ὑπάρχει; οὐδὲ γὰρ ταὐτὸ τὸ εἶναι νοήσει καὶ νοουμένῳ. ἢ ἐπʼ ἐνίων ἡ ἐπιστήμη τὸ πρᾶγμα,3 ἐπὶ μὲν τῶν ποιητικῶν ἄνευ ὕλης ἡ οὐσία καὶ τὸ τί ἦν εἶναι, ἐπὶ δὲ τῶν θεωρητικῶν ὁ λόγος τὸ πρᾶγμα καὶ ἡ νόησις; οὐχ ἑτέρου οὖν ὄντος τοῦ νοουμένου καὶ τοῦ νοῦ, ὅσα μὴ ὕλην ἔχει, τὸ αὐτὸ ἔσται, καὶ ἡ νόησις τῷ νοουμένῳ μία. ἔτι δὴ λείπεται ἀπορία, εἰ σύνθετον τὸ νοούμενον· μεταβάλλοι γὰρ ἂν ἐν τοῖς μέρεσι τοῦ ὅλου. ἢ ἀδιαίρετον πᾶν τὸ μὴ ἔχον ὕλην—ὥσπερ ὁ ἀνθρώπινος νοῦς ἢ ὅ γε τῶν συνθέτων ἔχει ἔν τινι χρόνῳ4 (οὐ γὰρ ἔχει τὸ εὖ ἐν τῳδὶ ἢ ἐν τῳδί, ἀλλʼ ἐν ὅλῳ τινὶ τὸ ἄριστον, ὂν ἄλλο τι)— οὕτως δʼ ἔχει αὐτὴ αὑτῆς ἡ νόησις τὸν ἅπαντα αἰῶνα;

关于知性的问题则包含一些疑难;因为在显现的事物中,它似乎是最神圣的,但它处于何种状态才能具有这种性质,则包含一些困难。因为如果它什么都不思考,那么它还有什么尊贵可言?相反,它就像是在睡觉的人。但如果它在思考,而有其他事物主导着它,那么——因为它的实体不是思考作用,而是一种能力——它就不会是最善的实体;因为正是通过思考,尊贵才属于它。此外,无论它的实体是知性还是思考作用,它在思考什么?因为它要么思考自身,要么思考其他事物;如果是其他事物,是始终思考同一事物还是不同的事物?那么,思考美妙的事物还是任意的事物,这之间有区别还是没有区别呢?或者,对某些事物进行思考甚至也是荒谬的吗?因此,显而易见,它思考的是最神圣、最尊贵的事物,并且不发生变化;因为变化会向着更坏的方向,而这种变化已经是一种运动。首先,如果它不是思考作用而是一种能力,那么思考的连续性对它来说是痛苦的,这是合乎情理的。其次,显而易见,会有其他比知性更尊贵的事物,即被思考的对象。因为思考和思考作用甚至会属于那思考着最卑劣事物的人,所以如果这是应当避免的(因为不看某些事物确实比看它们更好),那么思考作用就不会是最善的事物。因此,如果它确实是最优秀的事物,它就思考自身,而它的思考就是对思考的思考。但是,科学、感觉、意见和思索似乎总是以其他事物为对象,而只是附带地针对自身。此外,如果思考和被思考是不同的,那么它的善好状态是由于其中的哪一个而属于它呢?因为思考的存在与被思考的存在的定义并不相同。或者,在某些情况下,科学就是对象本身吗?在制造科学中,没有质料的实体和“是什么”就是对象;在理论科学中,定义就是对象和思考。因此,由于被思考的对象和知性并不是不同的,在不含质料的事物中,它们将是同一个,而思考作用与被思考的对象融为一体。不过,如果被思考的对象是复合的,依然存在一个疑难;因为如果是这样,它将在整体的部分中发生变化。或者,凡是不含质料的事物都是不可分割的吗?——就像人类的知性,或者说是关于复合事物的知性在某个特定时间内所具有的状态那样(因为它不是在这一时刻或那一时刻获得其善好,而是在某个整体中获得最善的状态,而这是某种不同的东西)——而那针对自身的思考是否在整个永恒中也是处于这种状态呢?

语法注4 条
  1. 1074b15οὐ γάρ ἐστι τοῦτο ὅ ἐστιν αὐτοῦ ἡ οὐσία νόησις, ἀλλὰ δύναμις

    该括号中的插入句解释了为什么如果知性的本质(ἡ οὐσία)不是“思考作用”(νόησις)本身而是一种“能力”(δύναμις),它就不能是最善的实体。如果其本质仅是能力,其现实化就取决于外部的思考对象,支配权(κύριον)就属于对象而非知性本身。

  2. 1074b30ἄλλο τι ἂν εἴη τὸ τιμιώτερον ἢ ὁ νοῦς, τὸ νοούμενον

    在句法上,τὸ νοούμενον 与 ἄλλο τι 同位,整句的主语是 τὸ τιμιώτερον(更尊贵者)。亚里士多德指出,如果知性仅仅是一种能力,其价值将由思考对象决定,从而导致被思考的被动对象比进行思考的主动知性本身更为尊贵这一荒谬结论。

  3. 1074b35ἢ ἐπʼ ἐνίων ἡ ἐπιστήμη τὸ πρᾶγμα

    语气词 ἤ 引入了亚里士多德自己对前文提出的“思考”(主动)与“被思考”(被动)分离之疑难的解决方案(“或者,在某些情况下,科学就是对象本身”)。这成为论证主客体同一性(特别是在无质料对象的情况下)的出发点。

  4. 1075a7ὥσπερ ὁ ἀνθρώπινος νοῦς ἢ ὅ γε τῶν συνθέτων ἔχει ἔν τινι χρόνῳ

    代词 ὅ 指代前文的 νοῦς(知性),并支配 τῶν συνθέτων(复合事物的)。它描述了人类知性或关于复合事物的知性仅在特定时间内达到其最善状态(τὸ ἄριστον),从而与在“整个永恒中”(τὸν ἅπαντα αἰῶνα)都处于该状态的神圣自我思考形成对比。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:12.9