- 底本
- Aristotle. Aristotelis Ethica Nicomachea. Bywater, Ingram, editor. Oxford: Clarendon Press, 1894.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:9.9#1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-30
围绕幸福的人是否需要朋友这一问题展开讨论,指出幸福的本质在于活动,而观察朋友的高尚行为能使自身的活动更加持续且快乐,从而论证了真正的幸福离不开朋友。
ἀμφισβητεῖται δὲ καὶ περὶ τὸν εὐδαίμονα, εἰ δεήσεται φίλων ἢ μή. οὐθὲν γάρ φασι δεῖν φίλων τοῖς μακαρίοις1 καὶ αὐτάρκεσιν· ὑπάρχειν γὰρ αὐτοῖς τἀγαθά· αὐτάρκεις οὖν ὄντας οὐδενὸς προσδεῖσθαι, τὸν δὲ φίλον, ἕτερον αὐτὸν2 ὄντα, πορίζειν ἃ διʼ αὑτοῦ ἀδυνατεῖ· ὅθεν "ὅταν ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;" ἔοικε δʼ ἀτόπῳ τὸ πάντʼ ἀπονέμοντας τἀγαθὰ τῷ εὐδαίμονι φίλους μὴ ἀποδιδόναι, ὃ δοκεῖ τῶν ἐκτὸς ἀγαθῶν μέγιστον εἶναι. εἴ τε φίλου μᾶλλόν ἐστι τὸ εὖ ποιεῖν ἢ πάσχειν, καὶ ἔστι τοῦ ἀγαθοῦ καὶ τῆς ἀρετῆς τὸ εὐεργετεῖν, κάλλιον δʼ εὖ ποιεῖν φίλους ὀθνείων, τῶν εὖ πεισομένων3 δεήσεται ὁ σπουδαῖος. διὸ καὶ ἐπιζητεῖται πότερον ἐν εὐτυχίαις μᾶλλον δεῖ φίλων ἢ ἐν ἀτυχίαις, ὡς καὶ τοῦ ἀτυχοῦντος δεομένου τῶν εὐεργετησόντων καὶ τῶν εὐτυχούντων οὓς εὖ ποιήσουσιν. ἄτοπον δʼ ἴσως καὶ τὸ μονώτην ποιεῖν τὸν μακάριον· οὐδεὶς γὰρ ἕλοιτʼ ἂν καθʼ αὑτὸν τὰ πάντʼ ἔχειν ἀγαθά· πολιτικὸν γὰρ ὁ ἄνθρωπος καὶ συζῆν πεφυκός. καὶ τῷ εὐδαίμονι δὴ τοῦθʼ ὑπάρχει· τὰ γὰρ τῇ φύσει ἀγαθὰ ἔχει, δῆλον δʼ ὡς μετὰ φίλων καὶ ἐπιεικῶν κρεῖττον ἢ μετʼ ὀθνείων καὶ τῶν τυχόντων συνημερεύειν. δεῖ ἄρα τῷ εὐδαίμονι φίλων. τί οὖν λέγουσιν οἱ πρῶτοι, καὶ πῇ ἀληθεύουσιν; ἢ ὅτι οἱ πολλοὶ φίλους οἴονται τοὺς χρησίμους εἶναι; τῶν τοιούτων μὲν οὖν οὐδὲν δεήσεται ὁ μακάριος, ἐπειδὴ τἀγαθὰ ὑπάρχει αὐτῷ· οὐδὲ δὴ τῶν διὰ τὸ ἡδύ, ἢ ἐπὶ μικρόν (ἡδὺς γὰρ ὁ βίος ὢν οὐδὲν δεῖται ἐπεισάκτου ἡδονῆς)· οὐ δεόμενος δὲ τῶν τοιούτων φίλων οὐ δοκεῖ δεῖσθαι φίλων. τὸ δʼ οὐκ ἔστιν ἴσως ἀληθές. ἐν ἀρχῇ γὰρ εἴρηται ὅτι ἡ εὐδαιμονία ἐνέργειά τις ἐστίν, ἡ δʼ ἐνέργεια δῆλον ὅτι γίνεται καὶ οὐχ ὑπάρχει ὥσπερ κτῆμά τι. εἰ δὲ τὸ εὐδαιμονεῖν ἐστὶν ἐν τῷ ζῆν καὶ ἐνεργεῖν, τοῦ δʼ ἀγαθοῦ ἡ ἐνέργεια σπουδαία καὶ ἡδεῖα καθʼ αὑτήν, καθάπερ ἐν ἀρχῇ εἴρηται, ἔστι δὲ καὶ τὸ οἰκεῖον τῶν ἡδέων, θεωρεῖν δὲ μᾶλλον τοὺς πέλας δυνάμεθα ἢ ἑαυτοὺς καὶ τὰς ἐκείνων πράξεις ἢ τὰς οἰκείας, αἱ τῶν σπουδαίων δὲ πράξεις φίλων ὄντων ἡδεῖαι τοῖς ἀγαθοῖς ʽἁ̓́μφω4 γὰρ ἔχουσι τὰ τῇ φύσει ἡδέἀ· ὁ μακάριος δὴ φίλων τοιούτων δεήσεται, εἴπερ θεωρεῖν προαιρεῖται πράξεις ἐπιεικεῖς καὶ οἰκείας, τοιαῦται δʼ αἱ τοῦ ἀγαθοῦ φίλου ὄντος. οἴονταί τε δεῖν ἡδέως ζῆν τὸν εὐδαίμονα. μονώτῃ μὲν οὖν χαλεπὸς ὁ βίος· οὐ γὰρ ῥᾴδιον καθʼ αὑτὸν ἐνεργεῖν συνεχῶς, μεθʼ ἑτέρων δὲ καὶ πρὸς ἄλλους ῥᾷον. ἔσται οὖν ἡ ἐνέργεια συνεχεστέρα, ἡδεῖα οὖσα καθʼ αὑτήν, ὃ δεῖ περὶ τὸν μακάριον εἶναι· ὁ γὰρ σπουδαῖος, ᾗ σπουδαῖος, ταῖς κατʼ ἀρετὴν πράξεσι χαίρει, ταῖς δʼ ἀπὸ κακίας δυσχεραίνει, καθάπερ ὁ μουσικὸς τοῖς καλοῖς μέλεσιν ἥδεται, ἐπὶ δὲ τοῖς φαύλοις λυπεῖται.
对于幸福的人是否需要朋友,也有争议。因为人们说,那些幸福且自足的人不需要朋友;因为他们已经拥有了善物;因此,既然他们是自足的,就什么也不再需要,而朋友作为另一个自我,提供了人自己无法提供的东西;因此: “当神赐予福祉时,何需朋友?” 然而,如果把一切善物都分配给幸福的人,却不把朋友分配给他,这似乎是荒谬的,因为朋友被认为是外部善物中最大的一种。如果对朋友来说,做好事比接受好事更合适,且行善属于善人和德性,而且对朋友行善比对陌生人行善更高尚,那么优秀的人就会需要那些接受其恩惠的人。因此,人们也探究是在顺境中更需要朋友,还是在逆境中更需要朋友,因为逆境中的人需要行善者,而顺境中的人则需要他们对其行善的对象。此外,把幸福的人变成一个孤独者也许同样是荒谬的;因为没有人会选择独自一人占有一切善物;因为人是天生的政治性动物,注定要与他人共处。这也确实属于幸福的人;因为他拥有自然合理的善物,显而易见,与朋友和高尚的人一起共度时光,比与陌生人和任意的人在一起要好得多。因此,幸福的人需要朋友。那么,第一种人说的是什么,他们在何种意义上说的是真理呢?是不是因为大众认为朋友只是有用的人?对于这种朋友,幸福的人确实不需要,因为善物已经属于他了;他也不需要为了快乐而交的朋友,或者只需要极少(因为他的生活本身就是快乐的,不需要外来的快乐);正是因为不需要这样的朋友,他似乎不需要任何朋友。但这也许不是真的。因为在开始时已经说过,幸福是一种活动,而活动显然是产生出来的,而不是像财产那样拥有的。如果幸福在于生活和活动,而善人的活动本身就是优秀且快乐的,正如开始时所说的那样,并且自己特有的东西也属于快乐的事物,而且我们能够更清楚地观察邻人而不是自己,观察他们的行为而不是自己特有的行为,且作为朋友的优秀之人的行为对善人来说是快乐的(因为双方都拥有自然合理的快乐);那么幸福的人就会需要这样的朋友,如果他确实选择去观察高尚且属于自己特有的行为,而作为朋友的善人的行为正是如此。人们也认为幸福的人应当快乐地生活。那么对于孤独者来说,生活是艰难的;因为仅靠自己一个人持续地活动并不容易,但与他人一起并针对他人则更容易。因此,活动将更加持续,它本身是快乐的,这正是幸福的人所应当具有的状态;因为优秀的人,作为优秀的人,他因符合德性的行为而快乐,对由于恶劣而产生的行为感到厌恶,就像音乐家因优美的曲调而快乐,因拙劣的曲调而感到痛苦一样。
- 1169b5τοῖς μακαρίοις
在无人称动词 δεῖ(此处为不定式 δεῖν)的句型中,用作表示利益或相关的与格(“对于幸福的人”)。
- 1169b8ἕτερον αὐτὸν
意为“另一个自我”,是亚里士多德定义朋友的经典表达。在“对格加不定式”(A.C.I.)结构中作为 τὸν δὲ φίλον 的同格语。
- 1169b13τῶν εὖ πεισομένων
动词 εὖ πάσχω(接受恩惠、被善待)的将来中动(具有被动意义)分词。因作为动词 δεήσεται(需要)的宾语而采用属格。
- 1170a1ʽἁ̓́μφω
尽管在手稿和校勘本中存在拼写异文,但它指代“双方”(即幸福的人和他的朋友),给出了两者都拥有自然快乐之物的理由。
