← 亚里士多德

论记忆与回忆

§2#2

回忆中的搜寻运动与时间知觉的比例机制

阐明回忆通过关联运动链条的起点或中间点被搜寻的机制,讨论习惯对自然的模拟,并结合几何比例模型解释理智如何在内部测度时间与空间的距离。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2#2

πολλάκις δ᾽ ἤδη μὲν ἀδυνατεῖ ἀναμνησθῆναι, ζητεῖν δὲ δύναται καὶ εὑρίσκει. τοῦτο δὲ γίνεται κινοῦντι πολλά,1 ἕως ἂν τοιαύτην κινήσῃ κίνησιν ᾗ ἀκολουθήσει τὸ πρᾶγμα. τὸ γὰρ μεμνῆσθαί ἐστι τὸ ἐνεῖναι δυνάμει τὴν κινοῦσαν· τοῦτο δέ, ὥστ᾽ ἐξ αὑτοῦ καὶ ὧν ἔχει κινήσεων κινηθῆναι, ὥσπερ εἴρηται. δεῖ δὲ λαβέσθαι ἀρχῆς. διὸ ἀπὸ τόπων2 δοκοῦσιν ἀναμιμνήσκεσθαι ἐνίοτε. τὸ δ᾽ αἴτιον ὅτι ταχὺ ἀπ᾽ ἄλλου ἐπ᾽ ἄλλο ἔρχονται, οἷον ἀπὸ γάλακτος ἐπὶ λευκόν, ἀπὸ λευκοῦ δ᾽ ἐπ᾽ ἀέρα, καὶ ἀπὸ τούτου ἐφ᾽ ὑγρόν, ἀφ᾽ οὗ ἐμνήσθη3 μετοπώρου, ταύτην ἐπιζητῶν τὴν ὥραν. ἔοικε δὴ καθόλου ἀρχὴ καὶ τὸ μέσον πάντων· εἰ γὰρ μὴ πρότερον, ὅταν ἐπὶ τοῦτο ἔλθῃ, μνησθήσεται, ἢ οὐκέτ᾽ οὐδὲ ἄλλοθεν, οἷον εἴ τις νοήσειεν ἐφ᾽ ὧν ΑΒΓΔΕΖΗΘ· εἰ γὰρ μὴ ἐπὶ τοῦ Ε μέμνηται, ἐπὶ τοῦ ΕΘ ἐμνήσθη· ἐντεῦθεν γὰρ ἐπ᾽ ἄμφω κινηθῆναι ἐνδέχεται, καὶ ἐπὶ τὸ Δ καὶ ἐπὶ τὸ Ε. εἰ δὲ μὴ τούτων τι ἐπιζητεῖ, ἐπὶ τὸ Γ ἐλθὼν μνησθήσεται, εἰ τὸ Η ἢ τὸ Ζ ἐπιζητεῖ. εἰ δὲ μή, ἐπὶ τὸ Α· καὶ οὕτως ἀεί. τοῦ δ᾽ ἀπὸ τοῦ αὐτοῦ ἐνίοτε μὲν μνησθῆναι ἐνίοτε δὲ μή, αἴτιον ὅτι ἐπὶ πλείω ἐνδέχεται κινηθῆναι ἀπὸ τῆς αὐτῆς ἀρχῆς, οἷον ἀπὸ τοῦ Γ ἐπὶ τὸ Ζ ἢ τὸ Δ. ἐὰν οὖν μὴ διὰ παλαιοῦ κινῆται, ἐπὶ τὸ συνηθέστερον κινεῖται· ὥσπερ γὰρ φύσις ἤδη τὸ ἔθος. διὸ ἃ πολλάκις ἐννοοῦμεν, ταχὺ ἀναμιμνησκόμεθα· ὥσπερ γὰρ φύσει τόδε μετὰ τόδε ἐστίν, οὕτω καὶ ἐνεργείᾳ· τὸ δὲ πολλάκις φύσιν ποιεῖ. ἐπεὶ δ᾽ ὥσπερ ἐν τοῖς φύσει γίνεται, καὶ παρὰ φύσιν καὶ ἀπὸ τύχης, ἔτι μᾶλλον ἐν τοῖς δι᾽ ἔθος, οἷς ἡ φύσις γε μὴ ὁμοίως ὑπάρχει: ὥστε κινηθῆναι ἐνίοτε κἀκεῖ καὶ ἄλλως, ἄλλως τε καὶ ὅταν ἀφέλκῃ ἐκεῖθεν αὐτόσε πῃ. διὰ τοῦτο καὶ ὅταν δέῃ ὄνομα μνημονεῦσαι, παρόμοιον μέν, εἰς δ᾽ ἐκεῖνο σολοικίζομεν. τὸ μὲν οὖν ἀναμιμνήσκεσθαι τοῦτον συμβαίνει τὸν τρόπον. τὸ δὲ μέγιστον, γνωρίζειν δεῖ τὸν χρόνον, ἢ μέτρῳ ἢ ἀορίστως. ἔστω δέ τι ᾧ κρίνει τὸν πλείω καὶ ἐλάττω· εὔλογον δ᾽ ὥσπερ τὰ μεγέθη· νοεῖ γὰρ τὰ μεγάλα καὶ πόρρω οὐ τῷ ἀποτείνειν ἐκεῖ τὴν διάνοιαν, ὥσπερ τὴν ὄψιν φασί τινες (καὶ γὰρ μὴ ὄντων ὁμοίως νοήσει), ἀλλὰ τῇ ἀνάλογον κινήσει·4 ἔστι γὰρ ἐν αὐτῇ τὰ ὅμοια σχήματα καὶ κινήσεις. τίνι οὖν διοίσει, ὅταν τὰ μείζω νοῇ; ἢ ὅτι ἐκεῖνα νοεῖ, ἢ τὰ ἐλάττω; πάντα γὰρ τὰ ἐντὸς ἐλάττω, ὥσπερ ἀνάλογον καὶ τὰ ἐκτός. ἔστι δ᾽ ἴσως ὥσπερ καὶ τοῖς εἴδεσιν ἀνάλογον λαβεῖν ἄλλο ἐν αὐτῷ, οὕτω καὶ τοῖς ἀποστήμασιν. ὥσπερ οὖν εἰ τὴν Α Β Β Ε κινεῖται,5 ποιεῖ τὴν Α Δ· ἀνάλογον γὰρ ἡ Α Γ καὶ ἡ Γ Δ. τί οὖν μᾶλλον τὴν Γ Δ ἢ τὴν Ζ Η ποιεῖ; ἢ ὡς ἡ Α Γ πρὸς τὴν Α Β ἔχει, οὕτως ἡ τὸ Θ πρὸς τὴν Μ ἔχει. ταύτας οὖν ἅμα κινεῖται.

然而,很多时候人起初无法回忆,但能够寻找并找到。这发生在他启动许多运动时,直到启动这样一个运动,目标事物就会随之而来。因为记住是指推动的运动可能地存在于内部;而这也就是,如前所述,以一种能从自身及自身所具有的运动中被推动的方式存在。但人必须抓住一个起点。因此,人们有时似乎是从“场所”开始回忆。其原因在于,他们迅速地从一件事物过渡到另一件事物,例如,从牛奶到白色,从白色到空气,并从空气到湿气,再从湿气中,在寻找秋天这个季节时,回忆起秋天。确实,在所有事物中,中间部分通常也似乎是一个起点;因为即使在此之前没有回忆起来,当到达这个中间部分时就会回忆起来,否则就再也不能从其他地方回忆起来了,就像人们设想 A B Γ Δ Ε Ζ Η Θ 这一系列字母一样;因为如果不在 Ε 处回忆起来,就会在 Ε Θ 处回忆起来;因为从那里可以向两个方向运动,既可以向 Δ,也可以向 Ε。但如果不寻找这些事物中的任何一个,那么走到 Γ 时就会回忆起来,如果寻找的是 Η 或 Ζ 的话。如果不是,则走到 Α 处;总是如此。而有时能从同一起点回忆起来,有时却不能,其原因在于从同一起点可以向多个方向运动,例如从 Γ 运动到 Ζ 或 Δ。因此,如果不通过旧的习惯路径来推动,就会向更习惯的方向运动;因为习惯已经如同一自然。所以我们经常思考的事情,就能迅速回忆起来;因为就像在自然中“这一个在那个之后”一样,在活动中也是如此;而“经常”塑造了自然。但是,既然正如在自然事物中发生的那样,反自然和偶然的事情也会发生,那么在习惯事物中就更是如此,在这些事物中自然并不同样地存在;结果是,有时会被推动到那里,有时也会被推动到其他方向,特别是当有什么东西把人从那里拉向别处时。由于这个原因,当需要记住一个名字时,我们虽然会想到一个相似的名字,但对那个名字本身却犯了失言的错误。那么,回忆就是以这种方式发生的。但最重要的一点是,人必须认识时间,无论是通过尺度还是不确定地。应当设想存在某种东西,人借以判定较长和较短的时间;这与大小的情况类似是合理的;因为人并不是通过将理智延伸到那里来思惟巨大且遥远的事物的,就像有些人对视觉所说的那样(因为即使在事物不存在时也同样会思惟),而是通过比例的运动;因为在理智自身中存在着相似的形状和运动。那么,当人思惟较大的事物时,有什么不同呢?是因为他思惟那些大者,还是思惟较小者?因为内部的所有事物都较小,就像外部的事物也成比例一样。或许,正如对于形式可以在自身中把握另一个成比例的东西一样,对于距离也是如此。因此,正如如果人沿着 A B B E 运动,就会产生 A Δ;因为 A Γ 和 Γ Δ 是成比例的。那么,为什么人产生 Γ Δ 而不产生 Ζ Η 呢?是因为正如 A Γ 对 A B 的关系,Θ 对 M 也是如此。因此,人同时进行这些运动。

语法注5 条
  1. 452a2κινοῦντι πολλά

    与格分词 κινοῦντι 表示手段或伴随环境,与前文暗含的动作主体相呼应,意为“通过启动许多运动”。

  2. 452a10ἀπὸ τόπων

    τόποι(场所)指的是古希腊记忆术中在心中设定的、用以辅助回忆的“位置”或“联想节点”。

  3. 452a15ἐπὶ τοῦ Ε Θ ἐμνήσθη

    此处的文本传抄存在多重异文和解释,主要是用字母顺序来图解思想运动:在中间点 E 处未能回忆时,借助 E 与目标 Θ 的关联点来达成回忆。

  4. 452b10τῇ ἀνάλογον κινήσει

    亚里士多德指出,理智对巨大或遥远事物的认知并不是通过物理上的延伸,而是通过灵魂内部一种与外部事物比例相对应的“成比例的运动”。

  5. 452b15τὴν Α Β Β Ε κινεῖται

    此处借助几何学比例图式,说明内部运动线段(A B, B E)如何与外部实际距离(A Δ, Γ Δ)形成映射(如 A Γ : A B = Θ : Μ),以此建构灵魂内部的测度模型。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0086.tlg024.humanitext-grc1:2#2