← 亚里士多德

尼各马可伦理学

§7.7

无自制与软弱的区别以及急躁与软弱两种类型

本节梳理了关涉触觉和味觉的快乐与痛苦的各种品质状态(无自制、自制、软弱、坚忍),区分了放纵与无自制,并进一步阐明了无自制的两种类型:急躁(鲁莽)与软弱(无力)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.7

περὶ δὲ τὰς διʼ ἁφῆς καὶ γεύσεως ἡδονὰς καὶ λύπας καὶ ἐπιθυμίας καὶ φυγάς, περὶ ἃς ἥ τε ἀκολασία καὶ ἡ σωφροσύνη διωρίσθη πρότερον, ἔστι μὲν οὕτως ἔχειν ὥστε1 ἡττᾶσθαι καὶ ὧν οἱ πολλοὶ κρείττους, ἔστι δὲ κρατεῖν καὶ ὧν οἱ πολλοὶ ἥττους· τούτων δʼ ὁ μὲν περὶ ἡδονὰς ἀκρατὴς ὃ δʼ ἐγκρατής, ὁ δὲ περὶ λύπας μαλακὸς ὃ δὲ καρτερικός. μεταξὺ δʼ ἡ τῶν πλείστων ἕξις, κἂν εἰ ῥέπουσι μᾶλλον πρὸς τὰς χείρους. ἐπεὶ δʼ ἔνιαι τῶν ἡδονῶν ἀναγκαῖαί εἰσιν αἳ δʼ οὔ, καὶ μέχρι τινός, αἱ δʼ ὑπερβολαὶ οὔ, οὐδʼ αἱ ἐλλείψεις, ὁμοίως δὲ καὶ περὶ ἐπιθυμίας ἔχει καὶ λύπας, ὁ μὲν τὰς ὑπερβολὰς διώκων τῶν ἡδέων †ἢ καθʼ ὑπερβολὰς†2 ἢ διὰ προαίρεσιν, διʼ αὐτὰς καὶ μηδὲν διʼ ἕτερον ἀποβαῖνον, ἀκόλαστος· ἀνάγκη γὰρ τοῦτον μὴ εἶναι μεταμελητικόν, ὥστʼ ἀνίατος· ὁ γὰρ ἀμεταμέλητος ἀνίατος. ὁ δʼ ἐλλείπων ὁ ἀντικείμενος, ὁ δὲ μέσος σώφρων. ὁμοίως δὲ καὶ ὁ φεύγων3 τὰς σωματικὰς λύπας μὴ διʼ ἧτταν ἀλλὰ διὰ προαίρεσιν. τῶν δὲ μὴ προαιρουμένων ὃ μὲν ἄγεται διὰ τὴν ἡδονήν, ὃ δὲ διὰ τὸ φεύγειν τὴν λύπην τὴν ἀπὸ τῆς ἐπιθυμίας, ὥστε διαφέρουσιν ἀλλήλων. παντὶ δʼ ἂν δόξειε χείρων εἶναι, εἴ τις μὴ ἐπιθυμῶν ἢ ἠρέμα πράττοι τι αἰσχρόν, ἢ εἰ σφόδρα ἐπιθυμῶν, καὶ εἰ μὴ ὀργιζόμενος τύπτοι ἢ εἰ ὀργιζόμενος· τί γὰρ ἂν ἐποίει ἐν πάθει ὤν; διὸ ὁ ἀκόλαστος χείρων τοῦ ἀκρατοῦς. τῶν δὴ λεχθέντων τὸ μὲν μαλακίας εἶδος μᾶλλον, ὃ δʼ ἀκόλαστος. ἀντίκειται δὲ τῷ μὲν ἀκρατεῖ ὁ ἐγκρατής, τῷ δὲ μαλακῷ ὁ καρτερικός· τὸ μὲν γὰρ καρτερεῖν ἐστὶν ἐν τῷ ἀντέχειν, ἡ δʼ ἐγκράτεια ἐν τῷ κρατεῖν, ἕτερον δὲ τὸ ἀντέχειν καὶ κρατεῖν, ὥσπερ καὶ τὸ μὴ ἡττᾶσθαι τοῦ νικᾶν· διὸ καὶ αἱρετώτερον ἐγκράτεια καρτερίας ἐστίν. ὁ δʼ ἐλλείπων πρὸς ἃ οἱ πολλοὶ καὶ ἀντιτείνουσι καὶ δύνανται, οὗτος μαλακὸς καὶ τρυφῶν· καὶ γὰρ ἡ τρυφὴ μαλακία τίς ἐστιν· ὃς ἕλκει τὸ ἱμάτιον, ἵνα μὴ πονήσῃ τὴν ἀπὸ τοῦ αἴρειν λύπην, καὶ μιμούμενος τὸν κάμνοντα οὐκ οἴεται ἄθλιος εἶναι, ἀθλίῳ ὅμοιος ὤν. ὁμοίως δʼ ἔχει καὶ περὶ ἐγκράτειαν καὶ ἀκρασίαν. οὐ γὰρ εἴ τις ἰσχυρῶν καὶ ὑπερβαλλουσῶν ἡδονῶν ἡττᾶται ἢ λυπῶν, θαυμαστόν, ἀλλὰ συγγνωμονικὸν εἰ ἀντιτείνων, ὥσπερ ὁ Θεοδέκτου Φιλοκτήτης ὑπὸ τοῦ ἔχεως πεπληγμένος ἢ ὁ Καρκίνου ἐν τῇ Ἀλόπῃ Κερκύων, καὶ ὥσπερ οἱ κατέχειν πειρώμενοι τὸν γέλωτα ἀθρόον ἐκκαγχάζουσιν, οἷον συνέπεσε Ξενοφάντῳ· ἀλλʼ εἴ τις πρὸς ἃς4 οἱ πολλοὶ δύνανται ἀντέχειν, τούτων ἡττᾶται καὶ μὴ δύναται ἀντιτείνειν, μὴ διὰ φύσιν τοῦ γένους ἢ διὰ νόσον, οἷον ἐν τοῖς Σκυθῶν βασιλεῦσιν ἡ μαλακία διὰ τὸ γένος, καὶ ὡς τὸ θῆλυ πρὸς τὸ ἄρρεν διέστηκεν. δοκεῖ δὲ καὶ ὁ παιδιώδης ἀκόλαστος εἶναι, ἔστι δὲ μαλακός. ἡ γὰρ παιδιὰ ἄνεσίς ἐστιν, εἴπερ ἀνάπαυσις· τῶν δὲ πρὸς ταύτην ὑπερβαλλόντων ὁ παιδιώδης ἐστίν. ἀκρασίας δὲ τὸ μὲν προπέτεια τὸ δʼ ἀσθένεια. οἳ μὲν γὰρ βουλευσάμενοι οὐκ ἐμμένουσιν οἷς ἐβουλεύσαντο διὰ τὸ πάθος, οἳ δὲ διὰ τὸ μὴ βουλεύσασθαι ἄγονται ὑπὸ τοῦ πάθους· ἔνιοι γάρ, ὥσπερ προγαργαλίσαντες5 οὐ γαργαλίζονται, οὕτω καὶ προαισθόμενοι καὶ προϊδόντες καὶ προεγείραντες ἑαυτοὺς καὶ τὸν λογισμὸν οὐχ ἡττῶνται ὑπὸ τοῦ πάθους, οὔτʼ ἂν ἡδὺ ᾖ οὔτʼ ἂν λυπηρόν. μάλιστα δʼ οἱ ὀξεῖς καὶ μελαγχολικοὶ τὴν προπετῆ ἀκρασίαν εἰσὶν ἀκρατεῖς· οἳ μὲν γὰρ διὰ τὴν ταχυτῆτα οἳ δὲ διὰ τὴν σφοδρότητα οὐκ ἀναμένουσι τὸν λόγον, διὰ τὸ ἀκολουθητικοὶ εἶναι τῇ φαντασίᾳ.

关于通过触觉和味觉而产生的快乐与痛苦、以及欲望与规避(对于这些,放纵与节制在此前已被规定),人们可能会处于这样一种状态:甚至被大多数人所能战胜的事物所击败;也可能会处于这样一种状态:甚至战胜大多数人所屈服的事物。在这些人中,关涉快乐而屈服的是无自制者,而战胜的是自制者;关涉痛苦而屈服的是软弱者,而战胜的是坚忍者。绝大多数人的状态处于这两者之间,尽管他们更倾向于较坏的那些状态。既然有些快乐是必要的,有些则不是,且必要的快乐也只是在一定程度上,而其过度则不是必要的,不足也不是,对于欲望和痛苦也是同样的情况;那么,追逐过度舒适之物,或者以过度的方式,并且出于选择、为了这些快乐自身而非为了任何其他后果而追逐的人,就是放纵的人。因为这样的人必然是不悔改的,因而也是不可救药的;因为不悔改的人是不可救药的。而不足的人是相反的,处于中间的则是节制的人。同样,那些逃避身体痛苦的人,若不是因为屈服而是出于选择,也是放纵的。而在那些非出于选择的人中,一个是因为快乐而被引导,另一个是因为逃避由欲望引起的痛苦而被引导,因此他们彼此不同。任何人都容易看出,如果一个人在毫无欲望或只有微弱欲望时做出了某种可耻的事,要比他在强烈欲望时做更加糟糕;在不愤怒时打人要比愤怒时打人更加糟糕。因为如果他处于激情之中,他会做出什么样的事来呢?所以放纵的人比无自制的人更坏。在上述状态中,后一种更属于软弱的类型,而前一种则是放纵。与无自制者相对立的是自制者,与软弱者相对立的是坚忍者;因为坚忍在于抵御,而自制在于克服。抵御与克服是不同的,正如不被击败与获胜是不同的一样。所以,自制比坚忍更值得选择。而在大多数人都能抵御并有能力抵御的事物面前败下阵来的人,就是软弱和骄奢的。因为骄奢也是一种软弱。这样的人会拖着他的外衣,以免承受提起外衣的劳苦之痛;他模仿一个病人,却不认为自己是可怜的,尽管他正像一个可怜的人。关于自制和无自制也是同样的情况。因为如果一个人被强烈且过度的快乐或痛苦所击败,这并不令人惊异,反而如果他曾努力抵御,则是值得原谅的。就像塞奥德克特斯剧作《菲罗克忒忒斯》中被毒蛇咬伤的菲罗克忒忒斯,或者卡尔基诺斯《阿罗佩》中的刻耳库翁,又像那些试图忍住笑却突然大笑起来的人,正如发生在克塞诺凡托斯身上的情况一样。但是,如果一个人被大多数人都能抵御的事物所击败,并且无法抗拒,只要这并非由于其种族的本性或由于疾病——例如斯基泰国王们因种族而具有的软弱性,以及雌性与雄性的区别——那便是令人惊异的。喜爱娱乐的人也常被认为是放纵的,但实际上他是软弱的。因为娱乐是一种放松,既然它是一种休息;而喜爱娱乐的人就是在此事上过度的人。在无自制中,一种是急躁(鲁莽),另一种是软弱(无力)。因为有些人虽然经过了考虑,但由于激情而未能坚持他们所考虑的结论;而另一些人则是因为没有进行考虑,而被激情所引导。因为有些人就像提前挠自己痒痒的人不会感到痒一样,通过提前察觉、预见并提前唤醒自己和理性,从而不会被激情击败,无论那是快乐的还是痛苦的。尤其是那些性急的人和忧郁质的人,最容易陷入急躁型的无自制;因为前者由于其敏捷,后者由于其强烈,都不等待理性,因为他们倾向于顺从想象。

语法注5 条
  1. 1150a10ἔστι μὲν οὕτως ἔχειν ὥστε...

    非人称动词 ἔστι(可以、可能)后接表示结果或程度的 ὥστε 从句,意为“可能处于……以至于……的状态”。

  2. 1150a19†ἢ καθʼ ὑπερβολὰσ†

    文本存在毁损(标记为剑号)。通常被理解为修饰分词 διώκων,与后面的 ἢ διὰ προαίρεσιν(或者出于选择)并列,意为“或者以过度的方式”。

  3. 1150a24ὁμοίως δὲ καὶ ὁ φεύγων...

    句末省略了“是放纵的”(ἀκόλαστός ἐστιν),需结合前文“追求过度快乐者是放纵的”这一规定来进行补全。

  4. 1150b12ἀλλʼ εἴ τις πρὸς ἃς...

    对应前文的“并不令人惊异”(οὐ... θαυμαστόν),此处的条件从句(ἀλλ' εἴ τις...)在主句中省略了“是令人惊异的”(θαυμαστόν ἐστιν),需予以补全。

  5. 1150b21ὥσπερ προγαργαλίσαντες

    前缀 προ- 意为“提前、预先”。指在被别人挠痒之前,自己先挠自己(或做好心理准备)从而使感觉钝化、不再感到痒的生理现象,在此用作心理防备的隐喻。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:7.7