← 亚里士多德

尼各马可伦理学

§8.5

作为活动与品质状态的友谊及共同生活

亚里士多德将友谊区分为活动状态(共同生活)与潜在的品质状态,并指出共同生活对于真正的友谊至关重要。他还对比了爱(情感)与友谊(品质状态),阐明只有在好人之间的友谊中,彼此对等的心愿与愉快才能得到充分的互换。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.5

ὥσπερ δʼ ἐπὶ τῶν ἀρετῶν οἳ μὲν καθʼ ἕξιν οἳ δὲ κατʼ ἐνέργειαν ἀγαθοὶ λέγονται, οὕτω καὶ ἐπὶ τῆς φιλίας· οἱ μὲν γὰρ συζῶντες χαίρουσιν ἀλλήλοις καὶ πορίζουσι τἀγαθά, οἱ δὲ καθεύδοντες ἢ κεχωρισμένοι τοῖς τόποις οὐκ ἐνεργοῦσι μέν, οὕτω δʼ ἔχουσιν ὥστʼ ἐνεργεῖν1 φιλικῶς· οἱ γὰρ τόποι οὐ διαλύουσι τὴν φιλίαν ἁπλῶς, ἀλλὰ τὴν ἐνέργειαν. ἐὰν δὲ χρόνιος ἡ ἀπουσία γίνηται, καὶ τῆς φιλίας δοκεῖ λήθην ποιεῖν· ὅθεν εἴρηται "πολλὰς δὴ φιλίας ἀπροσηγορία διέλυσεν." οὐ φαίνονται δʼ οὔθʼ οἱ πρεσβῦται οὔθʼ οἱ στρυφνοὶ φιλικοὶ εἶναι· βραχὺ γὰρ ἐν αὐτοῖς τὸ τῆς ἡδονῆς, οὐδεὶς δὲ δύναται συνημερεύειν τῷ λυπηρῷ οὐδὲ τῷ μὴ ἡδεῖ· μάλιστα γὰρ ἡ φύσις φαίνεται τὸ λυπηρὸν φεύγειν, ἐφίεσθαι δὲ τοῦ ἡδέος. οἱ δʼ ἀποδεχόμενοι ἀλλήλους, μὴ συζῶντες δέ, εὔνοις ἐοίκασι μᾶλλον ἢ φίλοις. οὐδὲν γὰρ οὕτως ἐστὶ φίλων ὡς τὸ συζῆν ὠφελείας μὲν γὰρ οἱ ἐνδεεῖς ὀρέγονται, συνημερεύειν δὲ καὶ οἱ μακάριοι· μονώταις2 γὰρ εἶναι τούτοις ἥκιστα προσήκει· συνδιάγειν δὲ μετʼ ἀλλήλων οὐκ ἔστι μὴ ἡδεῖς ὄντας μηδὲ χαίροντας τοῖς αὐτοῖς, ὅπερ ἡ ἑταιρικὴ δοκεῖ ἔχειν. μάλιστα μὲν οὖν ἐστὶ φιλία ἡ τῶν ἀγαθῶν, καθάπερ πολλάκις εἴρηται· δοκεῖ γὰρ φιλητὸν μὲν καὶ αἱρετὸν τὸ ἁπλῶς ἀγαθὸν ἢ ἡδύ, ἑκάστῳ δὲ τὸ αὑτῷ τοιοῦτον· ὁ δʼ ἀγαθὸς τῷ ἀγαθῷ διʼ ἄμφω ταῦτα.3 ἔοικε δʼ ἡ μὲν φίλησις πάθει, ἡ δὲ φιλία ἕξει· ἡ γὰρ φίλησις οὐχ ἧττον πρὸς τὰ ἄψυχά ἐστιν, ἀντιφιλοῦσι δὲ μετὰ προαιρέσεως, ἡ δὲ προαίρεσις ἀφʼ ἕξεως· καὶ τἀγαθὰ βούλονται τοῖς φιλουμένοις ἐκείνων ἕνεκα, οὐ κατὰ πάθος ἀλλὰ καθʼ ἕξιν. καὶ φιλοῦντες τὸν φίλον τὸ αὑτοῖς ἀγαθὸν φιλοῦσιν· ὁ γὰρ ἀγαθὸς φίλος γινόμενος ἀγαθὸν γίνεται ᾧ φίλος. ἑκάτερος οὖν φιλεῖ τε τὸ αὑτῷ ἀγαθόν, καὶ τὸ ἴσον ἀνταποδίδωσι τῇ βουλήσει καὶ τῷ ἡδεῖ· λέγεται γὰρ φιλότης ἰσότης, μάλιστα δὲ τῇ τῶν ἀγαθῶν ταῦθʼ ὑπάρχει.

正如在德性方面,有些人因处于品质状态而被称作好人,有些人因活动而被称作好人一样,友谊也是如此。因为共同生活的人彼此喜爱并提供善,而那些睡着了或在空间上分离开的人,虽然实际上没有进行活动,却处于能够友好地活动的品质状态中。因为空间上的隔离并不是无条件地消除友谊,而只是消除了其活动。但如果分离时间过久,似乎也会使人忘却友谊。因此人们说: “沉默确实消除过许多友谊。” 而且,老年人和脾气古怪的人似乎也不易于交友,因为在他们身上几乎没有快乐,而没有人能整天和痛苦的、或者不令人愉快的人相处,因为天性似乎最避忌痛苦而追求快乐。而那些彼此赞许却不共同生活的人,更像是心怀好意者而不是朋友。因为对朋友而言,没有什么比共同生活更重要的了。(因为匮乏的人追求帮助,而即使幸福的人也追求共同度日;因为对这些人来说,最不适合的就是孤独。)但是,如果彼此不令人愉快、也不喜爱相同的事物,就不可能共同度日,而这似乎是同伴之间的友谊所具有的特征。 因此,正如多次说过的,好人之间的友谊最是友谊。因为,无条件善的或愉快的东西似乎是值得爱且值得选择的,而对每个人来说,则是对他自己而言如此的东西;好人对好人而言,正是由于这两个原因也是值得爱且值得选择的。爱似乎是一种感情,而友谊则是一种品质状态。因为,爱同样可以指向无生物,但相互爱戴则伴随着选择,而选择来自品质状态。并且他们为被爱者的缘故而希望其得到善,这不是出于感情而是出于品质状态。而且,他们在爱朋友时,就是在爱对自己有益的善;因为好人一旦成为朋友,对于他所结交的人来说,就成了一种善。因此,双方既爱对自己有益的善,又在愿望和愉快上给予等重的回报。因为人们说“友谊就是平等”,而这在好人之间的友谊中表现得最为充分。

语法注3 条
  1. 1157b10ὥστʼ ἐνεργεῖν

    连词 ὥστε + 不定式(ἐνεργεῖν)的结构。在这里,它表示结果或程度,说明那些睡着了或在空间上分离开的人虽然实际上没有进行活动(οὐκ ἐνεργοῦσι μέν),却处于一种能够(οὕτως ἔχουσιν)友好地进行活动的品质状态中。

  2. 1157b21μονώταις

    不定式 εἶναι 的主语(或谓语)的格变化。通常在“对格+不定式”结构中可以采用对格(μονώτας),但在此处,它受到前面的无人称动词(προσήκει)所支配的示性代词(τούτοις,与格)的影响,从而同调为与格(μονώταις)。

  3. 1157b27διʼ ἄμφω ταῦτα

    句子的省略。需补出前文的谓语形容词“值得爱且值得选择”(φιλητὸν καὶ αἱρετόν),理解为:“好人对好人而言,正是由于这两个原因(善和愉快)[也是值得爱且值得选择的]”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(3 处,最近 2026-09-22)
  • 2026-09-22 AI校阅 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 原文 2 处
urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:8.5