- 底本
- Aristotle. Aristotelis Ethica Nicomachea. Bywater, Ingram, editor. Oxford: Clarendon Press, 1894.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0086.tlg010.humanitext-grc2:5.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-29
亚里士多德论证了分配正义中的“公正”是基于比例(即几何比例)的。这至少涉及四个项(两个人与两个份额)的比率相等,从而阐明公正是中间,而不公正则是对比例的违反。
ἐπεὶ δʼ ὅ τʼ ἄδικος ἄνισος καὶ τὸ ἄδικον ἄνισον, δῆλον ὅτι καὶ μέσον τι ἔστι τοῦ ἀνίσου. τοῦτο δʼ ἐστὶ τὸ ἴσον· ἐν ὁποίᾳ γὰρ πράξει ἔστι τὸ πλέον καὶ τὸ ἔλαττον, ἔστι καὶ τὸ ἴσον. εἰ οὖν τὸ ἄδικον ἄνισον, τὸ δίκαιον ἴσον· ὅπερ καὶ ἄνευ λόγου δοκεῖ πᾶσιν. ἐπεὶ δὲ τὸ ἴσον μέσον, τὸ δίκαιον μέσον τι ἂν εἴη.1 ἔστι δὲ τὸ ἴσον ἐν ἐλαχίστοις δυσίν. ἀνάγκη τοίνυν τὸ δίκαιον μέσον τε καὶ ἴσον εἶναι καὶ πρός τι καὶ τισίν, καὶ ᾗ μὲν μέσον, τινῶν (ταῦτα δʼ ἐστὶ πλεῖον καὶ ἔλαττον), ᾗ δʼ ἴσον, δυοῖν, ᾗ δὲ δίκαιον, τισίν. ἀνάγκη ἄρα τὸ δίκαιον ἐν ἐλαχίστοις εἶναι τέτταρσιν· οἷς τε γὰρ δίκαιον τυγχάνει ὄν,2 δύο ἐστί, καὶ ἐν οἷς, τὰ πράγματα, δύο. καὶ ἡ αὐτὴ ἔσται ἰσότης, οἷς καὶ ἐν οἷς· ὡς γὰρ ἐκεῖνα ἔχει, τὰ ἐν οἷς, οὕτω κἀκεῖνα ἔχει· εἰ γὰρ μὴ ἴσοι, οὐκ ἴσα ἕξουσιν, ἀλλʼ ἐντεῦθεν αἱ μάχαι καὶ τὰ ἐγκλήματα, ὅταν ἢ μὴ ἴσα ἴσοι ἢ μὴ ἴσοι ἴσα ἔχωσι καὶ νέμωνται. ἔτι ἐκ τοῦ κατʼ ἀξίαν τοῦτο δῆλον· τὸ γὰρ δίκαιον ἐν ταῖς νομαῖς ὁμολογοῦσι πάντες κατʼ ἀξίαν τινὰ δεῖν εἶναι, τὴν μέντοι ἀξίαν οὐ τὴν αὐτὴν λέγουσι πάντες, ἀλλʼ οἱ μὲν δημοκρατικοὶ ἐλευθερίαν, οἱ δʼ ὀλιγαρχικοὶ πλοῦτον, οἳ δʼ εὐγένειαν, οἱ δʼ ἀριστοκρατικοὶ ἀρετήν. ἔστιν ἄρα τὸ δίκαιον ἀνάλογόν τι. τὸ γὰρ ἀνάλογον οὐ μόνον ἐστὶ μοναδικοῦ ἀριθμοῦ ἴδιον, ἀλλʼ ὅλως ἀριθμοῦ· ἡ γὰρ ἀναλογία ἰσότης ἐστὶ λόγων, καὶ ἐν τέτταρσιν ἐλαχίστοις. ἡ μὲν οὖν διῃρημένη ὅτι ἐν τέτταρσι, δῆλον. ἀλλὰ καὶ ἡ συνεχής· τῷ γὰρ ἑνὶ ὡς δυσὶ χρῆται3 καὶ δὶς λέγει, οἷον ὡς ἡ τοῦ α πρὸς τὴν τοῦ β, οὕτως ἡ τοῦ β πρὸς τὴν τοῦ γ. δὶς οὖν ἡ τοῦ β εἴρηται· ὥστʼ ἐὰν ἡ τοῦ β τεθῇ δίς, τέτταρα ἔσται τὰ ἀνάλογα. ἔστι δὲ καὶ τὸ δίκαιον ἐν τέτταρσιν ἐλαχίστοις, καὶ ὁ λόγος ὁ αὐτός· διῄρηται γὰρ ὁμοίως οἷς τε καὶ ἅ. ἔσται ἄρα ὡς ὁ α ὅρος πρὸς τὸν β, οὕτως ὁ γ πρὸς τὸν δ, καὶ ἐναλλὰξ ἄρα,4 ὡς ὁ α πρὸς τὸν γ, ὁ β πρὸς τὸν δ. ὥστε καὶ τὸ ὅλον πρὸς τὸ ὅλον· ὅπερ ἡ νομὴ συνδυάζει, κἂν οὕτω συντεθῇ, δικαίως συνδυάζει. ἡ ἄρα τοῦ α ὅρου τῷ γ καὶ ἡ τοῦ β τῷ δ σύζευξις τὸ ἐν διανομῇ δίκαιόν ἐστι, καὶ μέσον τὸ δίκαιον τοῦτʼ ἐστί, τὸ δʼ ἄδικον τὸ παρὰ τὸ ἀνάλογον· τὸ γὰρ ἀνάλογον μέσον, τὸ δὲ δίκαιον ἀνάλογον. καλοῦσι δὲ τὴν τοιαύτην ἀναλογίαν γεωμετρικὴν οἱ μαθηματικοί· ἐν γὰρ τῇ γεωμετρικῇ συμβαίνει καὶ τὸ ὅλον πρὸς τὸ ὅλον ὅπερ ἑκάτερον πρὸς ἑκάτερον. ἔστι δʼ οὐ συνεχὴς αὕτη ἡ ἀναλογία· οὐ γὰρ γίνεται εἷς ἀριθμῷ ὅρος, ᾧ καὶ ὅ. τὸ μὲν οὖν δίκαιον τοῦτο, τὸ ἀνάλογον· τὸ δʼ ἄδικον τὸ παρὰ τὸ ἀνάλογον. γίνεται ἄρα τὸ μὲν πλέον τὸ δʼ ἔλαττον, ὅπερ καὶ ἐπὶ τῶν ἔργων συμβαίνει· ὁ μὲν γὰρ ἀδικῶν πλέον ἔχει, ὁ δʼ ἀδικούμενος ἔλαττον τοῦ ἀγαθοῦ. ἐπὶ δὲ τοῦ κακοῦ ἀνάπαλιν· ἐν ἀγαθοῦ γὰρ λόγῳ γίνεται5 τὸ ἔλαττον κακὸν πρὸς τὸ μεῖζον κακόν· ἔστι γὰρ τὸ ἔλαττον κακὸν μᾶλλον αἱρετὸν τοῦ μείζονος, τὸ δʼ αἱρετὸν ἀγαθόν, καὶ τὸ μᾶλλον μεῖζον. τὸ μὲν οὖν ἓν εἶδος τοῦ δικαίου τοῦτʼ ἐστίν.
既然不正义的人是不平等的,不正义的事物也是不平等的,那么很明显,在不平等之中也存在着某种中间。而这就是平等;因为在存在着“多”和“少”的任何行为中,也存在着“平等”。因此,如果不正义的事物是不平等的,那么正义的事物就是平等的;这一点即使没有论证,也为所有人所公认。既然平等是中间,那么正义的事物也必然是某种中间。而平等至少涉及两个事物。因此,正义的事物必然既是中间又是平等,并且是相对于某些事物、对某些人而言的。具体来说,作为中间,它是对于某些事物(即“多”和“少”)而言的;作为平等,它是对两个份额而言的;作为正义,它是对某些人而言的。因而,正义必然至少涉及四个项:因为对其而言是正义的人有两个,而作为其载体的事物也有两个。并且对于人而言的平等与对于物而言的平等应当是相同的:因为事物之间的关系如何,人之间的关系也应当如何。因为如果人是不平等的,他们就不会分得平等的份额;相反,争斗和抱怨正是由此产生的:当平等的人获得并被分配了不平等的份额,或者不平等的人分得平等的份额时。这一点从“按价值”分配的原则中也显而易见:因为所有人均同意,分配中的正义必须依据某种价值,然而大家对价值的理解却不尽相同,民主派说是“自由”,寡头派说是“财富”,有的人说是“高贵出身”,而贵族派则说是“德性”。因此,正义是一种比例。因为比例不仅是单项数字的特征,而是数的一般特征;因为比例是比率的相等,且至少涉及四个项。那么,离散比例显然涉及四个项。但连续比例也是如此:因为它把一个项当作两项来使用,并提到它两次,例如“正如 A 比 B,B 也比 C”。这里 B 被提到了两次;因此,如果把 B 放置两次,比例的项就会是四个。正义的事物也同样至少涉及四个项,且其比率也是相同的;因为人和物是以同样的方式被划分的。因此,正如 A 项比 B 项,C 项也比 D 项,因而交替比例也是如此,即 A 比 C 就像 B 比 D。因而,整体比整体也是如此;这正是分配所结合的,如果以这种方式组合,那就是公正地结合。因此,A 项与 C 的结合,以及 B 项与 D 的结合,就是分配中的正义。而这种正义就是中间,不正义则是违反比例;因为比例即是中间,而正义即是比例。数学家们把这种比例称为几何比例;因为在几何比例中,整体对整体的关系也与每一项对每一项的关系相同。但这种比例并不是连续的;因为在人和物之间,并不存在数上唯一的一个项。因此,正义的事物就是这种比例,而不正义的事物则是违反比例。因而,一者变多,另一者变少,这在实际的行为中也会发生:因为行不义者占有较多的善,而被损害者则占有较少的善。而在恶的情况下则相反:因为与较大的恶相比,较小的恶就被视为善;因为较小的恶比较大的恶更值得选择,而值得选择的就是善,更值得选择的就是更大的善。以上就是正义事物的一种类型。
- 1131a14τὸ δίκαιον μέσον τι ἂν εἴη
这里的 ἄν 结合希求语气动词 εἴη 表达了一种确定无疑的逻辑推论(“必定是”、“理应是”),即从前提“平等是中间”必然推导出的结论。
- 1131a19οἷς τε γὰρ δίκαιον τυγχάνει ὄν
关系代词与格 οἷς 指代“公正所适用的人”,与后文的“份额有两个(τὰ πράγματα δύο)”相对应。这规定了分配正义得以成立的四个基本构成要素(人与物各两个)。
- 1131a32τῷ γὰρ ἑνὶ ὡς δυσὶ χρῆται
这解释了在连续比例(A:B = B:C)中,共同的中项(B)虽然只是“一个项,却被当作两个项来使用”的数学情况。在语法上,与格 τῷ ἑνί 是 χρῆται 的直接补足语。
- 1131b6ἐναλλὰξ ἄρα
这是一个副词性表达,在数学比例中意为“交替地”或“交叉地”。它表明如果 A:B = C:D 成立,那么通过交换内项得出 A:C = B:D 也是成立的,体现了逻辑和数学上的推导。
- 1131b21ἐν ἀγαθοῦ γὰρ λόγῳ γίνεται
这是一个惯用表达,意为“以……的资格”或“被视为……”,属格 ἀγαθοῦ 嵌套在 ἐν ... λόγῳ 之中。它说明了较小的恶(τὸ ἔλαττον κακόν)在与较大的恶相比时,如何“变相成为”(gίνεται)善。
