- 底本
- Aristotle. Aristotle's Metaphysics, Vol. 1-2. Ross, William David, editor. Oxford: Clarendon Press, 1924 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg025.humanitext-grc2:12.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-31
论证最终的质料与形相自身不发生生成,分析了生成的三种原因之间的关系,并指出基于自然生成与技术的自足性,无需预设分离的柏拉图式理念。
μετὰ ταῦτα ὅτι1 οὐ γίγνεται οὔτε ἡ ὕλη οὔτε τὸ εἶδος, λέγω δὲ τὰ ἔσχατα. πᾶν γὰρ μεταβάλλει τὶ καὶ ὑπό τινος καὶ εἴς τι· ὑφʼ οὗ μέν, τοῦ πρώτου κινοῦντος· ὃ δέ, ἡ ὕλη· εἰς ὃ δέ, τὸ εἶδος. εἰς ἄπειρον οὖν εἶσιν, εἰ μὴ μόνον ὁ χαλκὸς γίγνεται στρογγύλος ἀλλὰ καὶ τὸ στρογγύλον ἢ ὁ χαλκός· ἀνάγκη δὴ στῆναι.—μετὰ ταῦτα ὅτι ἑκάστη ἐκ συνωνύμου γίγνεται οὐσία (τὰ γὰρ φύσει οὐσίαι καὶ τὰ ἄλλα). ἢ γὰρ τέχνῃ ἢ φύσει γίγνεται ἢ τύχῃ ἢ τῷ αὐτομάτῳ. ἡ μὲν οὖν τέχνη ἀρχὴ ἐν ἄλλῳ, ἡ δὲ φύσις ἀρχὴ ἐν αὐτῷ (ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ), αἱ δὲ λοιπαὶ αἰτίαι στερήσεις τούτων. οὐσίαι δὲ τρεῖς, ἡ μὲν ὕλη τόδε τι οὖσα τῷ φαίνεσθαι2 (ὅσα γὰρ ἁφῇ καὶ μὴ συμφύσει, ὕλη καὶ ὑποκείμενον), ἡ δὲ φύσις τόδε τι καὶ ἕξις τις εἰς ἥν· ἔτι τρίτη ἡ ἐκ τούτων ἡ καθʼ ἕκαστα, οἷον Σωκράτης ἢ Καλλίας. ἐπὶ μὲν οὖν τινῶν τὸ τόδε τι οὐκ ἔστι παρὰ τὴν συνθετὴν οὐσίαν, οἷον οἰκίας τὸ εἶδος, εἰ μὴ ἡ τέχνη (οὐδʼ ἔστι γένεσις καὶ φθορὰ τούτων, ἀλλʼ ἄλλον τρόπον εἰσὶ καὶ οὐκ εἰσὶν οἰκία τε ἡ ἄνευ ὕλης καὶ ὑγίεια καὶ πᾶν τὸ κατὰ τέχνην), ἀλλʼ εἴπερ, ἐπὶ τῶν φύσει· διὸ δὴ οὐ κακῶς Πλάτων ἔφη ὅτι εἴδη ἔστιν ὁπόσα φύσει,3 εἴπερ ἔστιν εἴδη ἄλλα τούτων οἷον πῦρ σὰρξ κεφαλή· ἅπαντα γὰρ ὕλη ἐστί, καὶ τῆς μάλιστʼ οὐσίας ἡ τελευταία. τὰ μὲν οὖν κινοῦντα αἴτια ὡς προγεγενημένα ὄντα, τὰ δʼ ὡς ὁ λόγος ἅμα. ὅτε γὰρ ὑγιαίνει ὁ ἄνθρωπος, τότε καὶ ἡ ὑγίεια ἔστιν, καὶ τὸ σχῆμα τῆς χαλκῆς σφαίρας ἅμα καὶ ἡ χαλκῆ σφαῖρα (εἰ δὲ καὶ ὕστερόν τι ὑπομένει, σκεπτέον· ἐπʼ ἐνίων γὰρ οὐδὲν κωλύει, οἷον εἰ ἡ ψυχὴ τοιοῦτον, μὴ πᾶσα ἀλλʼ ὁ νοῦς· πᾶσαν γὰρ ἀδύνατον ἴσως). φανερὸν δὴ ὅτι οὐδὲν δεῖ διά γε ταῦτʼ εἶναι τὰς ἰδέας· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, ὁ καθʼ ἕκαστον τὸν τινά· ὁμοίως δὲ καὶ ἐπὶ τῶν τεχνῶν· ἡ γὰρ ἰατρικὴ τέχνη ὁ λόγος τῆς ὑγιείας ἐστίν.
在这之后,必须说明,质料和形相都不是生成的,我是指最终的质料和形相。因为一切变化的事物,都是某物被某物改变而成为某物;由之改变者是第一运动者;被改变者是质料;其改变成的则是形相。因此,如果不仅青铜变成圆的,而且连圆或青铜本身也是生成的,那就会陷入无限倒退;所以必然要在某处停止。——在此之后,每个实体都是从同名的东西中生成的(因为自然之物以及其他事物都是实体)。因为生成要么是通过技术,要么是通过自然,要么是通过运气,要么是通过自发。技术是存在于他者之中的原理,而自然则是存在于自身之中的原理(因为人产生人),其余的原因则是这些原理的缺失。实体有三种:第一是质料,它通过表现而成为‘这个’(因为凡是靠接触而非有机结合在一起的,都是质料和基底);第二是自然,它是‘这个’,也是某种变化所指向的具有;第三则是结合这两者而成的个别实体,例如苏格拉底或卡里亚斯。所以,在某些情况下,‘这个’并不存在于复合实体之外,例如房屋的形相,除非技术就是该形相(而且这些事物并没有生成和消灭,而是以另一种方式存在和不存在,如无质料的房屋、健康以及一切依照技术而存在的东西);但是,如果说有独立存在的,那也是在自然之物中。所以柏拉图说‘凡是自然之物皆有形相’是不无道理的,如果真的在这些事物之外还存在着形相的话,例如火、肉、头;因为所有这些都是质料,而且是那最真实的实体的最终质料。所以,作为动因的原因是在先存在的,而作为定义的原因则是与之同时存在的。因为当人健康时,健康也就存在了,青铜球的形状与青铜球也是同时存在的。(但是,事后是否还有什么东西持存下来,这需要加以考察;因为在某些情况下,并没有什么能阻止这一点,例如,如果灵魂是这样一种东西,不是全部灵魂,而是理性;因为要让全部灵魂持存大概是不可能的。)因此很明显,至少因为这些原因,根本没有必要让理念存在;因为人产生人,个别的人产生某个特定的人;在技术方面也是如此,因为医术就是健康的定义。
- 1069b35ὅτι
主句动词(如 δεικτέον“必须表明”或 λεκτέον“必须说明”)被省略,ὅτι 引导名词性从句,作为省略动词的宾语,用以提示下一个讨论的主题。
- 1070a10τῷ φαίνεσθαι
带冠词不定式的与格形式,用作表示方面、方式或原因的与格(意为“通过显现”或“在外观上”)。它解释了质料虽然本质上不是一个确定的“这个”,但如何在感官上呈现为“这个”。
- 1070a18ὁπόσα φύσει
与格名词 φύσει(通过自然)修饰关系代词 ὁπόσα,其中省略了表示存在的动词(如 ἔστι 或 γίγνεται),意为“凡是因自然而存在(或生成)的事物”。
