← 亚里士多德

尼各马可伦理学

§9.7

施恩者比受恩者更爱对方的原因

亚里士多德探讨了施恩者为何比受恩者更爱对方,否定了债权债务的商业比喻,并从创作活动中自我存在的现实化以及施恩过程所付出的辛劳等自然本性角度分析了其真正原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.7

οἱ δʼ εὐεργέται τοὺς εὐεργετηθέντας δοκοῦσι μᾶλλον φιλεῖν ἢ οἱ εὖ παθόντες τοὺς δράσαντας, καὶ ὡς παρὰ λόγον γινόμενον ἐπιζητεῖται. τοῖς μὲν οὖν πλείστοις φαίνεται ὅτι οἳ μὲν ὀφείλουσι τοῖς δὲ ὀφείλεται·1 καθάπερ οὖν ἐπὶ τῶν δανείων οἱ μὲν ὀφείλοντες βούλονται μὴ εἶναι οἷς ὀφείλουσιν, οἱ δὲ δανείσαντες καὶ ἐπιμελοῦνται τῆς τῶν ὀφειλόντων σωτηρίας, οὕτω καὶ τοὺς εὐεργετήσαντας βούλεσθαι εἶναι τοὺς παθόντας2 ὡς κομιουμένους τὰς χάριτας, τοῖς δʼ οὐκ εἶναι ἐπιμελὲς τὸ ἀνταποδοῦναι. Ἐπίχαρμος μὲν οὖν τάχʼ ἂν φαίη ταῦτα λέγειν αὐτοὺς ἐκ πονηροῦ θεωμένους, ἔοικε δʼ ἀνθρωπικῷ· ἀμνήμονες γὰρ οἱ πολλοί, καὶ μᾶλλον εὖ πάσχειν ἢ ποιεῖν ἐφίενται. δόξειε δʼ ἂν φυσικώτερον εἶναι τὸ αἴτιον, καὶ οὐδʼ ὅμοιον τὸ περὶ τοὺς δανείσαντας· οὐ γάρ ἐστι φίλησις περὶ ἐκείνους, ἀλλὰ τοῦ σῴζεσθαι βούλησις τῆς κομιδῆς ἕνεκα· οἱ δʼ εὖ πεποιηκότες φιλοῦσι καὶ ἀγαπῶσι τοὺς πεπονθότας κἂν μηδὲν ὦσι χρήσιμοι μηδʼ εἰς ὕστερον γένοιντʼ ἄν. ὅπερ καὶ ἐπὶ τῶν τεχνιτῶν συμβέβηκεν· πᾶς γὰρ τὸ οἰκεῖον ἔργον ἀγαπᾷ μᾶλλον ἢ ἀγαπηθείη ἂν ὑπὸ τοῦ ἔργου ἐμψύχου γενομένου·3 μάλιστα δʼ ἴσως τοῦτο περὶ τοὺς ποιητὰς συμβαίνει· ὑπεραγαπῶσι γὰρ οὗτοι τὰ οἰκεῖα ποιήματα, στέργοντες ὥσπερ τέκνα. τοιούτῳ δὴ ἔοικε καὶ τὸ τῶν εὐεργετῶν· τὸ γὰρ εὖ πεπονθὸς ἔργον ἐστὶν αὐτῶν· τοῦτο δὴ ἀγαπῶσι μᾶλλον ἢ τὸ ἔργον τὸν ποιήσαντα. τούτου δʼ αἴτιον ὅτι τὸ εἶναι πᾶσιν αἱρετὸν καὶ φιλητόν, ἐσμὲν δʼ ἐνεργείᾳ (τῷ ζῆν γὰρ καὶ πράττειν), ἐνεργείᾳ δὲ ὁ ποιήσας τὸ ἔργον ἔστι πως· στέργει δὴ τὸ ἔργον, διότι καὶ τὸ εἶναι. τοῦτο δὲ φυσικόν· ὃ γάρ ἐστι δυνάμει, τοῦτο ἐνεργείᾳ τὸ ἔργον μηνύει. ἅμα δὲ καὶ τῷ μὲν εὐεργέτῃ καλὸν τὸ κατὰ τὴν πρᾶξιν, ὥστε χαίρειν ἐν ᾧ τοῦτο,4 τῷ δὲ παθόντι οὐδὲν καλὸν ἐν τῷ δράσαντι, ἀλλʼ εἴπερ, συμφέρον· τοῦτο δʼ ἧττον ἡδὺ καὶ φιλητόν. ἡδεῖα δʼ ἐστὶ τοῦ μὲν παρόντος ἡ ἐνέργεια, τοῦ δὲ μέλλοντος ἡ ἐλπίς, τοῦ δὲ γεγενημένου ἡ μνήμη· ἥδιστον δὲ τὸ κατὰ τὴν ἐνέργειαν, καὶ φιλητὸν ὁμοίως. τῷ μὲν οὖν πεποιηκότι μένει τὸ ἔργον (τὸ καλὸν γὰρ πολυχρόνιον), τῷ δὲ παθόντι τὸ χρήσιμον παροίχεται. ἥ τε μνήμη τῶν μὲν καλῶν ἡδεῖα, τῶν δὲ χρησίμων οὐ πάνυ ἢ ἧττον· ἡ προσδοκία δʼ ἀνάπαλιν ἔχειν ἔοικεν. καὶ ἡ μὲν φίλησις ποιήσει ἔοικεν, τὸ φιλεῖσθαι δὲ τῷ πάσχειν· τοῖς ὑπερέχουσι δὲ περὶ τὴν πρᾶξιν ἕπεται τὸ φιλεῖν5 καὶ τὰ φιλικά. ἔτι δὲ τὰ ἐπιπόνως γενόμενα πάντες μᾶλλον στέργουσιν, οἷον καὶ τὰ χρήματα οἱ κτησάμενοι τῶν παραλαβόντων· δοκεῖ δὲ τὸ μὲν εὖ πάσχειν ἄπονον εἶναι, τὸ δʼ εὖ ποιεῖν ἐργῶδες. διὰ ταῦτα δὲ καὶ αἱ μητέρες φιλοτεκνότεραι· ἐπιπονωτέρα γὰρ ἡ γέννησις, καὶ μᾶλλον ἴσασιν ὅτι αὑτῶν. δόξειε δʼ ἂν τοῦτο καὶ τοῖς εὐεργέταις οἰκεῖον εἶναι.

施恩者对受恩者的爱,似乎深于受恩者对施恩者的爱,而由于这似乎不合情理,因而引起了人们的探讨。在大多数人看来,这是因为受恩者欠了债,而施恩者拥有债权。正如在借贷关系中,债务人希望债权人不存在,而债权人则甚至关心债务人的安全一样,施恩者也希望受恩者存在,以期收回恩情,而受恩者对于回报恩德并不放在心上。埃庇卡摩斯也许会说,人们这样说是因为站在不怀好意的立场上观察,但这似乎符合人情。因为大多数人是健忘的,比起施恩,他们更渴望受恩。但其原因似乎更具有本性的根源,与债权人的情况完全不同。因为在债权人的情况下并不存在爱,而只是为了收回债务而希望对方保全。相反,施恩者即使在受恩者对他们毫无用处,且将来也不会有用处的情况下,也依然热爱并珍惜他们。这也同样发生在工匠身上。因为每个工匠对自己的作品的爱,都深于如果作品有了生命而对他的爱。这种情况在诗人身上或许表现得最突出,因为他们溺爱自己的诗作,像珍惜孩子一样珍惜它们。施恩者的情况也正是如此,因为受恩者就是他们的作品。所以,他们爱这个作品,深于这个作品爱它的创作者。其原因在于,存在对于所有人都是值得选择和可爱的,而我们是在活动中存在的(即通过生活和行动),而作品的创作者在某种意义上是通过作品而在活动中存在的。因此,他喜爱自己的作品,也就是因为喜爱自己的存在。这是合乎自然的,因为潜能中存在的东西,作品在活动中将它揭示了出来。同时,对施恩者而言,在行为中包含着高尚,因此他在体现这一高尚的受恩者身上感到快乐;而对受恩者而言,在施恩者身上并没有什么高尚,如果说有,也只是有益。而有益的事情没有那么令人快乐,也不那么可爱。令人快乐的是当前的活动、对未来的希望以及对过去的记忆;但最令人快乐的是那处于活动中的东西,它也同样是可爱的。因此,对于创作者来说,作品长存(因为高尚是持久的),而对于受恩者来说,有用性却流逝了。此外,高尚之事的记忆是令人快乐的,而有用之事的记忆则全然不快乐或不那么快乐;但预期的情形似乎恰好相反。而且,爱类似于主动的创造,而被爱则类似于被动的承受。在行动中居于优越地位的人,其身上便伴随着去爱和友爱的举止。此外,凡是付出辛劳而获得的东西,人们都更加珍惜,例如自己赚钱的人比继承财产的人更爱钱。而受恩似乎是无劳的,施恩却是艰辛的。因此,母亲也更疼爱自己的孩子,因为生育更加艰辛,且她们更确信孩子是自己所生。这似乎也同样是施恩者的特征。

语法注5 条
  1. 1167b20οἳ μὲν ὀφείλουσι τοῖς δὲ ὀφείλεται

    指代代词用法,由关系代词与连接词 μέν... δέ 结合而成。οἳ μέν(主格复数,指受恩者)意为“前者欠债”,而 τοῖς δέ(与格复数,指施恩者)作为无人称动词 ὀφείλεται(被欠债)的与格补足语。

  2. 1167b20βούλεσθαι εἶναι τοὺς παθόντας

    由前文的 φαίνεται ὅτι 引导的“对格加不定式”结构(对格主语 τοὺς εὐεργετήσαντας +不定式 βούλεσθαι)。而 βούλεσθαι 自身又带有一个对格不定式结构 εἶναι τοὺς παθόντας(受恩者存在)作为宾语。

  3. 1167b35ἢ ἀγαπηθείη ἂν ὑπὸ τοῦ ἔργου ἐμψύχου γενομένου

    由比较连词 ἤ 引导的从句,后接带有小词 ἂν 的希求语气动词(ἀγαπηθείη ἂν),构成条件句的结论部。ἐμψύχου γενομένου 是属格独立分词结构,表示假设性的条件(“如果作品有了生命的话”)。

  4. 1168a10ὥστε χαίρειν ἐν ᾧ τοῦτο

    紧跟在表示结果的连词 ὥστε 后面的不定式。关系代词短语 ἐν ᾧ 的先行词是受恩者(τῷ παθόντι),其中省略了主语 τοῦτο(即 τὸ κατὰ τὴν πρᾶξιν καλόν,“行为中的高尚”)。

  5. 1168a20τοῖς ὑπερέχουσι δὲ περὶ τὴν πρᾶξιν ἕπεται τὸ φιλεῖν

    动词 ἕπεται 要求与格补足语,此处即分词短语 τοῖς ὑπερέχουσι περὶ τὴν πρᾶξιν(在行动中居于优越地位的人)。句子主语是带冠词的不定式 τὸ φιλεῖν(去爱)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:9.7