← 亚里士多德

解释篇

§1-3

名词与动词的定义及真假的产生

亚里士多德将名词和动词定义为约定俗成的、不具真假属性的符号,并指出真假产生于它们的结合。他进一步区分了名词、动词以及各自的无定形式和词类变化(格)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1

Πρῶτον δεῖ θέσθαι τί ὄνομα καὶ τί ῥῆμα, ἔπειτα τί ἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγος. Ἔστι μὲν οὖν τὰ ἐν τῇ φωνῇ τῶν ἐν τῇ ψυχῇ παθημάτων σύμβολα, καὶ τὰ γραφόμενα τῶν ἐν τῇ φωνῇ. καὶ ὥσπερ οὐδὲ γράμματα πᾶσι τὰ αὐτά, οὐδὲ φωναὶ αἱ αὐταί· ὧν μέντοι ταῦτα σημεῖα πρώτως,1 ταὐτὰ πᾶσι παθήματα τῆς ψυχῆς, καὶ ὧν ταῦτα ὁμοιώματα, πράγματα ἤδη ταὐτά. περὶ μὲν οὖν τούτων εἴρηται ἐν τοῖς περὶ ψυχῆς· ἄλλης γὰρ πραγματείας. ἔστι δ᾽, ὥσπερ ἐν τῇ ψυχῇ ὁτὲ μὲν νόημα ἄνευ τοῦ ἀληθεύειν ἢ ψεύδεσθαι, ὁτὲ δὲ ἤδη ᾧ ἀνάγκη τούτων ὑπάρχειν θάτερον, οὕτω καὶ ἐν τῇ φωνῇ· περὶ γὰρ σύνθεσιν καὶ διαίρεσίν ἐστι τὸ ψεῦδος καὶ τὸ ἀληθές. τὰ μὲν οὖν ὀνόματα αὐτὰ καὶ τὰ ῥήματα ἔοικε τῷ ἄνευ συνθέσεως καὶ διαιρέσεως νοήματι, οἷον τὸ ἄνθρωπος ἢ τὸ λευκόν, ὅταν μὴ προστεθῇ τι· οὔτε γὰρ ψεῦδος οὔτε ἀληθές πω. σημεῖον δ᾽ ἐστὶ τοῦδε· καὶ γὰρ ὁ τραγέλαφος σημαίνει μέν τι, οὔπω δὲ ἀληθὲς ἢ ψεῦδος, ἐὰν μὴ τὸ εἶναι ἢ μὴ εἶναι προστεθῇ, ἢ ἁπλῶς ἢ κατὰ χρόνον.

论解释 首先应当确定什么是名词和什么是动词,其次什么是否定、肯定、宣告和话语。 口语是心灵中状态的符号,而笔头字是口语的符号。正如文字并非所有人皆相同,口语也并非所有人皆相同。然而,这些符号首要表明的东西,即心灵的状态,对所有人都是相同的;而这些状态作为其摹本的东西,即事物,也已经对所有人都是相同的。关于这些,已在《论灵魂》中讨论过,因为它们属于另一门学问。但是,正如在灵魂中,有时有不伴随真或假的思维,有时则有必然具有这两者之一的思维,在口语中也是如此。因为假与真涉及到结合与分离。 因此,单独的名词和动词类似于没有结合和分离的思维,例如“人”或“白的”,在没有添加任何东西的时候。因为它们还既不真也不假。这有一个证据:因为“羊鹿”固然表明了某物,但还既不真也不假,除非加上“是”或“不是”,无论是无条件地还是根据时间。

§2

Ὄνομα μὲν οὖν ἐστὶ φωνὴ σημαντικὴ κατὰ συνθήκην ἄνευ χρόνου, ἧς μηδὲν μέρος ἐστὶ σημαντικὸν κεχωρισμένον· ἐν γὰρ τῷ Κάλλιππος τὸ ἵππος οὐδὲν αὐτὸ καθ᾽ ἑαυτὸ σημαίνει, ὥσπερ ἐν τῷ λόγῳ τῷ καλὸς ἵππος. οὐ μὴν οὐδ᾽ ὥσπερ ἐν τοῖς ἁπλοῖς ὀνόμασιν, οὕτως ἔχει καὶ ἐν τοῖς συμπεπλεγμένοις· ἐν ἐκείνοις μὲν γὰρ τὸ μέρος οὐδαμῶς σημαντικόν, ἐν δὲ τούτοις βούλεται μέν, ἀλλ᾽ οὐδενὸς κεχωρισμένον, οἷον ἐν τῷ ἐπακτροκέλης τὸ κέλης οὐδὲν σημαίνει καθ᾽ ἑαυτό. τὸ δὲ κατὰ συνθήκην, ὅτι φύσει τῶν ὀνομάτων οὐδέν ἐστιν, ἀλλ᾽ ὅταν γένηται σύμβολον, ἐπεὶ δηλοῦσί γέ τι καὶ οἱ ἀγράμματοι ψόφοι, οἷον θηρίων, ὧν οὐδέν ἐστιν ὄνομα. Τὸ δ᾽ οὐκ ἄνθρωπος οὐκ ὄνομα. οὐ μὴν οὐδὲ κεῖται ὄνομα ὅ τι δεῖ καλεῖν αὐτό· οὔτε γὰρ λόγος οὔτε ἀπόφασίς ἐστιν. ἀλλ᾽ ἔστω ὄνομα ἀόριστον, ὅτι ὁμοίως ἐφ᾽ ὁτουοῦν ὑπάρχει καὶ ὄντος καὶ μὴ ὄντος.2 τὸ δὲ Φίλωνος ἢ Φίλωνι καὶ ὅσα τοιαῦτα, οὐκ ὀνόματα ἀλλὰ πτώσεις ὀνόματος. λόγος δέ ἐστιν αὐτοῦ τὰ μὲν ἄλλα κατὰ τὰ αὐτά· ὅτι δὲ μετὰ τοῦ ἔστιν ἢ ἦν ἢ ἔσται οὐκ ἀληθεύει ἢ ψεύδεται, τὸ δὲ ὄνομα ἀεί· οἷον Φίλωνός ἐστιν ἢ οὐκ ἔστιν· οὐδὲν γάρ πω οὔτε ἀληθεύει οὔτε ψεύδεται.

名词是由约定俗成而具有意义的声音,不伴随时间,且其任何部分在分离时都不具有意义。因为在“卡里普斯”中,“马”本身并不表明任何东西,而不像在“一匹骏马”这一话语中那样。 然而,在简单名词和复合名词中,情况并不相同。因为在前者中,部分完全不具有意义;而在后者中,部分虽有此意图,但在分离时却不表明任何东西,例如在“捕盗船”中,“快船”本身并不表明任何东西。“约定俗成”是指没有什么是天生的名词,而只有当它成为符号时才是名词。因为即便是不成文的噪音(例如野兽的叫声)也显示某些东西,但其中没有一个是名词。 而“非人”不是名词。确实,也没有确立一个名称来称呼它。因为它既不是话语也不是否定。但我们且称之为“无定名词”,因为它同样适用于任何事物,无论其存在与否。 至于“菲隆的”或“给菲隆”以及所有此类,它们不是名词,而是名词的格。 它的定义在其他方面与名词相同,但当它与“是”、“曾是”或“将是”结合时,它并不表达真或假,而名词则总是如此。例如,“菲隆的是”或“菲隆的不是”,因为此时它既不表达真,也不表达假。

§3

Ῥῆμα δέ ἐστι τὸ προσσημαῖνον χρόνον, οὗ μέρος οὐδὲν σημαίνει χωρίς, καὶ ἔστιν ἀεὶ τῶν καθ᾽ ἑτέρου λεγομένων σημεῖον. λέγω δ᾽ ὅτι προσσημαίνει χρόνον, οἷον ὑγίεια μὲν ὄνομα, τὸ δὲ ὑγιαίνει ῥῆμα· προσσημαίνει γὰρ τὸ νῦν ὑπάρχειν. καὶ ἀεὶ τῶν καθ᾽ ἑτέρου λεγομένων σημεῖόν ἐστιν, οἷον τῶν καθ᾽ ὑποκειμένου ἢ ἐν ὑποκειμένῳ. Τὸ δὲ οὐχ ὑγιαίνει καὶ τὸ οὐ κάμνει οὐ ῥῆμα λέγω· προσσημαίνει μὲν γὰρ χρόνον καὶ ἀεὶ κατά τινος ὑπάρχει, τῇ δὲ διαφορᾷ ὄνομα οὐ κεῖται· ἀλλ᾽ ἔστω ἀόριστον ῥῆμα, ὅτι ὁμοίως ἐφ᾽ ὁτουοῦν ὑπάρχει, καὶ ὄντος καὶ μὴ ὄντος. ὁμοίως δὲ καὶ τὸ ὑγίανεν ἢ τὸ ὑγιανεῖ οὐ ῥῆμα, ἀλλὰ πτῶσις ῥήματος· διαφέρει δὲ τοῦ ῥήματος, ὅτι τὸ μὲν τὸν παρόντα προσσημαίνει χρόνον, τὰ δὲ τὸν πέριξ. Αὐτὰ μὲν οὖν καθ᾽ ἑαυτὰ λεγόμενα τὰ ῥήματα ὀνόματά ἐστι καὶ σημαίνει τι (ἵστησι γὰρ ὁ λέγων τὴν διάνοιαν, καὶ ὁ ἀκούσας ἠρέμησεν),3 ἀλλ᾽ εἰ ἔστιν ἢ μή, οὔπω σημαίνει· οὐδὲ γὰρ τὸ εἶναι ἢ μὴ εἶναι σημεῖόν ἐστι τοῦ πράγματος, οὐδ᾽ ἐὰν τὸ ὂν εἴπῃς αὐτὸ καθ᾽ ἑαυτὸ ψιλόν. αὐτὸ μὲν γὰρ οὐδέν ἐστι, προσσημαίνει δὲ σύνθεσίν τινα, ἣν ἄνευ τῶν συγκειμένων οὐκ ἔστι νοῆσαι.

动词是附带表明时间的东西,其任何部分在分离时都不表明意义,并且它总是作为述说他物之物的记号。我说“附带表明时间”,例如,“健康”是一个名词,而“健康着”是一个动词,因为它附带表明了“现在”具有。而且它总是作为述说他物之物的记号,例如,作为述说主词或在主词中之物的记号。 而“不健康着”和“不生病着”我不称之为动词。因为它们虽然附带表明时间,并且总是适用于某物,但对于这一差别并没有确立的名称。但我们且称之为“无定动词”,因为它同样适用于任何事物,无论其存在与否。 同样,“曾健康”或“将健康”也不是动词,而是动词的格。它与动词不同,因为动词附带表明现在的时间,而这些则表明其周围的时间。 动词本身单独说出来时,它们是名词并且表明某物(因为说话者停顿了其思想,听话者也静止了),但它尚未表明其存在或不存在。因为“是”或“不是”本身并不是事物的记号,即便你单单说出“存在”本身也是如此。因为它本身什么都不是,而只是附带表明了某种结合,而如果没有结合的成分,就无法思索这种结合。

语法注3 条
  1. 16a5ὧν μέντοι ταῦτα σημεῖα πρώτως

    “ὧν”是关系代名词,其先行词是后面主句中的“παθήματα τῆς ψυχῆς”(心灵的状态)。“ταῦτα”是主语,指代前文的“口语”。“πρώτως”(首要地)修饰名词“σημεῖα”。主句中省略了系动词“ἐστί”。整句意为:“然而,这些(口语)首要作为其记号的东西,对所有人都是相同的,即心灵的状态。”

  2. 16a30καὶ ὄντος καὶ μὴ ὄντος

    “καὶ ὄντος καὶ μὴ ὄντος”是分词短语,其格(属格)与前方的无定代词“ὁτουοῦν”(任何事物)一致。虽然这可以被解释为表示条件的属格独立结构(“无论存在还是不存在”),但在此处它更适宜作为“ὁτουοῦν”的同位语或解释性限定成分(“同样适用于任何事物,无论其存在与否”)。

  3. 16b20ὁ ἀκούσας ἠρέμησεν

    动词“ἠρεμέω”的第三人称单数不定过去时“ἠρέμησεν”在此处使用。此不定过去时并非指过去发生的单一事件,而是表示普遍真理的“格言性不定过去时”(gnomic aorist),因此译作现在时(“听者也达到了静止/安定”)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0086.tlg017.humanitext-grc1:1-3